- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.4.8-4.4.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普拉克西塔斯率领拉刻代蒙军在内应策应下进入通往莱哈翁的长墙,并迎击前来的阿尔戈斯与科林斯联军。突破西库翁人防线的阿尔戈斯军遭到斯巴达军与科林斯流亡者的前后夹击,遭受毁灭性的大屠杀。
ἐπεὶ δὲ τὼ ἄνδρε καὶ κατὰ τύχην καὶ κατʼ ἐπιμέλειαν ἐγενέσθην φύλακε κατὰ τὰς πύλας ταύτας ἔνθαπερ τὸ τροπαῖον ἕστηκεν, οὕτω δὴ ἔχων ὁ Πραξίτας ἔρχεται τήν τε μόραν καὶ Σικυωνίους καὶ Κορινθίων ὅσοι φυγάδες ὄντες ἐτύγχανον. ἐπεὶ δʼ ἦν πρὸς ταῖς πύλαις, φοβούμενος τὴν εἴσοδον, ἐβουλήθη τῶν πιστῶν ἄνδρα εἰσπέμψαι σκεψόμενον τὰ ἔνδον. τὼ δὲ εἰσηγαγέτην καὶ οὕτως ἁπλῶς ἀπεδειξάτην ὥστε ὁ εἰσελθὼν ἐξήγγειλε πάντα εἶναι ἀδόλως οἷάπερ ἐλεγέτην.
当这二人既凭机缘又经刻意谋划,恰好成为了战功碑矗立的那座城门的守卫时,普拉克西塔斯便率领着他的连队、西库翁人以及所有碰巧流亡在外的科林斯人前去。当他靠近城门时,因对进入城内有所顾忌,便想派出一名心腹之人先行入内探察虚实。二人将那人领进城中,并如此毫无隐瞒地展示了一切,以至于那名进城者回报称,一切皆如二人所言,毫无欺诈。
ἐκ τούτου δʼ εἰσέρχεται. ὡς δὲ πολὺ διεχόντων τῶν τειχῶν ἀπʼ ἀλλήλων παραταττόμενοι ὀλίγοι ἑαυτοῖς ἔδοξαν εἶναι, σταύρωμά τʼ ἐποιήσαντο καὶ τάφρον οἵαν ἐδύναντο πρὸ αὑτῶν, ἕως δὴ οἱ σύμμαχοι βοηθήσοιεν αὐτοῖς. ἦν δὲ καὶ ὄπισθεν αὐτῶν ἐν τῷ λιμένι Βοιωτῶν φυλακή. τὴν μὲν οὖν ἐπὶ τῇ νυκτὶ ᾗ εἰσῆλθον ἡμέραν ἄμαχοι διήγαγον· τῇ δʼ ὑστεραίᾳ ἧκον οἱ Ἀργεῖοι πασσυδίᾳ βοηθοῦντες· καὶ εὑρόντες τεταγμένους Λακεδαιμονίους μὲν ἐπὶ τῷ δεξιῷ ἑαυτῶν, Σικυωνίους δὲ ἐχομένους, Κορινθίων δὲ τοὺς φυγάδας ὡς πεντήκοντα καὶ ἑκατὸν πρὸς τῷ ἑῴῳ τείχει, ἀντιτάττονται ἐχόμενοι τοῦ ἑῴου τείχους οἱ περὶ Ἰφικράτην μισθοφόροι, πρὸς δὲ τούτοις Ἀργεῖοι· εὐώνυμον δʼ εἶχον αὐτοῖς Κορίνθιοι οἱ ἐκ τῆς πόλεως.
