- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.6.1-4.6.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
应遭阿卡纳尼亚人围困的阿开亚人之请,阿格西劳斯率斯巴达及盟友军队出征阿卡纳尼亚,先以极其迟缓的推进诱敌放松警惕,随后迅速奔袭夺取了大量牲畜与俘虏。
μετὰ δὲ τοῦτο οἱ Ἀχαιοὶ ἔχοντες Καλυδῶνα, ἣ τὸ παλαιὸν Αἰτωλίας ἦν, καὶ πολίτας πεποιημένοι τοὺς Καλυδωνίους, φρουρεῖν ἠναγκάζοντο ἐν αὐτῇ. οἱ γὰρ Ἀκαρνᾶνες ἐπεστράτευον, καὶ τῶν Ἀθηναίων δὲ καὶ Βοιωτῶν συμπαρῆσάν τινες αὐτοῖς διὰ τὸ συμμάχους εἶναι. πιεζόμενοι οὖν ὑπʼ αὐτῶν οἱ Ἀχαιοὶ πρέσβεις πέμπουσιν εἰς τὴν Λακεδαίμονα. οἱ δʼ ἐλθόντες ἔλεγον ὅτι οὐ δίκαια πάσχοιεν ὑπὸ τῶν Λακεδαιμονίων.
此后,控制着原属埃托利亚的卡吕冬并将卡吕冬人收纳为本邦公民的阿开亚人,被迫在该城驻留守军。因为阿卡纳尼亚人正向其发起进攻,雅典人和维奥蒂亚人由于是其盟友,也派遣部分兵力随同作战。阿开亚人受到他们的严密压制,遂向拉刻代蒙派出使节。使节们到达后声称,他们正受到拉刻代蒙人的不公对待。
ἡμεῖς μὲν γάρ, ἔφασαν, ὑμῖν, ὦ ἄνδρες, ὅπως ἂν ὑμεῖς παραγγέλλητε συστρατευόμεθα καὶ ἑπόμεθα ὅποι ἂν ἡγῆσθε· ὑμεῖς δὲ πολιορκουμένων ἡμῶν ὑπὸ Ἀκαρνάνων καὶ τῶν συμμάχων αὐτοῖς Ἀθηναίων καὶ Βοιωτῶν οὐδεμίαν ἐπιμέλειαν ποιεῖσθε. οὐκ ἂν οὖν δυναίμεθα ἡμεῖς τούτων οὕτω γιγνομένων ἀντέχειν, ἀλλʼ ἢ ἐάσαντες τὸν ἐν Πελοποννήσῳ πόλεμον διαβάντες πάντες πολεμήσομεν Ἀκαρνᾶσί τε καὶ τοῖς συμμάχοις αὐτῶν, ἢ εἰρήνην ποιησόμεθα ὁποίαν ἄν τινα δυνώμεθα.1
他们说:“诸位大人,我们向来遵照你们所传达的一切指令随同出征,你们引向何方我们就跟随到何方;然而当我们遭到阿卡纳尼亚人及其盟友雅典人和维奥蒂亚人合力围攻时,你们却丝毫不予关照。因此,倘若局势继续如此,我们将无法坚持下去;相反,我们要么放弃伯罗奔尼撒的战事,倾全邦之力渡海去攻打阿卡纳尼亚人及其盟友,要么就去谋求任何可能达成的和约。”
ταῦτα δʼ ἔλεγον ὑπαπειλοῦντες τοῖς Λακεδαιμονίοις ἀπαλλαγήσεσθαι τῆς συμμαχίας, εἰ μὴ αὐτοῖς ἀντεπικουρήσουσι. τούτων δὲ λεγομένων ἔδοξε τοῖς τʼ ἐφόροις καὶ τῇ ἐκκλησίᾳ ἀναγκαῖον εἶναι στρατεύεσθαι μετὰ τῶν Ἀχαιῶν ἐπὶ τοὺς Ἀκαρνᾶνας. καὶ ἐκπέμπουσιν Ἀγησίλαον, δύο μόρας ἔχοντα καὶ τῶν συμμάχων τὸ μέρος. οἱ μέντοι Ἀχαιοὶ πανδημεὶ συνεστρατεύοντο.
他们这番言论暗含着对拉刻代蒙人的威胁:若不相应地派兵增援,他们便将脱离同盟。听到这些话后,监察官和公民大会都认为有必要与阿开亚人联合出兵征伐阿卡纳尼亚人。他们派出了阿格西劳斯,让他统领两个连队及盟军的分遣部队;而阿开亚人也倾巢出动随同远征。
ἐπεὶ δὲ διέβη ὁ Ἀγησίλαος, πάντες μὲν οἱ ἐκ τῶν ἀγρῶν Ἀκαρνᾶνες ἔφυγον εἰς τὰ ἄστη, πάντα δὲ τὰ βοσκήματα ἀπεχώρησε πόρρω, ὅπως μὴ ἁλίσκηται ὑπὸ τοῦ στρατεύματος. ὁ δʼ Ἀγησίλαος ἐπειδὴ ἐγένετο ἐν τοῖς ὁρίοις τῆς πολεμίας, πέμψας εἰς Στράτον πρὸς τὸ κοινὸν τῶν Ἀκαρνάνων εἶπεν ὡς, εἰ μὴ παυσάμενοι τῆς πρὸς Βοιωτοὺς καὶ Ἀθηναίους συμμαχίας ἑαυτοὺς καὶ τοὺς συμμάχους αἱρήσονται,2 δῃώσει πᾶσαν τὴν γῆν αὐτῶν ἐφεξῆς καὶ παραλείψει οὐδέν.
