← 色诺芬

希腊史

§4.4.13-4.4.19

长墙的重建与阿格西劳斯再次攻占

普拉克西塔斯拆毁部分长墙并巩固据点后,战事转入驻军守备与雇佣兵交战,伊菲克拉特斯在各地展开劫掠。雅典人迅速重修了长墙,但阿格西劳斯在劫掠阿尔戈斯后回师攻克了重建的长墙,其兄弟忒勒乌提阿斯亦在海上建功。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4.13

μετὰ μὲν τοίνυν τοῦτο οἱ μὲν Κορίνθιοι καὶ Ἀργεῖοι τοὺς νεκροὺς ὑποσπόνδους ἀπήγοντο, οἱ δὲ σύμμαχοι τῶν Λακεδαιμονίων ἐβοήθουν. ἐπεὶ δὲ ἡθροίσθησαν, ἔγνω Πραξίτας πρῶτον μὲν τῶν τειχῶν καθελεῖν1 ὥστε δίοδον στρατοπέδῳ ἱκανὴν εἶναι, ἔπειτα δʼ ἀναλαβὼν τὸ στράτευμα ἦγε τὴν ἐπὶ Μέγαρα,2 καὶ αἱρεῖ προσβαλὼν πρῶτον μὲν Σιδοῦντα, ἔπειτα δὲ Κρομμυῶνα. καὶ ἐν τούτοις τοῖς τείχεσι καταστήσας φρουροὺς τοὔμπαλιν ἐπορεύετο· καὶ τειχίσας Ἐπιείκειαν, ἵνα φρούριον εἴη πρὸ τῆς φιλίας τοῖς συμμάχοις, οὕτω διαφῆκε τὸ στράτευμα, καὶ αὐτὸς τὴν ἐπὶ Λακεδαίμονα ἀπεχώρει.

在此之后,科林斯人与阿尔戈斯人根据休战协定收回了阵亡者的尸体,而拉刻代蒙人的同盟军则赶来驰援。当同盟军会合后,普拉克西塔斯决定首先拆毁一部分长墙,以便为军队留出充足的通道;随后他率领全军沿通往墨伽拉的道路进发,发起进攻,先攻克了西杜斯,继而攻占了克罗米翁。他在这些要塞派驻了守军后折返;又筑起埃庇厄克亚要塞,作为同盟诸城在友邦领土前沿的屏障,随后便解散了军队,他本人亦沿通往拉刻代蒙的道路撤回。

§4.4.14

ἐκ δὲ τούτου στρατιαὶ μὲν μεγάλαι ἑκατέρων διεπέπαυντο, φρουροὺς δὲ πέμπουσαι αἱ πόλεις, αἱ μὲν εἰς Κόρινθον, αἱ δὲ εἰς Σικυῶνα, ἐφύλαττον τὰ τείχη· μισθοφόρους γε μὴν ἑκάτεροι ἔχοντες διὰ τούτων ἐρρωμένως ἐπολέμουν.

自此以后,双方的大规模军队均停止了行动,各城邦派出驻军,或往科林斯,或往西库翁,守卫着城墙;然而双方都拥有雇佣兵,并借助他们展开激烈的战斗。

§4.4.15

ἔνθα δὴ καὶ Ἰφικράτης εἰς Φλειοῦντα ἐμβαλὼν καὶ ἐνεδρευσάμενος, ὀλίγοις δὲ λεηλατῶν, βοηθησάντων τῶν ἐκ τῆς πόλεως ἀφυλάκτως, ἀπέκτεινε τοσούτους ὥστε καὶ τοὺς Λακεδαιμονίους πρόσθεν οὐ δεχόμενοι εἰς τὸ τεῖχος οἱ Φλειάσιοι, φοβούμενοι μὴ τοὺς φάσκοντας ἐπὶ λακωνισμῷ φεύγειν κατάγοιεν,3 τότε οὕτω κατεπλάγησαν τοὺς ἐκ Κορίνθου ὥστε μετεπέμψαντό τε τοὺς Λακεδαιμονίους, καὶ τὴν πόλιν καὶ τὴν ἄκραν φυλάττειν αὐτοῖς παρέδωκαν. οἱ μέντοι Λακεδαιμόνιοι, καίπερ εὐνοϊκῶς ἔχοντες τοῖς φυγάσιν, ὅσον χρόνον εἶχον αὐτῶν τὴν πόλιν, οὐδʼ ἐμνήσθησαν παντάπασι περὶ καθόδου φυγάδων, ἀλλʼ ἐπεὶ ἀναθαρρῆσαι ἐδόκει ἡ πόλις, ἐξῆλθον καὶ τὴν πόλιν καὶ τοὺς νόμους παραδόντες οἵανπερ καὶ παρέλαβον.

