← 色诺芬

希腊史

§4.5.1-4.5.6

阿格西劳斯保护地峡赛会并占领珀拉翁

阿格西劳斯再度进军科林斯并主持地峡运动会,通过伪装撤退引诱敌军分流,随后攻克珀拉翁与俄诺厄并缴获大量物资与战俘,傲慢地轻视了波奥提亚前来讲和的使团。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5.1

ἐκ δὲ τούτου Λακεδαιμόνιοι ἀκούοντες τῶν φευγόντων ὅτι οἱ ἐν τῇ πόλει πάντα μὲν τὰ βοσκήματα ἔχοιεν καὶ σῴζοιντο ἐν τῷ Πειραίῳ, πολλοὶ δὲ τρέφοιντο αὐτόθεν, στρατεύουσι πάλιν εἰς τὴν Κόρινθον, Ἀγησιλάου καὶ τότε ἡγουμένου. καὶ πρῶτον μὲν ἦλθεν εἰς Ἰσθμόν· καὶ γὰρ ἦν ὁ μὴν ἐν ᾧ Ἴσθμια γίγνεται, καὶ οἱ Ἀργεῖοι αὐτοῦ ἐτύγχανον τότε ποιοῦντες τὴν θυσίαν τῷ Ποσειδῶνι, ὡς Ἄργους τῆς Κορίνθου ὄντος.1 ὡς δʼ ᾔσθοντο προσιόντα τὸν Ἀγησίλαον, καταλιπόντες καὶ τὰ τεθυμένα καὶ τὰ ἀριστοποιούμενα μάλα σὺν πολλῷ φόβῳ ἀπεχώρουν εἰς τὸ ἄστυ κατὰ τὴν ἐπὶ Κεγχρείας ὁδόν.

在此之后,拉刻代蒙人从流亡者处得知,城内之人将所有的牲畜都妥善安置在珀拉翁,且有许多人正依赖那里的物资为生,于是再度发兵进攻科林斯,此次依然由阿格西劳斯统领。他首先到达地峡;因为此时适逢举办地峡运动会的月份,阿尔戈斯人当时正好在那里向波塞冬献祭,仿佛科林斯已归阿尔戈斯所有一般。然而,他们一察觉阿格西劳斯逼近,便丢下祭品与正在准备的早饭,满怀恐惧地沿着通往肯克瑞埃的道路退回城内。

§4.5.2

ὁ μέντοι Ἀγησίλαος ἐκείνους μὲν καίπερ ὁρῶν οὐκ ἐδίωκε, κατασκηνήσας δὲ ἐν τῷ ἱερῷ αὐτός τε τῷ θεῷ ἔθυε καὶ περιέμενεν, ἕως οἱ φυγάδες τῶν Κορινθίων ἐποίησαν τῷ Ποσειδῶνι τὴν θυσίαν καὶ τὸν ἀγῶνα. ἐποίησαν δὲ καὶ οἱ Ἀργεῖοι ἀπελθόντος Ἀγησιλάου ἐξ ἀρχῆς πάλιν Ἴσθμια. καὶ ἐκείνῳ τῷ ἔτει ἔστι μὲν ἃ τῶν ἄθλων δὶς ἕκαστος ἐνικήθη, ἔστι δὲ ἃ δὶς οἱ αὐτοὶ ἐκηρύχθησαν.2

然而阿格西劳斯虽望见他们,却并未追击,而是驻扎在圣域内,不仅亲自向神献祭,更一直守候到科林斯流亡者为波塞冬完成献祭并举行了竞技会为止。在阿格西劳斯离去后,阿尔戈斯人亦从头重新举行了地峡运动会。于是在那一年,在某些竞赛项目中,同一人遭遇了两次败北,而在另一些项目中,同一些人则两次被宣告为获胜者。

§4.5.3

τῇ δὲ τετάρτῃ ἡμέρᾳ ὁ Ἀγησίλαος ἦγε πρὸς τὸ Πείραιον τὸ στράτευμα. ἰδὼν δὲ ὑπὸ πολλῶν φυλαττόμενον, ἀπεχώρησε μετʼ ἄριστον πρὸς τὸ ἄστυ, ὡς προδιδομένης τῆς πόλεως·3 ὥστε οἱ Κορίνθιοι δείσαντες μὴ προδιδοῖτο ὑπό τινων ἡ πόλις, μετεπέμψαντο τὸν Ἰφικράτην σὺν τοῖς πλείστοις τῶν πελταστῶν. αἰσθόμενος δὲ ὁ Ἀγησίλαος τῆς νυκτὸς παρεληλυθότας αὐτούς, ὑποστρέψας ἅμα τῇ ἡμέρᾳ εἰς τὸ Πείραιον ἦγε. καὶ αὐτὸς μὲν κατὰ τὰ θερμὰ προῄει, μόραν δὲ κατὰ τὸ ἀκρότατον ἀνεβίβασε. καὶ ταύτην μὲν τὴν νύκτα ὁ μὲν πρὸς ταῖς θέρμαις ἐστρατοπεδεύετο, ἡ δὲ μόρα τὰ ἄκρα κατέχουσα ἐνυκτέρευσεν.