于是普拉克西塔斯率军进入。然而由于两道长墙相距甚远,当他们列阵时便自感兵力单薄,于是在同盟军赶来增援之前,在己方阵前筑起了尽其所能的木栅和壕沟。而在他们背后,港口中驻有一支维奥蒂亚人的守备队。入城当夜过后的那个白日,他们未经历战斗;但次日,阿尔戈斯人全军出动前来救援。他们发现拉刻代蒙人列于其右翼,紧挨着他们的是西库翁人,靠近东墙处约有一百五十名科林斯流亡者;与他们相对,伊菲克拉特斯麾下的雇佣兵沿东墙列阵,紧邻他们的是阿尔戈斯人,而来自城中的科林斯人则占据了他们的左翼。
καταφρονήσαντες δὲ τῷ πλήθει εὐθὺς ἐχώρουν· καὶ τοὺς μὲν Σικυωνίους ἐκράτησαν καὶ διασπάσαντες τὸ σταύρωμα ἐδίωκον ἐπὶ θάλατταν, καὶ ἐκεῖ πολλοὺς αὐτῶν ἀπέκτειναν. Πασίμαχος δὲ ὁ ἱππαρμοστής, ἔχων ἱππέας οὐ πολλούς, ὡς ἑώρα τοὺς Σικυωνίους πιεζομένους, καταδήσας ἀπὸ δένδρων τοὺς ἵππους, καὶ ἀφελόμενος τὰς ἀσπίδας αὐτῶν,1 μετὰ τῶν ἐθελόντων ᾔει ἐναντίον τοῖς Ἀργείοις. οἱ δὲ Ἀργεῖοι ὁρῶντες τὰ σίγμα τὰ ἐπὶ τῶν ἀσπίδων, ὡς Σικυωνίους οὐδὲν ἐφοβοῦντο. ἔνθα δὴ λέγεται εἰπὼν ὁ Πασίμαχος· ναὶ τὼ σιώ, ὦ Ἀργεῖοι, ψευσεῖ ὑμὲ τὰ σίγμα ταῦτα,2 χωρεῖν ὁμόσε· καὶ οὕτω μαχόμενος μετʼ ὀλίγων πρὸς πολλοὺς ἀποθνῄσκει καὶ ἄλλοι τῶν περὶ αὐτόν.
他们依仗人多势众,轻视敌手,立刻发起冲击;他们压制了西库翁人,冲垮了木栅,将其向海边追击,并在那里斩杀了许多西库翁人。骑兵指挥官帕西马霍斯麾下仅有少数骑兵,他见西库翁人陷入苦战,便将马匹系于树上,取下西库翁人的盾牌,率领自愿跟随者迎向阿尔戈斯人。阿尔戈斯人望见盾牌上的西格玛(Σ)字母,以为是西库翁人,便毫无畏惧。据说此时帕西马霍斯高呼道:“凭双子二神起誓,阿尔戈斯人啊,这些西格玛必将欺骗你们!”随后贴身搏杀;他与少数人对抗多数人,如此力战阵亡,其身旁部属亦有数人牺牲。
οἱ μέντοι φυγάδες τῶν Κορινθίων νικῶντες τοὺς καθʼ αὑτοὺς διέδυσαν ἄνω, καὶ ἐγένοντο ἐγγὺς τοῦ περὶ τὸ ἄστυ κύκλου· οἱ δʼ αὖ Λακεδαιμόνιοι ὡς ᾔσθοντο κρατούμενα τὰ κατὰ τοὺς Σικυωνίους, βοηθοῦσιν ἐξελθόντες, ἐν ἀριστερᾷ ἔχοντες τὸ σταύρωμα. οἵ γε μὴν Ἀργεῖοι ἐπεὶ ἤκουσαν ὄπισθεν ὄντας τοὺς Λακεδαιμονίους, στραφέντες δρόμῳ πάλιν ἐκ τοῦ σταυρώματος ἐξέπιπτον. καὶ οἱ μὲν ἐν δεξιᾷ ἔσχατοι αὐτῶν παιόμενοι εἰς τὰ γυμνὰ ὑπὸ τῶν Λακεδαιμονίων ἀπέθνῃσκον, οἱ δὲ πρὸς τῷ τείχει ἁθρόοι σὺν πολλῷ ὄχλῳ πρὸς τὴν πόλιν ἀπεχώρουν. ὡς δʼ ἐνέτυχον τοῖς φυγάσι τῶν Κορινθίων, καὶ ἔγνωσαν πολεμίους ὄντας, ἀπέκλιναν πάλιν. ἐνταῦθα μέντοι οἱ μὲν κατὰ τὰς κλίμακας ἀναβαίνοντες ἥλλοντο κατὰ τοῦ τείχους καὶ διεφθείροντο, οἱ δὲ περὶ τὰς κλίμακας ὠθούμενοι καὶ παιόμενοι ἀπέθνῃσκον, οἱ δὲ καὶ καταπατούμενοι ὑπʼ ἀλλήλων ἀπεπνίγοντο.