其间,伊菲克拉特斯侵入弗利翁斯境内设下伏兵,仅带少数士兵进行劫掠;城中之人疏于防备出城救援,他便斩杀了极多敌军,以至于弗利翁斯人——他们此前因害怕拉刻代蒙人会恢复那些自称因亲拉刻代蒙而流亡者的地位,而拒不接纳拉刻代蒙人进城——此时对来自科林斯的敌军惊恐万分,竟遣使请来拉刻代蒙人,将城池与卫城交付给他们驻守。然而拉刻代蒙人虽对流亡者心怀好感,在驻守该城的整段期间,却对流亡者返乡一事绝口不提;当该城似乎恢复了勇气之后,他们便撤离而去,将城池与法律原封不动地交还,正如他们接手时一样。

§4.4.16

οἱ δʼ αὖ περὶ τὸν Ἰφικράτην πολλαχόσε καὶ τῆς Ἀρκαδίας ἐμβαλόντες ἐλεηλάτουν τε καὶ προσέβαλλον πρὸς τὰ τείχη· ἔξω γὰρ οἱ τῶν Ἀρκάδων ὁπλῖται παντάπασιν οὐκ ἀντεξῇσαν· οὕτω τοὺς πελταστὰς ἐπεφόβηντο. τοὺς μέντοι Λακεδαιμονίους οὕτως αὖ οἱ πελτασταὶ ἐδεδίεσαν ὡς ἐντὸς ἀκοντίσματος οὐ προσῇσαν τοῖς ὁπλίταις· ἤδη γάρ ποτε καὶ ἐκ τοσούτου διώξαντες οἱ νεώτεροι τῶν Λακεδαιμονίων ἑλόντες ἀπέκτεινάν τινας αὐτῶν.

另一方面,伊菲克拉特斯麾下的部队亦多次侵入阿卡迪亚各地进行劫掠,并攻击其城塞;阿卡迪亚的重装步兵因对轻盾兵极为恐惧,根本不敢出城迎战。然而轻盾兵反过来又极其惧怕拉刻代蒙人,以至于不敢接近重装步兵至标枪射程之内;因为此前拉刻代蒙军中的青年士兵曾从这样的距离发起追击,追上并斩杀过他们中的一些人。

§4.4.17

καταφρονοῦντες δὲ οἱ Λακεδαιμόνιοι τῶν πελταστῶν, ἔτι μᾶλλον τῶν ἑαυτῶν συμμάχων κατεφρόνουν· καὶ γὰρ οἱ Μαντινεῖς βοηθήσαντές ποτε, ἐπεκδραμόντες πελτασταῖς ἐκ τοῦ ἐπὶ Λέχαιον τείνοντος τείχους, ἀκοντιζόμενοι ἐνέκλινάν τε καὶ ἀπέθανόν τινες αὐτῶν φεύγοντες· ὥστε οἱ μὲν Λακεδαιμόνιοι καὶ ἐπισκώπτειν ἐτόλμων ὡς οἱ σύμμαχοι φοβοῖντο τοὺς πελταστὰς ὥσπερ μορμόνας παιδάρια. αὐτοὶ δὲ ἐκ τοῦ Λεχαίου ὁρμώμενοι σὺν μόρᾳ καὶ τοῖς Κορινθίων φυγάσι κύκλῳ περὶ τὸ ἄστυ τῶν Κορινθίων ἐστρατεύοντο·

拉刻代蒙人轻视轻盾兵,但更为鄙视他们自己的盟友;因为曾有一次,曼提尼亚人前去救援,从通向勒开翁的长墙处冲向轻盾兵,却在标枪的掷击下溃退,其中一些人在逃跑中丧命;因此拉刻代蒙人甚至敢于嘲笑说,盟友害怕轻盾兵,就像小孩子害怕怪物一样。他们自己则以勒开翁为据点,率领一支连队与科林斯流亡者,在科林斯城郊一带展开军事行动。

§4.4.18

οἱ δʼ αὖ Ἀθηναῖοι φοβούμενοι τὴν ῥώμην τῶν Λακεδαιμονίων, μὴ ἐπεὶ τὰ μακρὰ τείχη τῶν Κορινθίων διῄρητο, ἔλθοιεν ἐπὶ σφᾶς, ἡγήσαντο κράτιστον εἶναι ἀνατειχίσαι τὰ διῃρημένα ὑπὸ Πραξίτα τείχη. καὶ ἐλθόντες πανδημεὶ μετὰ λιθολόγων καὶ τεκτόνων τὸ μὲν πρὸς Σικυῶνος καὶ πρὸς ἑσπέρας ἐν ὀλίγαις ἡμέραις πάνυ καλὸν ἐξετείχισαν, τὸ δὲ ἑῷον μᾶλλον κατὰ ἡσυχίαν ἐτείχιζον.