到了第四天,阿格西劳斯率军进逼珀拉翁。但见其守备森严,便在午饭后引兵向科林斯城撤退,伪装成城中有人内应献城的样子;以至于科林斯人唯恐城池遭人出卖,便召来了伊菲克拉特斯及其麾下的大部分轻盾兵。阿格西劳斯察觉到他们在夜间穿行进城,便在黎明时分折返,直扑珀拉翁。他本人沿温泉一带推进,同时派遣一支连队登上海拔最高的山巅。那晚他本人在温泉旁扎营,而该连队则控制着制高点过夜。

§4.5.4

ἔνθα δὴ καὶ ὁ Ἀγησίλαος μικρῷ καιρίῳ δʼ ἐνθυμήματι ηὐδοκίμησε. τῶν γὰρ τῇ μόρᾳ φερόντων τὰ σιτία οὐδενὸς πῦρ εἰσενεγκόντος, ψύχους δὲ ὄντος διά τε τὸ πάνυ ἐφʼ ὑψηλοῦ εἶναι καὶ διὰ τὸ γενέσθαι ὕδωρ καὶ χάλαζαν πρὸς τὴν ἑσπέραν, καὶ ἀνεβεβήκεσαν δὲ ἔχοντες οἷα δὴ θέρους σπειρία, ῥιγούντων δʼ αὐτῶν καὶ ἐν σκότῳ ἀθύμως πρὸς τὸ δεῖπνον ἐχόντων, πέμπει ὁ Ἀγησίλαος οὐκ ἔλαττον δέκα φέροντας πῦρ ἐν χύτραις. ἐπειδὴ δὲ ἀνέβησαν ἄλλος ἄλλῃ, καὶ πολλὰ καὶ μεγάλα πυρὰ ἐγένετο, ἅτε πολλῆς ὕλης παρούσης, πάντες μὲν ἠλείφοντο, πολλοὶ δὲ καὶ ἐδείπνησαν ἐξ ἀρχῆς. φανερὸς δὲ ἐγένετο καὶ ὁ νεὼς τοῦ Ποσειδῶνος ταύτῃ τῇ νυκτὶ καόμενος· ὑφʼ ὅτου δʼ ἐνεπρήσθη οὐδεὶς οἶδεν.

在此,阿格西劳斯又因一次细微却极合时宜的机智之举而赢得赞誉。因为为连队运送给养的人谁也没有携带火种,而由于地势极高,加之傍晚降下了暴雨与冰雹,天气严寒,况且士兵们登山时身着夏日单薄衣裳,在黑暗中冻得瑟瑟发抖且无心进食晚餐;阿格西劳斯见状便派遣了不下十人用罐子装载火种送上山去。当他们各自从不同路径攀上山顶,且由于薪柴充裕而燃起了多处巨大篝火后,所有士兵都涂抹油脂暖身,许多人亦重新吃上了晚饭。在同一夜里,波塞冬神庙被发现起火燃烧,但无人知晓究竟是何人纵火。

§4.5.5

ἐπεὶ δὲ ᾔσθοντο οἱ ἐν τῷ Πειραίῳ τὰ ἄκρα ἐχόμενα, ἐπὶ μὲν τὸ ἀμύνασθαι οὐκέτι ἐτράποντο, εἰς δὲ τὸ Ἥραιον κατέφυγον καὶ ἄνδρες καὶ γυναῖκες καὶ δοῦλοι καὶ ἐλεύθεροι καὶ τῶν βοσκημάτων τὰ πλεῖστα. καὶ Ἀγησίλαος μὲν δὴ σὺν τῷ στρατεύματι παρὰ θάλατταν ἐπορεύετο· ἡ δὲ μόρα ἅμα καταβαίνουσα ἀπὸ τῶν ἄκρων Οἰνόην τὸ ἐντετειχισμένον τεῖχος αἱρεῖ, καὶ τὰ ἐνόντα ἔλαβε, καὶ πάντες δὲ οἱ στρατιῶται ἐν ταύτῃ τῇ ἡμέρᾳ πολλὰ τὰ ἐπιτήδεια ἐκ τῶν χωρίων ἐλάμβανον. οἱ δʼ ἐν τῷ Ἡραίῳ καταπεφευγότες ἐξῇσαν, ἐπιτρέψοντες Ἀγησιλάῳ γνῶναι ὅ τι βούλοιτο περὶ σφῶν. ὁ δʼ ἔγνω, ὅσοι μὲν τῶν σφαγέων ἦσαν, παραδοῦναι αὐτοὺς τοῖς φυγάσι, τὰ δʼ ἄλλα πάντα πραθῆναι.

