- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.5.7-4.5.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿格西劳斯闻讯斯巴达一支连队在莱哈翁遭歼灭,仓促出击,得知阵亡者遗体已收殓后折返;他在威慑态度转变的波奥提亚使节后,叙述转向追溯该连队在护送阿密克莱人途中招致惨败的起因。
ἔτι δὲ καθημένου Ἀγησιλάου καὶ ἐοικότος ἀγαλλομένῳ τοῖς πεπραγμένοις, ἱππεύς τις προσήλαυνε καὶ μάλα ἰσχυρῶς ἱδρῶντι τῷ ἵππῳ. ὑπὸ πολλῶν δὲ ἐρωτώμενος ὅ τι ἀγγέλλοι, οὐδενὶ ἀπεκρίνατο, ἀλλʼ ἐπειδὴ ἐγγὺς ἦν τοῦ Ἀγησιλάου, καθαλόμενος ἀπὸ τοῦ ἵππου καὶ προσδραμὼν αὐτῷ μάλα σκυθρωπὸς ὢν λέγει τὸ τῆς ἐν Λεχαίῳ μόρας πάθος. ὁ δʼ ὡς ἤκουσεν, εὐθύς τε ἐκ τῆς ἕδρας ἀνεπήδησε καὶ τὸ δόρυ ἔλαβε καὶ πολεμάρχους καὶ πεντηκοντῆρας καὶ ξεναγοὺς καλεῖν τὸν κήρυκα ἐκέλευεν.
正当阿格西劳斯依旧端坐、并显得为所取得的战果洋洋自得之际,一名骑兵策马狂奔而至,战马大汗淋漓。众人纷纷向他询问带来了什么消息,他却概不回答,直到来到阿格西劳斯跟前,才跃下马来,满面悲戚地飞奔至他身旁,报告了驻莱哈翁的连队遭受覆灭的噩耗。阿格西劳斯一听,立刻从座位上跃起,执起长矛,命令传令官召集军长们、五十夫长们和同盟军指挥官们。
ὡς δὲ συνέδραμον οὗτοι, τοῖς μὲν ἄλλοις εἶπεν, οὐ γάρ πω ἠριστοποίηντο, ἐμφαγοῦσιν ὅ τι δύναιντο ἥκειν τὴν ταχίστην, αὐτὸς δὲ σὺν τοῖς περὶ δαμοσίαν1 ὑφηγεῖτο ἀνάριστος. καὶ οἱ δορυφόροι τὰ ὅπλα ἔχοντες παρηκολούθουν σπουδῇ, τοῦ μὲν ὑφηγουμένου, τῶν δὲ μετιόντων. ἤδη δʼ ἐκπεπερακότος αὐτοῦ τὰ θερμὰ εἰς τὸ πλατὺ τοῦ Λεχαίου, προσελάσαντες ἱππεῖς τρεῖς ἀγγέλλουσιν ὅτι οἱ νεκροὶ ἀνῃρημένοι εἴησαν. ὁ δʼ ἐπεὶ τοῦτο ἤκουσε, θέσθαι κελεύσας τὰ ὅπλα καὶ ὀλίγον χρόνον ἀναπαύσας, ἀπῆγε πάλιν τὸ στράτευμα ἐπὶ τὸ Ἥραιον· τῇ δʼ ὑστεραίᾳ τὰ αἰχμάλωτα διετίθετο.
