← 色诺芬

希腊史

§4.4.1-4.4.7

科林斯内讧与向斯巴达通敌

阿格西劳斯撤离后的科林斯战争中,主张和平的科林斯名流在节日期间遭亲底比斯与阿尔戈斯派惨烈屠杀。幸存的年轻人在一度退守阿克罗科林斯后虽有部分归家,但因难忍城邦被兼并于阿尔戈斯,两名公民密谋引斯巴达指挥官普拉克西塔斯攻入长墙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4.1

μετὰ τοῦτό γε μὴν ἀφείθη μὲν κατὰ πόλεις τὸ ἄλλο στράτευμα, ἀπέπλευσε δὲ καὶ ὁ Ἀγησίλαος ἐπʼ οἴκου. ἐκ δὲ τούτου ἐπολέμουν Ἀθηναῖοι μὲν καὶ Βοιωτοὶ καὶ Ἀργεῖοι καὶ οἱ σύμμαχοι αὐτῶν ἐκ Κορίνθου ὁρμώμενοι, Λακεδαιμόνιοι δὲ καὶ οἱ σύμμαχοι ἐκ Σικυῶνος. ὁρῶντες δʼ οἱ Κορίνθιοι ἑαυτῶν μὲν καὶ τὴν χώραν δῃουμένην καὶ ἀποθνῄσκοντας διὰ τὸ ἀεὶ τῶν πολεμίων ἐγγὺς εἶναι, τοὺς δʼ ἄλλους συμμάχους καὶ αὐτοὺς ἐν εἰρήνῃ ὄντας καὶ τὰς χώρας αὐτῶν ἐνεργοὺς οὔσας, οἱ πλεῖστοι καὶ βέλτιστοι αὐτῶν εἰρήνης ἐπεθύμησαν, καὶ συνιστάμενοι ἐδίδασκον ταῦτα ἀλλήλους.

此后,其余部队各自遣散回城,阿格西劳斯亦乘船启程回国。自此,雅典人、维奥蒂亚人、阿尔戈斯人及其盟友以科林斯为据点作战,而拉刻代蒙人及其盟友则以西库翁为据点开展行动。科林斯人见自己的国土遭受蹂躏,且因敌人常在眼前而伤亡不断,然而其他盟友不仅自身安享和平,其土地亦照常耕作,于是他们当中人数最多且最优秀的公民开始渴望和平,并在聚会中相互商讨劝说。

§4.4.2

γνόντες δʼ οἱ Ἀργεῖοι καὶ Ἀθηναῖοι καὶ Βοιωτοὶ καὶ Κορινθίων οἵ τε τῶν παρὰ βασιλέως χρημάτων μετεσχηκότες καὶ οἱ τοῦ πολέμου αἰτιώτατοι γεγενημένοι ὡς εἰ μὴ ἐκποδὼν ποιήσοιντο τοὺς ἐπὶ τὴν εἰρήνην τετραμμένους, κινδυνεύσει πάλιν ἡ πόλις λακωνίσαι, οὕτω δὴ σφαγὰς ἐπεχείρουν ποιεῖσθαι. καὶ πρῶτον μὲν τὸ πάντων ἀνοσιώτατον ἐβουλεύσαντο· οἱ μὲν γὰρ ἄλλοι, κἂν νόμῳ τις καταγνωσθῇ, οὐκ ἀποκτιννύουσιν ἐν ἑορτῇ· ἐκεῖνοι δʼ Εὐκλείων τὴν τελευταίαν προείλοντο, ὅτι πλείους ἂν ᾤοντο λαβεῖν ἐν τῇ ἀγορᾷ, ὥστε ἀποκτεῖναι.1

阿尔戈斯人、雅典人、维奥蒂亚人,以及科林斯人中那些分得波斯王金钱者和发动战争的罪魁祸首们察觉到,若不除掉倾向和平之人,城邦恐将再次倒向斯巴达,于是他们着手策划一场屠杀。他们首先谋划了一项最为不敬之举;因为其他人即便是依律被判死刑者,亦不在节日期间行刑,而他们却挑选了欧克勒亚节的最后一日,以为在集市中可以捕获更多的人加以杀害。

