← 色诺芬

希腊史

§4.5.13-4.5.19

伊菲克拉特斯歼灭斯巴达连队与阿格西劳斯撤兵

伊菲克拉特斯统领的轻盾兵部队伏击并全歼了回撤的斯巴达连队,阿格西劳斯随后满怀屈辱地率残部撤兵回国。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5.13

οἱ δʼ ἐκ τῶν Κορινθίων ἄστεως, Καλλίας τε ὁ Ἱππονίκου, τῶν Ἀθηναίων ὁπλιτῶν στρατηγῶν, καὶ Ἰφικράτης, τῶν πελταστῶν ἄρχων, καθορῶντες αὐτοὺς καὶ οὐ πολλοὺς ὄντας καὶ ἐρήμους καὶ πελταστῶν καὶ ἱππέων, ἐνόμισαν ἀσφαλὲς εἶναι ἐπιθέσθαι αὐτοῖς τῷ πελταστικῷ. εἰ μὲν γὰρ πορεύοιντο τῇ ὁδῷ, ἀκοντιζομένους ἂν αὐτοὺς εἰς τὰ γυμνὰ ἀπόλλυσθαι· εἰ δʼ ἐπιχειροῖεν διώκειν, ῥᾳδίως ἂν ἀποφυγεῖν πελτασταῖς τοῖς ἐλαφροτάτοις τοὺς ὁπλίτας.1

与此同时,在科林斯城内,雅典重装步兵统帅希波尼科斯之子卡利亚斯和轻盾兵统帅伊菲克拉特斯,见斯巴达人人数不多,且既无轻盾兵又无骑兵护卫,便认为出动轻盾部队向其发起进攻是十拿九稳的。因为他们料想,斯巴达人若继续沿路前行,必会在暴露的侧翼遭受标枪投射而遭歼灭;若试图追击,最轻捷的轻盾兵也能轻而易举地甩脱重装步兵。

§4.5.14

γνόντες δὲ ταῦτα ἐξάγουσι. καὶ ὁ μὲν Καλλίας παρέταξε τοὺς ὁπλίτας οὐ πόρρω τῆς πόλεως, ὁ δὲ Ἰφικράτης λαβὼν τοὺς πελταστὰς ἐπέθετο τῇ μόρᾳ. οἱ δὲ Λακεδαιμόνιοι ἐπεὶ ἠκοντίζοντο καὶ ὁ μέν τις ἐτέτρωτο, ὁ δὲ καὶ ἐπεπτώκει, τούτους μὲν ἐκέλευον τοὺς ὑπασπιστὰς ἀραμένους ἀποφέρειν εἰς Λέχαιον· καὶ οὗτοι μόνοι τῆς μόρας τῇ ἀληθείᾳ ἐσώθησαν· ὁ δὲ πολέμαρχος ἐκέλευσε τὰ δέκα ἀφʼ ἥβης2 ἀποδιῶξαι τοὺς προειρημένους.

二人打定主意,随即率军出城。卡利亚斯将重装步兵布防在距城不远之处,伊菲克拉特斯则率领轻盾兵向斯巴达连队发起猛攻。拉刻代蒙人遭到标枪射击,有人负伤,甚至有人阵亡,他们便命令持盾侍从抬起这些人送回莱哈翁;而这批人竟成了整支连队中唯一真正生还者。军长随后命令成年后十个兵役阶层的士兵前去追击驱散前述敌军。

§4.5.15

ὡς δὲ ἐδίωκον, ᾕρουν τε οὐδένα ἐξ ἀκοντίου βολῆς ὁπλῖται ὄντες πελταστάς· καὶ γὰρ ἀναχωρεῖν αὐτοὺς ἐκέλευε, πρὶν τοὺς ὁπλίτας ὁμοῦ γίγνεσθαι· ἐπεὶ δὲ ἀνεχώρουν ἐσπαρμένοι, ἅτε διώξαντες ὡς τάχους ἕκαστος εἶχεν, ἀναστρέφοντες οἱ περὶ τὸν Ἰφικράτην, οἵ τε ἐκ τοῦ ἐναντίου πάλιν ἠκόντιζον καὶ ἄλλοι ἐκ πλαγίου παραθέοντες εἰς τὰ γυμνά. καὶ εὐθὺς μὲν ἐπὶ τῇ πρώτῃ διώξει κατηκόντιζον ἐννέα ἢ δέκα αὐτῶν. ὡς δὲ τοῦτο ἐγένετο, πολὺ ἤδη θρασύτερον ἐπέκειντο.