阿格西劳斯率军渡海后,乡间的阿卡纳尼亚人全都逃入设防的城邑,所有的牲畜也退避至深远地带,以免被大军掠取。阿格西劳斯一抵达敌国边界,便遣使前往斯特拉托斯,向阿卡纳尼亚同盟传话称:除非他们终止与维奥蒂亚人和雅典人的同盟,转而选择自己及其盟友,否则他将逐一蹂躏他们的全部土地,寸草不留。
ἐπεὶ δὲ οὐκ ἐπείθοντο, οὕτως ἐποίει, καὶ κόπτων συνεχῶς τὴν χώραν οὐ προῄει πλέον τῆς ἡμέρας ἢ δέκα ἢ δώδεκα σταδίων. οἱ μὲν οὖν Ἀκαρνᾶνες, ἡγησάμενοι ἀσφαλὲς εἶναι διὰ τὴν βραδυτῆτα τοῦ στρατεύματος, τά τε βοσκήματα κατεβίβαζον ἐκ τῶν ὀρῶν καὶ τῆς χώρας τὰ πλεῖστα εἰργάζοντο.
在对方拒绝遵从后,他便照此付诸实施。他虽然持续不断地破坏田野,但每日推进的距离不过十至十二斯塔德。因此,阿卡纳尼亚人因见敌军行动迟缓而自以为十分安全,不仅将牲畜从山上赶下来,还耕作了国内的大部分土地。
ἐπεὶ δὲ ἐδόκουν τῷ Ἀγησιλάῳ πάνυ ἤδη θαρρεῖν, ἡμέρᾳ πέμπτῃ ἢ ἕκτῃ καὶ δεκάτῃ ἀφʼ ἧς εἰσέβαλε, θυσάμενος πρῲ διεπορεύθη πρὸ δείλης ἑξήκοντα καὶ ἑκατὸν στάδια ἐπὶ τὴν λίμνην περὶ ἣν τὰ βοσκήματα τῶν Ἀκαρνάνων σχεδὸν πάντα ἦν, καὶ ἔλαβε παμπλήθη καὶ βουκόλια καὶ ἱπποφόρβια καὶ ἄλλα παντοδαπὰ βοσκήματα καὶ ἀνδράποδα πολλά. λαβὼν δὲ καὶ μείνας αὐτοῦ τὴν ἐπιοῦσαν ἡμέραν διεπώλει τὰ αἰχμάλωτα.
当阿格西劳斯看出他们已彻底放松戒备时,在他入侵后的第十五或第十六天,他清晨献祭之后,在黄昏前疾行了一百六十斯塔德,直奔阿卡纳尼亚人几乎所有牲畜聚集的湖畔,俘获了极多群的牛马、各类杂畜以及大量奴隶。获取这些之后,他在当地停留,于次日把战利品拍卖变现。
τῶν μέντοι Ἀκαρνάνων πολλοὶ πελτασταὶ ἦλθον, καὶ πρὸς τῷ ὄρει σκηνοῦντος τοῦ Ἀγησιλάου βάλλοντες καὶ σφενδονῶντες ἀπὸ τῆς ἀκρωνυχίας τοῦ ὄρους ἔπασχον μὲν οὐδέν, κατεβίβασαν δὲ εἰς τὸ ὁμαλὲς τὸ στρατόπεδον,3 καίπερ ἤδη περὶ δεῖπνον παρασκευαζόμενον. εἰς δὲ τὴν νύκτα οἱ μὲν Ἀκαρνᾶνες ἀπῆλθον, οἱ δὲ στρατιῶται φυλακὰς καταστησάμενοι ἐκάθευδον.
然而,许多阿卡纳尼亚轻盾兵闻讯赶来,趁着阿格西劳斯依山扎营之际,从山脊峭壁向下投掷标枪、施放投石。轻盾兵自身毫发无损,却逼迫已经开始准备晚餐的敌营全军退入平原地带。入夜后,阿卡纳尼亚人退去,士兵们布设哨位后便入睡了。
- 4.6.2ἀλλʼ ἢ ἐάσαντες τὸν ἐν Πελοποννήσῳ πόλεμον διαβάντες πάντες πολεμήσομεν Ἀκαρνᾶσί τε καὶ τοῖς συμμάχοις αὐτῶν, ἢ εἰρήνην ποιησόμεθα ὁποίαν ἄν τινα δυνώμεθα
承接前文的否定主句(οὐκ ἂν οὖν δυναίμεθα... ἀντέχειν),转折连词 ἀλλʼ(=ἀλλά,“而是/相反”)引出了由 ἢ ... ἤ(“要么……要么……”)连接的两个将来直陈式动词(πολεμήσομεν, ποιησόμεθα)。整句表示我方将无法坚持下去,而是“要么(1)放弃伯罗奔尼撒的战事倾全力渡海作战,要么(2)去谋求任何可能达成的和约”。
- 4.6.4ἑαυτοὺς καὶ τοὺς συμμάχους αἱρήσονται
在 ὡς 引出的间接引语中,反身代词 ἑαυτούς 作为间接反身代词,指代发话主体阿格西劳斯及其本国(斯巴达方面)。中动相动词 αἱρέομαι 在此处意为“选择……作为同盟/倒向……”。因此该短语意为“(放弃维奥蒂亚和雅典后)转而选择他们(阿格西劳斯及斯巴达人)及其盟友”。
- 4.6.7κατεβίβασαν δὲ εἰς τὸ ὁμαλὲς τὸ στρατόπεδον
动词 κατεβίβασαν 作及物/使役动词使用(意为“使……下移、迫使……退下”),其直接宾语为 τὸ στρατόπεδον(“阵营/全军”)。指阿卡纳尼亚轻盾兵凭借制高点的远程打击,迫使正于山麓扎营的阿格西劳斯全军放弃高处阵地,退至开阔平原地带。