§4.4.3

ὡς δʼ ἐσημάνθη οἷς εἴρητο οὓς ἔδει ἀποκτεῖναι, σπασάμενοι τὰ ξίφη ἔπαιον τὸν μέν τινα συνεστηκότα ἐν κύκλῳ, τὸν δὲ καθήμενον, τὸν δέ τινα ἐν θεάτρῳ, ἔστι δʼ ὃν καὶ κριτὴν καθήμενον. ὡς δʼ ἐγνώσθη τὸ πρᾶγμα, εὐθὺς ἔφευγον οἱ βέλτιστοι, οἱ μὲν πρὸς τὰ ἀγάλματα τῶν ἐν τῇ ἀγορᾷ θεῶν, οἱ δʼ ἐπὶ τοὺς βωμούς· ἔνθα δὴ οἱ ἀνοσιώτατοι καὶ παντάπασιν οὐδὲν νόμιμον φρονοῦντες, οἵ τε κελεύοντες καὶ οἱ πειθόμενοι, ἔσφαττον καὶ πρὸς τοῖς ἱεροῖς, ὥστʼ ἐνίους καὶ τῶν οὐ τυπτομένων, νομίμων δʼ ἀνθρώπων, ἀδημονῆσαι τὰς ψυχὰς ἰδόντας τὴν ἀσέβειαν.2

当信号向已被告知该杀何人者发出后,他们拔出利剑,有的刺杀正聚集成圈交谈之人,有的刺杀坐着的人,有的刺杀剧场中的人,甚至有人刺杀正坐着担任裁判之人。惨事传开后,最优秀的公民们立刻逃散,有的奔向集市中诸神的神像,有的奔向祭坛;在此情形下,那些毫无敬畏法度之心的极恶之人,无论是下令者还是遵奉者,竟在圣所旁公然屠戮,以致就连未遭袭击的守法之辈中也有一些人,目睹这等大逆不道之举,内心惊骇沮丧不已。

§4.4.4

ἀποθνῄσκουσι δʼ οὕτω τῶν μὲν πρεσβυτέρων πολλοί· μᾶλλον γὰρ ἔτυχον ἐν τῇ ἀγορᾷ ὄντες· οἱ δὲ νεώτεροι, ὑποπτεύσαντος Πασιμήλου τὸ μέλλον ἔσεσθαι, ἡσυχίαν ἔσχον ἐν τῷ Κρανείῳ. ὡς δὲ τῆς κραυγῆς ᾔσθοντο, καὶ φεύγοντές τινες ἐκ τοῦ πράγματος ἀφίκοντο πρὸς αὐτούς, ἐκ τούτου ἀναδραμόντες κατὰ τὸν Ἀκροκόρινθον, προσβαλόντας μὲν Ἀργείους καὶ τοὺς ἄλλους ἀπεκρούσαντο·

年长者中许多人便如此丧命,因为他们更多正巧身处集市之中;而年轻一代因帕西墨洛斯预料到将有变故,皆在克拉内翁保持平静戒备。然而当他们听闻呼喊声,且有一些逃离险境者奔抵他们身边时,他们便沿阿克罗科林斯向上奔去,击退了前来进攻的阿尔戈斯人及其他人。