然而当他们追击时,身为重装步兵的他们根本抓不住处在标枪投掷距离的轻盾兵;因为伊菲克拉特斯早在重装步兵逼近前就已下令后退。而当斯巴达人因各自以最快速度追赶而散乱地撤退时,伊菲克拉特斯的部下便回身反扑,有的从正面重新投掷标枪,有的从侧翼飞奔并射击其暴露的躯干。在第一次追击中,他们当场就掷死了九或十人。此事一发生,轻盾兵的逼攻变得更加大胆。

§4.5.16

ἐπεὶ δὲ κακῶς ἔπασχον, πάλιν ἐκέλευσεν ὁ πολέμαρχος διώκειν τὰ πεντεκαίδεκα ἀφʼ ἥβης. ἀναχωροῦντες δὲ ἔτι πλείους αὐτῶν ἢ τὸ πρῶτον ἔπεσον. ἤδη δὲ τῶν βελτίστων ἀπολωλότων, οἱ ἱππεῖς αὐτοῖς παραγίγνονται καὶ σὺν τούτοις αὖθις δίωξιν ἐποιήσαντο. ὡς δʼ ἐνέκλιναν οἱ πελτασταί, ἐν τούτῳ κακῶς οἱ ἱππεῖς ἐπέθεντο· οὐ γὰρ ἕως ἀπέκτεινάν τινας αὐτῶν ἐδίωξαν, ἀλλὰ σὺν τοῖς ἐκδρόμοις ἰσομέτωποι καὶ ἐδίωκον καὶ ἐπέστρεφον. ποιοῦντες δὲ καὶ πάσχοντες τὰ ὅμοια τούτοις καὶ αὖθις, αὐτοὶ μὲν ἀεὶ ἐλάττους τε καὶ μαλακώτεροι ἐγίγνοντο, οἱ δὲ πολέμιοι θρασύτεροί τε καὶ ἀεὶ πλείους οἱ ἐγχειροῦντες.

由于死伤惨重,军长再次下令成年后十五个兵役阶层的士兵发起追击。但在撤退途中,倒下的士兵比第一次还要多。待精锐几乎损失殆尽时,骑兵部队终于赶到,他们便协同骑兵再次组织追击。但当轻盾兵后撤时,骑兵的进攻配合得十分糟糕:因为他们并未追击到斩杀敌人的程度,而是与前冲的奔步兵保持平齐的战线一同追逐,又一同回撤。如此一再做着同样的事并遭受同样的打击,斯巴达人士卒日减、士气日益低落,而敌军却愈发凶悍,前赴后继进攻者越来越多。

§4.5.17

ἀποροῦντες δὴ συνίστανται ἐπὶ βραχύν τινα γήλοφον, ἀπέχοντα τῆς μὲν θαλάττης ὡς δύο στάδια, τοῦ δὲ Λεχαίου ὡς ἓξ ἢ ἑπτὰ καὶ δέκα στάδια. αἰσθόμενοι δʼ οἱ ἀπὸ τοῦ Λεχαίου, εἰσβάντες εἰς πλοιάρια παρέπλεον, ἕως ἐγένοντο κατὰ τὸν γήλοφον. οἱ δʼ ἀποροῦντες ἤδη, ὅτι ἔπασχον μὲν κακῶς καὶ ἀπέθνῃσκον, ποιεῖν δὲ οὐδὲν ἐδύναντο, πρὸς τούτοις δὲ ὁρῶντες καὶ τοὺς ὁπλίτας ἐπιόντας, ἐγκλίνουσι. καὶ οἱ μὲν ἐμπίπτουσιν αὐτῶν εἰς τὴν θάλατταν, ὀλίγοι δέ τινες μετὰ τῶν ἱππέων εἰς Λέχαιον ἐσώθησαν. ἐν πάσαις δὲ ταῖς μάχαις καὶ τῇ φυγῇ ἀπέθανον περὶ πεντήκοντα καὶ διακοσίους.

走投无路之下,他们退守至一座矮丘上,该处距离大海约两斯塔德,距离莱哈翁约十六至十七斯塔德。莱哈翁的守军察觉后,登上小船沿岸航行,直至停靠在该矮丘附近的海面。但斯巴达人此时已陷入绝境,他们伤亡惨重却无力还手,加之看到敌方重装步兵正逼近而来,顿时阵线崩溃瓦解。其中一部分人跳入海中,只有极少数人同骑兵一道逃回莱哈翁获救。在历次交锋与溃逃中,战死者约二百五十人。

