- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.3.15-4.3.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了科罗尼亚战役中双方的兵力布阵与交战经过、阿格西劳斯与底比斯军的正面决战、阿格西劳斯对神庙避难敌军的宽宥处置,以及随后远征洛克里斯时指挥官吉利斯的阵亡。
ἦσαν δʼ οἱ μὲν ἀντιτεταγμένοι τῷ Ἀγησιλάῳ Βοιωτοί, Ἀθηναῖοι, Ἀργεῖοι, Κορίνθιοι, Αἰνιᾶνες, Εὐβοεῖς, Λοκροὶ ἀμφότεροι· σὺν Ἀγησιλάῳ δὲ Λακεδαιμονίων μὲν μόρα ἡ ἐκ Κορίνθου διαβᾶσα, ἥμισυ δὲ μόρας τῆς ἐξ Ὀρχομενοῦ, ἔτι δʼ οἱ ἐκ Λακεδαίμονος νεοδαμώδεις συστρατευσάμενοι αὐτῷ, πρὸς δὲ τούτοις οὗ Ἡριππίδας ἐξενάγει ξενικοῦ, ἔτι δὲ οἱ ἀπὸ τῶν ἐν τῇ Ἀσίᾳ πόλεων Ἑλληνίδων, καὶ ἀπὸ τῶν ἐν τῇ Εὐρώπῃ ὅσας διιὼν παρέλαβεν· αὐτόθεν δὲ προσεγένοντο ὁπλῖται Ὀρχομένιοι καὶ Φωκεῖς. πελτασταί γε μὴν πολὺ πλείους οἱ μετʼ Ἀγησιλάου· ἱππεῖς δʼ αὖ παραπλήσιοι ἀμφοτέροις τὸ πλῆθος.
列阵与阿格西劳斯对抗的有维奥蒂亚人、雅典人、阿尔戈斯人、科林斯人、艾尼亚涅斯人、优卑亚人以及东、西两支洛克里斯人;而阿格西劳斯麾下则有从科林斯渡海而来的拉刻代蒙人的一个连队、来自奥尔科墨诺斯的半个连队、随同他出征的来自拉刻代蒙的新入籍公民兵,此外还有赫里庇达斯统领的雇佣军,以及来自亚洲各希腊城邦的部队和他穿越欧洲时沿途招募的各城邦兵力;当地的奥尔科墨诺斯和福基斯的重装步兵亦前来加入。轻装步兵则是阿格西劳斯一方远多于敌方;骑兵方面,双方人数则大致相当。
ἡ μὲν δὴ δύναμις αὕτη ἀμφοτέρων· διηγήσομαι δὲ καὶ τὴν μάχην, καὶ πῶς ἐγένετο οἵα οὐκ ἄλλη τῶν γʼ ἐφʼ ἡμῶν. συνῇσαν μὲν γὰρ εἰς τὸ κατὰ Κορώνειαν πεδίον οἱ μὲν σὺν Ἀγησιλάῳ ἀπὸ τοῦ Κηφισοῦ, οἱ δὲ σὺν Θηβαίοις ἀπὸ τοῦ Ἑλικῶνος. εἶχε δʼ Ἀγησίλαος μὲν δεξιὸν τοῦ μετʼ αὐτοῦ, Ὀρχομένιοι δʼ αὐτῷ ἔσχατοι ἦσαν τοῦ εὐωνύμου. οἱ δʼ αὖ Θηβαῖοι αὐτοὶ μὲν δεξιοὶ ἦσαν, Ἀργεῖοι δʼ αὐτοῖς τὸ εὐώνυμον εἶχον.
双方的军力便是如此;接下来我将叙述这场战斗,以及它是如何成为我们这个时代绝无仅有的一场战役的。双方军队进抵科罗尼亚平原,阿格西劳斯军自凯菲索斯河方向而来,底比斯军则自赫利孔山方向而来。阿格西劳斯位于本部右翼,奥尔科墨诺斯人则处于其左翼的最外侧;底比斯人自身位于己方右翼,阿尔戈斯人则占据左翼。
συνιόντων δὲ τέως μὲν σιγὴ πολλὴ ἀπʼ ἀμφοτέρων ἦν· ἡνίκα δʼ ἀπεῖχον ἀλλήλων ὅσον στάδιον, ἀλαλάξαντες οἱ Θηβαῖοι δρόμῳ ὁμόσε ἐφέροντο. ὡς δὲ τριῶν ἔτι πλέθρων ἐν μέσῳ ὄντων, ἀντεξέδραμον ἀπὸ τῆς Ἀγησιλάου φάλαγγος ὧν Ἡριππίδας ἐξενάγει1 καὶ σὺν αὐτοῖς Ἴωνες καὶ Αἰολεῖς καὶ Ἑλλησπόντιοι, καὶ πάντες οὗτοι τῶν συνεκδραμόντων τε ἐγένοντο2 καὶ εἰς δόρυ ἀφικόμενοι ἔτρεψαν τὸ καθʼ αὑτούς. Ἀργεῖοι μέντοι οὐκ ἐδέξαντο τοὺς περὶ Ἀγησίλαον, ἀλλʼ ἔφυγον ἐπὶ τὸν Ἑλικῶνα.