待这些人聚拢后,他便吩咐其他人——因为他们尚未用过午饭——抓紧吃点能吃的东西尽快跟上,自己则带领公室幕僚未进午饭便先行出发。卫士们持戈紧随其后,一方在前引路,一方在后急追。然而,当他已穿过温泉进入莱哈翁平原时,三名骑兵驰马而来,报告战死者的尸体已被收殓。他一得知此事,便命令部队放下武器稍作休整,随后率军折回赫拉神庙;次日,他着手处置这批战俘。
οἱ δὲ πρέσβεις τῶν Βοιωτῶν προσκληθέντες καὶ ἐρωτώμενοι ὅ τι ἥκοιεν, περὶ μὲν τῆς εἰρήνης οὐκέτι ἐμέμνηντο, εἶπον δὲ ὅτι εἰ μή τι κωλύοι βούλοιντο εἰς ἄστυ πρὸς τοὺς σφετέρους στρατιώτας παρελθεῖν. ὁ δʼ ἐπιγελάσας· ἀλλʼ οἶδα μέν, ἔφη, ὅτι οὐ τοὺς στρατιώτας ἰδεῖν βούλεσθε, ἀλλὰ τὸ εὐτύχημα τῶν φίλων ὑμῶν θεάσασθαι πόσον τι γεγένηται. περιμείνατε οὖν, ἔφη· ἐγὼ γὰρ ὑμᾶς αὐτὸς ἄξω, καὶ μᾶλλον μετʼ ἐμοῦ ὄντες γνώσεσθε ποῖόν τι τὸ γεγενημένον ἐστί.
波奥提亚的使节被召见并询问其来意时,便不再提及和平之事,而是声称若无阻碍,他们希望能进城前往本国士兵那里。阿格西劳斯冷笑着说:“然而我深知,你们并非想探望那些士兵,而是想亲眼看看你们的朋友获得了何等巨大的侥幸胜利。那么就等一等吧;我将亲自带你们前去,你们同我一道,反而更能看清究竟发生了何事。”
καὶ οὐκ ἐψεύσατο, ἀλλὰ τῇ ὑστεραίᾳ θυσάμενος ἦγε πρὸς τὴν πόλιν τὸ στράτευμα. καὶ τὸ μὲν τροπαῖον οὐ κατέβαλεν, εἰ δέ τι ἦν λοιπὸν δένδρον, κόπτων καὶ κάων ἐπεδείκνυεν ὡς οὐδεὶς ἀντεξῄει. ταῦτα δὲ ποιήσας ἐστρατοπεδεύσατο περὶ τὸ Λέχαιον· καὶ τοὺς Θηβαίων μέντοι πρέσβεις εἰς μὲν τὸ ἄστυ οὐκ ἀνῆκε, κατὰ θάλατταν δὲ εἰς Κρεῦσιν ἀπέπεμψεν. ἅτε δὲ ἀήθους τοῖς Λακεδαιμονίοις γεγενημένης τῆς τοιαύτης συμφορᾶς, πολὺ πένθος ἦν κατὰ τὸ Λακωνικὸν στράτευμα, πλὴν ὅσων ἐτέθνασαν ἐν χώρᾳ ἢ υἱοὶ ἢ πατέρες ἢ ἀδελφοί·2 οὗτοι δʼ ὥσπερ νικηφόροι λαμπροὶ καὶ ἀγαλλόμενοι τῷ οἰκείῳ πάθει περιῇσαν.
他言出必行,次日献祭之后便率军直逼该城。他虽未推倒战胜纪念碑,但凡有残存的树木便尽行砍伐焚烧,以此表明无人敢出城迎战。完成这些后,他在莱哈翁附近扎营;然而他并未允许底比斯使节进城,而是从海路将他们送往克瑞乌西斯。由于此类灾难对拉刻代蒙人而言实属罕见,拉科尼亚全军上下笼罩着巨大的悲痛,唯有那些儿子、父亲或兄弟在战斗岗位上阵亡的人例外;这些人宛如得胜者一般容光焕发,以自家的不幸为傲,神色轩昂地四处行走。
ἐγένετο δὲ τὸ τῆς μόρας πάθος τοιῷδε τρόπῳ. οἱ Ἀμυκλαῖοι ἀεί ποτε ἀπέρχονται εἰς τὰ Ὑακίνθια ἐπὶ τὸν παιᾶνα, ἐάν τε στρατοπεδευόμενοι τυγχάνωσιν ἐάν τε ἄλλως πως ἀποδημοῦντες. καὶ τότε δὴ τοὺς ἐκ πάσης τῆς στρατιᾶς Ἀμυκλαίους κατέλιπε μὲν Ἀγησίλαος ἐν Λεχαίῳ. ὁ δʼ ἐκεῖ φρουρῶν πολέμαρχος τοὺς μὲν ἀπὸ τῶν συμμάχων φρουροὺς παρέταξε φυλάττειν τὸ τεῖχος, αὐτὸς δὲ σὺν τῇ τῶν ὁπλιτῶν καὶ τῇ τῶν ἱππέων μόρᾳ παρὰ τὴν πόλιν τῶν Κορινθίων τοὺς Ἀμυκλαιεῖς παρῆγεν.