§4.4.5

βουλευομένων δὲ τί χρὴ ποιεῖν, πίπτει τὸ κιόκρανον ἀπό του κίονος οὔτε σεισμοῦ οὔτε ἀνέμου γενομένου. καὶ θυομένοις δὲ τοιαῦτα ἦν τὰ ἱερὰ ὥστε οἱ μάντεις ἔφασαν ἄμεινον εἶναι καταβαίνειν ἐκ τοῦ χωρίου. καὶ τὸ μὲν πρῶτον ὡς φευξόμενοι ἔξω τῆς Κορινθίας ἀπεχώρησαν· ἐπεὶ δὲ καὶ οἱ φίλοι αὐτοὺς ἔπειθον καὶ μητέρες ἰοῦσαι καὶ ἀδελφοί, καὶ αὐτῶν δὲ τῶν ἐν δυνάμει ὄντων ἦσαν οἳ ὀμνύοντες ὑπισχνοῦντο μηδὲν χαλεπὸν αὐτοὺς πείσεσθαι, οὕτω δὴ ἀπῆλθόν τινες οἴκαδε αὐτῶν.

在他们商议该当何去何从之际,在既无地震亦无狂风的情况下,柱顶石竟从柱上坠落。而在献祭时,祭兆所示亦令占卜官们声称最好离开此地。起初,他们打算流亡至科林斯境外而撤离;但由于朋友们前来劝说,母亲与兄弟们亦纷纷前往,且当权者中亦有人发誓保证他们不会遭遇任何厄运,于是他们中的一些人便返回了家中。

§4.4.6

ὁρῶντες δὲ τοὺς τυραννεύοντας, αἰσθανόμενοι δὲ ἀφανιζομένην τὴν πόλιν διὰ τὸ καὶ ὅρους ἀνασπᾶσθαι καὶ Ἄργος ἀντὶ Κορίνθου τὴν πατρίδα αὐτοῖς ὀνομάζεσθαι, καὶ πολιτείας μὲν ἀναγκαζόμενοι τῆς ἐν Ἄργει μετέχειν, ἧς οὐδὲν ἐδέοντο, ἐν δὲ τῇ πόλει μετοίκων ἔλαττον δυνάμενοι, ἐγένοντό τινες αὐτῶν οἳ ἐνόμισαν οὕτω μὲν ἀβίωτον εἶναι· πειρωμένους δὲ τὴν πατρίδα, ὥσπερ ἦν καὶ ἐξ ἀρχῆς, Κόρινθον ποιῆσαι καὶ ἐλευθέραν ἀποδεῖξαι καὶ τῶν μὲν μιαιφόνων καθαράν, εὐνομίᾳ δὲ χρωμένην, ἄξιον εἶναι, εἰ μὲν δύναιντο καταπρᾶξαι ταῦτα, σωτῆρας γενέσθαι τῆς πατρίδος, εἰ δὲ μὴ δύναιντο, τῶν γε καλλίστων καὶ μεγίστων ἀγαθῶν ὀρεγομένους ἀξιεπαινοτάτης τελευτῆς τυχεῖν.3

然而,当他们目睹那些实行专制统治之人,察觉到因界石被拔除且祖国不再被称为科林斯而改称阿尔戈斯从而使城邦归于泯灭,又被迫加入他们根本不需要的阿尔戈斯公民权,且在本城邦中的权力甚至不如外来侨民(客民)时,他们当中便有人认为这样的生活生不如死。他们认为,尽力使祖国恢复原初的科林斯面貌,重现自由,涤除弑逆凶徒,复行良法美政,那么倘若能够成全此事而成为祖国的拯救者,或者倘若不能,在追求最美好与最伟大之善时求得最堪称颂的归宿,都是值得的。

§4.4.7

οὕτω δὴ ἐπιχειρεῖτον ἄνδρε δύο, Πασίμηλός τε καὶ Ἀλκιμένης, διαδύντε4 διὰ χειμάρρου συγγενέσθαι Πραξίτᾳ τῷ Λακεδαιμονίων πολεμάρχῳ, ὃς ἐτύγχανε μετὰ τῆς ἑαυτοῦ μόρας φρουρῶν ἐν Σικυῶνι, καὶ εἶπον ὅτι δύναιντʼ ἂν παρασχεῖν αὐτῷ εἴσοδον εἰς τὰ κατατείνοντα ἐπὶ Λέχαιον τείχη. ὁ δὲ καὶ πρόσθεν γιγνώσκων τὼ ἄνδρε ἀξιοπίστω ὄντε, ἐπίστευσε, καὶ διαπραξάμενος ὥστε καὶ τὴν ἀπιέναι μέλλουσαν ἐκ Σικυῶνος μόραν καταμεῖναι, ἔπραττε τὴν εἴσοδον.