雅典人则惧怕拉刻代蒙人的强盛,担心科林斯的长墙既已被毁,敌军会进逼本国,因而认为最好的办法是重建被普拉克西塔斯拆毁的长墙。他们率领石匠和木匠倾巢而出,在短短数日内便将面向西库翁和西侧的一段修筑得极为坚固,东侧的一段则较为从容地进行修筑。

§4.4.19

οἱ δʼ αὖ Λακεδαιμόνιοι ἐνθυμηθέντες τοὺς Ἀργείους τὰ μὲν οἴκοι καρπουμένους, ἡδομένους δὲ τῷ πολέμῳ, στρατεύουσιν ἐπʼ αὐτούς. Ἀγησίλαος δʼ ἡγεῖτο, καὶ δῃώσας πᾶσαν αὐτῶν τὴν χώραν, εὐθὺς ἐκεῖθεν ὑπερβαλὼν κατὰ Τενέαν εἰς Κόρινθον αἱρεῖ τὰ ἀνοικοδομηθέντα ὑπὸ τῶν Ἀθηναίων τείχη. παρεγένετο δὲ αὐτῷ καὶ ἁδελφὸς Τελευτίας κατὰ θάλατταν, ἔχων τριήρεις περὶ δώδεκα· ὥστε μακαρίζεσθαι αὐτῶν τὴν μητέρα, ὅτι τῇ αὐτῇ ἡμέρᾳ ὧν ἔτεκεν ὁ μὲν κατὰ γῆν τὰ τείχη τῶν πολεμίων, ὁ δὲ κατὰ θάλατταν τὰς ναῦς καὶ τὰ νεώρια ᾕρηκε.4 καὶ τότε μὲν ταῦτα πράξας ὁ Ἀγησίλαος τό τε τῶν συμμάχων στράτευμα διῆκε καὶ τὸ πολιτικὸν οἴκαδε ἀπήγαγεν.

拉刻代蒙人考虑到阿尔戈斯人在本土坐享收成,且乐于见到战事持续,遂发兵进攻他们。由阿格西劳斯统率大军,在彻底蹂躏了阿尔戈斯的整片国土后,随即从那里经由忒涅亚翻山进入科林斯境内,夺取了雅典人重建的城墙。他的兄弟忒勒乌提阿斯亦率领约十二艘三列桨战船从海上赶来支援;以至于他们的母亲受到称羡,因为在同一天里,她所生的儿子中,一人在陆上攻克了敌人的城墙,另一人则在海上夺取了战船与船坞。阿格西劳斯在当时完成了这些战果后,便解散了同盟军,率领本国公民军返回故乡。

语法注4 条
  1. 4.4.13τῶν τειχῶν καθελεῖν

    τῶν τειχῶν 为部分格(partitive genitive),充当 καθελεῖν 的宾语,表示拆毁“长墙的一部分”,而非将整座城墙全部拆除。

  2. 4.4.13τὴν ἐπὶ Μέγαρα

    习惯用法,阴性单数宾格定冠词 τὴν 之后省略了名词 ὁδόν(道路),意为“沿通往墨伽拉的道路进发”。后文中的 τὴν ἐπὶ Λακεδαίμονα 亦属同类省略结构。

  3. 4.4.15φοβούμενοι μὴ τοὺς φάσκοντας ἐπὶ λακωνισμῷ φεύγειν κατάγοιεν

    由表示担忧的动词(φοβούμενοι)所引导的 μή 从句。因主句为历史时态语境(分词 οὐ δεχόμενοι 隐含过去未完成体),故采用祈愿式 κατάγοιεν 而非虚拟式。

  4. 4.4.19ὧν ἔτεκεν ὁ μὲν κατὰ γῆν τὰ τείχη τῶν πολεμίων, ὁ δὲ κατὰ θάλατταν τὰς ναῦς καὶ τὰ νεώρια ᾕρηκε

    ὧν 既可解释为关系代词宾格(οὕς)受省略的先行词(τούτων)影响而发生的属格同化(attraction),亦可视为由 ὁ μέν ... ὁ δέ 所支配的部分属格(“在她所生下的儿子之中,一人……另一人……”)。句尾的 ᾕρηκε 为完成时,在 ὅτι 引导的陈述从句中表述既成战果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.4.13-4.4.19