那支连队的覆灭经过如下。阿密克莱人无论适逢从军驻营还是因其他缘故客居在外,历来都要在许阿钦提亚节回乡齐唱赞歌。当时,阿格西劳斯便将全军中的阿密克莱人留在了莱哈翁。在那里负责卫戍的军长安排来自盟军的卫队守卫城墙,自己则率领重装步兵与骑兵连队护送阿密克莱人越过科林斯城下。
ἐπεὶ δὲ ἀπεῖχον ὅσον εἴκοσιν ἢ τριάκοντα σταδίους τοῦ Σικυῶνος, ὁ μὲν πολέμαρχος σὺν τοῖς ὁπλίταις οὖσιν ὡς ἑξακοσίοις ἀπῄει πάλιν ἐπὶ τὸ Λέχαιον, τὸν δʼ ἱππαρμοστὴν ἐκέλευσε σὺν τῇ τῶν ἱππέων μόρᾳ, ἐπεὶ προπέμψειαν τοὺς Ἀμυκλαιεῖς μέχρι ὁπόσου αὐτοὶ κελεύοιεν, μεταδιώκειν.3 καὶ ὅτι μὲν πολλοὶ ἦσαν ἐν τῇ Κορίνθῳ καὶ πελτασταὶ καὶ ὁπλῖται οὐδὲν ἠγνόουν· κατεφρόνουν δὲ διὰ τὰς ἔμπροσθεν τύχας μηδένα ἂν ἐπιχειρῆσαι σφίσιν.4
当他们距离西库翁约二十至三十斯塔德时,军长便率领约六百名重装步兵折返莱哈翁,同时命令骑兵长官率领骑兵连队在将阿密克莱人护送到对方要求的距离后,立即追赶前来汇合。他们绝非不知道科林斯城内驻有大量轻盾兵和重装步兵;但因先前的顺遂,他们心存轻慢,以为绝无人敢向他们发起进攻。
- 4.5.8τοῖς περὶ δαμοσίαν
斯巴达的制度性专有名词,指“国王的公室幕僚/亲近侍从”。在斯巴达方言中,δαμοσία(即公室/官营)指代国王的随军本部;οἱ περὶ δαμοσίαν特指与国王共餐并协助军政事务的参谋与随员。
- 4.5.10πλὴν ὅσων ἐτέθνασαν ἐν χώρᾳ ἢ υἱοὶ ἢ πατέρες ἢ ἀδελφοί
关系代词ὅσων作所有格属格修饰后文的主语“儿子、父亲或兄弟”,其前省略了介词πλὴν所要求的属格先行词(τούτων),意为“除了那些其子、父或兄弟阵亡的人以外”。此外,短语ἐν χώρᾳ(字面为“在岗位上”)为固定用法,指坚守战线、死于阵位而非溃逃。
- 4.5.12ἐπεὶ προπέμψειαν τοὺς Ἀμυκλαιεῖς μέχρι ὁπόσου αὐτοὶ κελεύοιεν, μεταδιώκειν
间接引语(间接命令)结构。在由主动词ἐκέλευσε统辖的时间从句中,直接引语中原有的“连接法+ἄν”(如 ἐπειδὰν προπέμψητε…)在过去时主动词支配下转变为间接引语祈愿法(προπέμψειαν 与 κελεύοιεν)。
- 4.5.12κατεφρόνουν δὲ διὰ τὰς ἔμπροσθεν τύχας μηδένα ἂν ἐπιχειρῆσαι σφίσιν
动词καταφρονέω在此充当表达轻视与自信推测的动词,统辖带ἄν的宾格不定词短语,代表直接引语中的潜在判断(μηδεὶς ἂν ἐπιχειρήσειε,“绝无人会进攻他们”)。此处使用否定词μή而非οὐ,符合这类表示期望、自信的动词后接不定词的文法惯例。