在珀拉翁的人发觉高地失守后,便不再组织抵抗,而是逃入赫拉神庙避难,男人与女人、奴隶与自由民,以及大部分牲畜均在其中。阿格西劳斯随后率军沿海岸行进;与此同时,那支连队从高处顺势而下,攻占了设防堡垒俄诺厄,夺取了其中的积蓄,当日所有士兵亦从乡野间获得了丰厚的补给物资。逃入赫拉神庙避难的人走了出来,听凭阿格西劳斯对其命运作出任何裁决。他裁定:凡参与屠杀者一律交由流亡者处置,其余一切均予变卖。

§4.5.6

ἐκ τούτου δὲ ἐξῄει μὲν ἐκ τοῦ Ἡραίου πάμπολλα τὰ αἰχμάλωτα· πρεσβεῖαι δὲ ἄλλοθέν τε πολλαὶ παρῆσαν καὶ ἐκ Βοιωτῶν ἧκον ἐρησόμενοι τί ἂν ποιοῦντες εἰρήνης τύχοιεν. ὁ δὲ Ἀγησίλαος μάλα μεγαλοφρόνως τούτους μὲν οὐδʼ ὁρᾶν ἐδόκει, καίπερ Φάρακος τοῦ προξένου παρεστηκότος αὐτοῖς, ὅπως προσαγάγοι· καθήμενος δʼ ἐπὶ τοῦ περὶ τὴν λίμνην κυκλοτεροῦς οἰκοδομήματος ἐθεώρει πολλὰ τὰ ἐξαγόμενα. τῶν δὲ Λακεδαιμονίων ἀπὸ τῶν ὅπλων4 σὺν τοῖς δόρασι παρηκολούθουν φύλακες τῶν αἰχμαλώτων, μάλα ὑπὸ τῶν παρόντων θεωρούμενοι· οἱ γὰρ εὐτυχοῦντες καὶ κρατοῦντες ἀεί πως ἀξιοθέατοι δοκοῦσιν εἶναι.

由此,极多的战俘从赫拉神庙中被押解出来;来自各地的许多使团亦在场,其中波奥提亚人亦遣使前来询问应当如何行事方能获致和平。然而阿格西劳斯态度极其倨傲,仿佛根本没有看见他们一般,尽管外邦代理人法拉克斯就侍立在他们身旁意欲引见;他只坐在环湖的圆形建筑上,审视着被押解出来的浩大俘虏群。来自营地的拉刻代蒙守卫手执长矛押解着战俘,引得在场众人极其注目;因为那些顺遂而得胜之人,不知何故总显得令人瞩目。

语法注4 条
  1. 4.5.1ὡς Ἄργους τῆς Κορίνθου ὄντος

    带有连词 ὡς 的独立属格结构。主语为 ἡ Κόρινθος,表语名词为 Ἄργος。ὡς 表示施事者(阿尔戈斯人)的主观主张或借口(“仿佛科林斯属于阿尔戈斯一般”),反映了当时两城邦政治合并(sympoliteia)的背景。

  2. 4.5.2ἔστι μὲν ἃ τῶν ἄθλων δὶς ἕκαστος ἐνικήθη, ἔστι δὲ ἃ δὶς οἱ αὐτοὶ ἐκηρύχθησαν

    习惯表达 ἔστιν ἃ 相当于不定代词 ἔνια(“某些”),其中单数动词 ἔστι 保持不变。关系代词 ἃ 作为表示竞赛项目的副词性对格(或内涵对格)修饰被动语态动词(ἐνικήθη 与 ἐκηρύχθησαν)。整句意为“在比赛项目中,有的项目同一个人两次落败,有的项目同一批人两次被宣告获胜”。

  3. 4.5.3ὡς προδιδομένης τῆς πόλεως

    带有 ὡς 的独立属格结构,表示主句主语阿格西劳斯有意制造的假象或佯攻策略(“伪装成该城正遭背叛献出一样”)。这一佯动作战直接引发了紧随其后由 ὥστε... δείσαντες μὴ προδιδοῖτο 所引导的科林斯人的恐惧与应对。

  4. 4.5.6ἀπὸ τῶν ὅπλων

    名词 τὰ ὅπλα 在军事语境中不仅指单件武器,亦常指“营地、重装步兵兵器放置处/扎营区”。因此 ἀπὸ τῶν ὅπλων 意为“从军营中(派出)”,指从营地派遣出来负责押解战俘的卫兵。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.5.1-4.5.6