§4.5.18

καὶ ταῦτα μὲν οὕτως ἐπέπρακτο. ἐκ δὲ τούτου ὁ Ἀγησίλαος τὴν μὲν σφαλεῖσαν μόραν ἔχων ἀπῄει, ἄλλην δὲ κατέλιπεν ἐν τῷ Λεχαίῳ. διιὼν δὲ ἐπʼ οἴκου ὡς μὲν ἐδύνατο ὀψιαίτατα κατήγετο εἰς τὰς πόλεις, ὡς δʼ ἐδύνατο πρῳαίτατα ἐξωρμᾶτο. παρὰ δὲ Μαντίνειαν ἐξ Ὀρχομενοῦ ὄρθρου ἀναστὰς ἔτι σκοταῖος παρῆλθεν. οὕτω χαλεπῶς ἂν ἐδόκουν οἱ στρατιῶται τοὺς Μαντινέας ἐφηδομένους τῷ δυστυχήματι θεάσασθαι.3

这桩变故的经过便是如此。此后,阿格西劳斯带着受挫残存的连队返程,并在莱哈翁留下了另一支连队。在回国途中,他进驻各城的时间尽量推迟到极晚,拔营出发则尽量提前到极早。路过曼提尼亚时,他黎明时分从奥尔科墨诺斯出发,趁着天色未明便疾驰而过;因为士兵们若看到曼提尼亚人对自己的不幸幸灾乐祸,被认为将难以忍受这种痛苦。

§4.5.19

ἐκ τούτου δὲ μάλα καὶ τἆλλα ἐπετύγχανεν Ἰφικράτης. καθεστηκότων γὰρ φρουρῶν ἐν Σιδοῦντι μὲν καὶ Κρομμυῶνι ὑπὸ Πραξίτου, ὅτε ἐκεῖνος εἷλε ταῦτα τὰ τείχη, ἐν Οἰνόῃ δὲ ὑπὸ Ἀγησιλάου, ὅτεπερ τὸ Πείραιον ἑάλω, πάνθʼ εἷλε ταῦτα τὰ χωρία. τὸ μέντοι Λέχαιον ἐφρούρουν οἱ Λακεδαιμόνιοι καὶ οἱ σύμμαχοι. οἱ φυγάδες δὲ τῶν Κορινθίων, οὐκέτι πεζῇ παριόντες ἐκ Σικυῶνος διὰ τὴν τῆς μόρας δυστυχίαν, ἀλλὰ παραπλέοντες καὶ ἐντεῦθεν ὁρμώμενοι πράγματα εἶχόν τε καὶ παρεῖχον τοῖς ἐν τῷ ἄστει.

此后,伊菲克拉特斯在其他军事行动中也大获全胜。普拉克西塔斯在攻占西杜斯和克罗缪翁城堡时曾在此派驻守军,阿格西劳斯在攻克佩拉翁时也曾在奥伊诺埃派驻守军,而伊菲克拉特斯将这些据点尽数拔除。不过莱哈翁仍由拉刻代蒙人及其盟友驻守。而科林斯流亡者因那支连队的覆灭惨败,不再经由陆路由西库翁往来,而是乘船沿着海岸通行并以此为据点活动,这给他们自身带来诸多劳苦,也给城内的敌对派制造了无尽的麻烦。

语法注3 条
  1. 4.5.13ῥᾳδίως ἂν ἀποφυγεῖν πελτασταῖς τοῖς ἐλαφροτάτοις τοὺς ὁπλίτας

    间接引语中带有 ἄν 的潜在不定式结构。与格短语 πελτασταῖς τοῖς ἐλαφροτάτοις 用作评价副词 ῥᾳδίως 支配下的利益/关系与格(意即“对于最轻捷的轻盾兵而言是容易的”),作为不定式 ἀποφυγεῖν 的逻辑主语,而宾格 τοὺς ὁπλίτας 则是动词 ἀποφεύγω 的直接宾语。

  2. 4.5.14τὰ δέκα ἀφʼ ἥβης

    斯巴达军制中指代兵役年龄梯队的习惯表达,意为“从成年起算十个阶层的士兵”。斯巴达公民通常于20岁成年并开始服兵役,因此这指的是20至29岁最年轻、行动最敏捷的十个年级的重装步兵。后文的 τὰ πεντεκαίδεκα ἀφʼ ἥβης 则指20至34岁的服役阶层。

  3. 4.5.18οὕτω χαλεπῶς ἂν ἐδόκουν οἱ στρατιῶται τοὺς Μαντινέας ἐφηδομένους τῷ δυστυχήματι θεάσασθαι

    动词 δοκέω 的人称句构(personal construction):主语 οἱ στρατιῶται 与动词 ἐδόκουν 一致,而虚词 ἄν 在语法上修饰不定式 θεάσασθαι,表潜在或反事实的推测,相当于无人称结构 ἐδόκει ἄν(“看来士兵们若看到曼提尼亚人幸灾乐祸,将会极难忍受”)。分词 ἐφηδομένους 充当 θεάσασθαι 的补充成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.5.13-4.5.19