然而科林斯流亡者击溃了当面之敌,向内直插而上,逼近了城池环形防线一带。而拉刻代蒙人察觉到西库翁人所在战线溃败,便以木栅置于左侧,出栅驰援。阿尔戈斯人闻知拉刻代蒙人出现在身后,便转身飞奔,再次冲出木栅。处于他们最右翼之人被拉刻代蒙人击中无盾牌遮蔽的侧腹而倒毙,靠近长墙之人则汇成巨大人群密集地向城内撤退。但当他们迎面撞上科林斯流亡者并认出是敌军时,又再次折返。在此绝境中,有人顺着梯子攀爬,从墙上跳下坠死;有人在梯子周围被推搡击打而殒命;还有人相互践踏而窒息身亡。
οἱ δὲ Λακεδαιμόνιοι οὐκ ἠπόρουν τίνα ἀποκτείνοιεν· ἔδωκε γὰρ τότε γε ὁ θεὸς αὐτοῖς ἔργον οἷον οὐδʼ ηὔξαντό ποτʼ ἄν. τὸ γὰρ ἐγχειρισθῆναι αὐτοῖς πολεμίων πλῆθος πεφοβημένον, ἐκπεπληγμένον, τὰ γυμνὰ παρέχον, ἐπὶ τὸ μάχεσθαι οὐδένα τρεπόμενον, εἰς δὲ τὸ ἀπόλλυσθαι πάντας πάντα ὑπηρετοῦντας, πῶς οὐκ ἄν τις θεῖον ἡγήσαιτο;3 τότε γοῦν οὕτως ἐν ὀλίγῳ πολλοὶ ἔπεσον ὥστε εἰθισμένοι ὁρᾶν οἱ ἄνθρωποι σωροὺς σίτου, ξύλων, λίθων, τότε ἐθεάσαντο σωροὺς νεκρῶν. ἀπέθανον δὲ καὶ οἱ ἐν τῷ λιμένι τῶν Βοιωτῶν φύλακες, οἱ μὲν ἐπὶ τῶν τειχῶν, οἱ δὲ ἐπὶ τὰ τέγη τῶν νεωσοίκων ἀναβάντες.
拉刻代蒙人不愁该杀何人;因为此时神祇赐予了他们一份哪怕在祈祷中也未曾奢求过的战果。成群结队的敌人惊恐万状、魂飞魄散、暴露着无防护的侧身、无一人转战迎敌,且人人都在各方面自取灭亡——面对这样被交付于自己手中的大群敌军,怎能不让人视之为神迹?当时在极小范围内阵亡者如此之多,以至于平时看惯了堆积如山的谷物、木材、石块的人们,此刻目睹了堆积如山的尸首。港口中的维奥蒂亚守备兵亦全军覆没,有的死在城墙上,有的则是在爬上船坞屋顶后被击杀。
- 4.4.10ἀφελόμενος τὰς ἀσπίδας αὐτῶν
此处代词 αὐτῶν 的指代对象存在两种可能:指代前文溃败的“西库翁人”,或指代帕西马霍斯身边的“骑兵们”。结合后文明确提到盾牌上绘有代表西库翁的西格玛(Σ)字母、且导致阿尔戈斯人误以为他们是西库翁人这一情节,αὐτῶν 必指那些溃逃或阵亡西库翁人的盾牌,而非其麾下骑兵原有的盾牌。
- 4.4.10ναὶ τὼ σιώ, ὦ Ἀργεῖοι, ψευσεῖ ὑμὲ τὰ σίγμα ταῦτα
帕西马霍斯的誓言系以斯巴达的多利斯方言引述。τὼ σιώ 相当于雅典方言的 τὼ θεώ(双数宾格,指狄俄斯库里兄弟卡斯托耳与波鲁克斯,用于誓愿);动词形式 ψευσεῖ 为多利斯方言将来时(相当于雅典方言的 ψεύσει),主语为 τὰ σίγμα ταῦτα;ὑμέ 则是多利斯方言宾格代词,相当于雅典方言的 ὑμᾶς。
- 4.4.12τὸ γὰρ ἐγχειρισθῆναι αὐτοῖς πολεμίων πλῆθος πεφοβημένον, ἐκπεπληγμένον, τὰ γυμνὰ παρέχον, ἐπὶ τὸ μάχεσθαι οὐδένα τρεπόμενον, εἰς δὲ τὸ ἀπόλλυσθαι πάντας πάντα ὑπηρετοῦντας, πῶς οὐκ ἄν τις θεῖον ἡγήσαιτο;
带冠词不定式短语 τὸ ... ἐγχειρισθῆναι(成群的敌人被交托于他们手中)置于句首,作为后文反问句 πῶς οὐκ ἄν τις θεῖον ἡγήσαιτο;(怎能不视之为神明所为?)的直接宾语(或前置的话题化受格)。不定式 ἐγχειρισθῆναι 的逻辑主语为 πολεμίων πλῆθος,修饰它的分词 πεφοβημένον、ἐκπεπληγμένον、παρέχον、τρεπόμενον 均为中性单数,而最后的 ὑπηρετοῦντας 则因集合名词 πλῆθος 的内在复数含义而依照意义一致原则(constructio ad sensum)采用了复数形式。