于是,帕西墨洛斯与阿尔基墨涅斯这二人决意通过干涸的沟壑潜行,去会见恰巧率本连队在西库翁驻守的拉刻代蒙指挥官普拉克西塔斯,并向他表示能够为他提供进入延伸至莱哈翁之城墙的通道。普拉克西塔斯因素知二人值得信赖,便采纳了其言,并在安排好让原定撤离西库翁的连队也继续驻留后,开始着手策划进城事宜。

语法注4 条
  1. 4.4.2ὅτι πλείους ἂν ᾤοντο λαβεῖν ἐν τῇ ἀγορᾷ, ὥστε ἀποκτεῖναι

    在由 ὅτι 引导的原因从句中,不定式 λαβεῖν 与潜势小辞 ἄν 构成间接引语,附属于 ᾤοντο。小辞 ἄν 在句法上修饰 λαβεῖν 而非 ᾤοντο(意为“他们认为可以捕获更多的人”)。末尾的 ὥστε ἀποκτεῖναι 则表示目的或预期结果(“以便予以杀害”)。

  2. 4.4.3ὥστʼ ἐνίους καὶ τῶν οὐ τυπτομένων, νομίμων δʼ ἀνθρώπων, ἀδημονῆσαι τὰς ψυχὰς ἰδόντας τὴν ἀσέβειαν

    ὥστε 表结果,接不定式 ἀδημονῆσαι。不定式的逻辑主语是宾格的 ἐνίους,随后的 τῶν οὐ τυπτομένων, νομίμων δʼ ἀνθρώπων 为部分属格。分词 ἰδόντας 亦为宾格,与 ἐνίους 一致。τὰς ψυχάς 则是关系宾格/指定宾格(在心灵上/内心深处)。

  3. 4.4.6πειρωμένους δὲ τὴν πατρίδα, ὥσπερ ἦν καὶ ἐξ ἀρχῆς, Κόρινθον ποιῆσαι καὶ ἐλευθέραν ἀποδεῖξαι καὶ τῶν μὲν μιαιφόνων καθαράν, εὐνομίᾳ δὲ χρωμένην, ἄξιον εἶναι, εἰ μὲν δύναιντο καταπρᾶξαι ταῦτα, σωτῆρας γενέσθαι τῆς πατρίδος, εἰ δὲ μὴ δύναιντο, τῶν γε καλλίστων καὶ μεγίστων ἀγαθῶν ὀρεγομένους ἀξιεπαινοτάτης τελευτῆς τυχεῖν

    此句承接上文的 οἳ ἐνόμισαν,为间接引语中的宾格加不定式结构。宾格分词 πειρωμένους 作为 ἄξιον εἶναι 的逻辑主语(意指“对于努力尝试者而言,……是值得的”)。在 ἄξιον εἶναι 之下并列了两个条件从句:正面为 εἰ μὲν δύναιντο ... σωτῆρας γενέσθαι(“若能办成此事,则成为拯救者”),反面为 εἰ δὲ μὴ δύναιντο ... τυχεῖν(“若不能办成,则获得最堪称颂的归宿”)。

  4. 4.4.7ἐπιχειρεῖτον ἄνδρε δύο, Πασίμηλός τε καὶ Ἀλκιμένης, διαδύντε

    古典希腊语中双数(dual)用法的典型例证:主语 ἄνδρε δύο、动词 ἐπιχειρεῖτον(现在时第三人称双数)以及修饰它的分词 διαδύντε(第二不定过去时主格双数)在形态上全部保持双数一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.4.1-4.4.7