两军接近之际,起初双方皆保持着深沉的静默;当双方相距约一斯塔德时,底比斯人高呼战号,跑步发起冲锋。当两军相距尚余三普勒特隆时,阿格西劳斯方阵中由赫里庇达斯率领的部队,以及与其协同作战的爱奥尼亚人、埃奥利斯人和赫勒斯滂人,皆向前奔突迎击;所有这些人皆构成了协同冲锋者的一部分,在短兵相接之际击溃了当面之敌。然而阿尔戈斯人却未抵挡阿格西劳斯所率部众,而是溃逃往赫利孔山。
κἀνταῦθα οἱ μέν τινες τῶν ξένων ἐστεφάνουν ἤδη τὸν Ἀγησίλαον, ἀγγέλλει δέ τις αὐτῷ ὅτι οἱ Θηβαῖοι τοὺς Ὀρχομενίους διακόψαντες ἐν τοῖς σκευοφόροις εἴησαν. καὶ ὁ μὲν εὐθὺς ἐξελίξας τὴν φάλαγγα ἦγεν ἐπʼ αὐτούς· οἱ δʼ αὖ Θηβαῖοι ὡς εἶδον τοὺς συμμάχους πρὸς Ἑλικῶνι πεφευγότας, διαπεσεῖν βουλόμενοι πρὸς τοὺς ἑαυτῶν, συσπειραθέντες ἐχώρουν ἐρρωμένως.
此时,一些雇佣兵已开始向阿格西劳斯献上桂冠,但忽有人向他报告,底比斯人已突破奥尔科墨诺斯人的防线,杀入了辎重队。阿格西劳斯随即展开方阵率军反扑;底比斯人见盟军已逃向赫利孔山,意欲突围与己方部队会合,便紧缩队形强行突击。
ἐνταῦθα δὴ Ἀγησίλαον ἀνδρεῖον μὲν ἔξεστιν εἰπεῖν ἀναμφισβητήτως· οὐ μέντοι εἵλετό γε τὰ ἀσφαλέστατα. ἐξὸν γὰρ αὐτῷ παρέντι τοὺς διαπίπτοντας ἀκολουθοῦντι χειροῦσθαι τοὺς ὄπισθεν,3 οὐκ ἐποίησε τοῦτο, ἀλλʼ ἀντιμέτωπος συνέρραξε τοῖς Θηβαίοις· καὶ συμβαλόντες τὰς ἀσπίδας ἐωθοῦντο, ἐμάχοντο, ἀπέκτεινον, ἀπέθνῃσκον. τέλος δὲ τῶν Θηβαίων οἱ μὲν διαπίπτουσι πρὸς τὸν Ἑλικῶνα, πολλοὶ δʼ ἀποχωροῦντες ἀπέθανον.
于此,人们固然无可争议地可以称阿格西劳斯勇猛过人;然而,他所选择的绝非最稳妥的策略。因为他本可以任由突围者通过,随后尾随追击以制服其后尾,他却没有这样做,而是与底比斯人迎面正面对撞;他们盾牌相撞,推挤、厮杀、斩敌、赴死。最终,部分底比斯人突围逃往赫利孔山,但许多人在退却中阵亡。
ἐπεὶ δʼ ἡ μὲν νίκη Ἀγησιλάου ἐγεγένητο, τετρωμένος δʼ αὐτὸς προσενήνεκτο πρὸς τὴν φάλαγγα, προσελάσαντές τινες τῶν ἱππέων λέγουσιν αὐτῷ ὅτι τῶν πολεμίων ὡς ὀγδοήκοντα σὺν ὅπλοις ὑπὸ τῷ νεῷ εἰσι, καὶ ἠρώτων τί χρὴ ποιεῖν. ὁ δέ, καίπερ πολλὰ τραύματα ἔχων, ὅμως οὐκ ἐπελάθετο τοῦ θείου, ἀλλʼ ἐᾶν τε ἀπιέναι ᾗ βούλοιντο ἐκέλευε καὶ ἀδικεῖν οὐκ εἴα. τότε μὲν οὖν, καὶ γὰρ ἦν ἤδη ὀψέ, δειπνοποιησάμενοι ἐκοιμήθησαν.
战斗以阿格西劳斯获胜告终,但他本人身负重伤被抬回方阵。几名骑兵策马前来报告,约有八十名全副武装的敌军正躲在神庙下方,并请示该当如何处置。阿格西劳斯虽伤痕累累,却并未忘却敬神之忱,下令听凭他们往想去的地方离去,并严禁加害他们。当夜,因天色已晚,全军进餐后便行歇息。
πρῲ δὲ Γῦλιν τὸν πολέμαρχον παρατάξαι τε ἐκέλευε τὸ στράτευμα καὶ τροπαῖον ἵστασθαι, καὶ στεφανοῦσθαι πάντας τῷ θεῷ καὶ τοὺς αὐλητὰς πάντας αὐλεῖν. καὶ οἱ μὲν ταῦτʼ ἐποίουν. οἱ δὲ Θηβαῖοι ἔπεμψαν κήρυκας, ὑποσπόνδους τοὺς νεκροὺς αἰτοῦντες θάψαι. καὶ οὕτω δὴ αἵ τε σπονδαὶ γίγνονται καὶ Ἀγησίλαος μὲν εἰς Δελφοὺς ἀφικόμενος δεκάτην τῶν ἐκ τῆς λείας τῷ θεῷ ἀπέθυσεν οὐκ ἐλάττω ἑκατὸν ταλάντων· Γῦλις δὲ ὁ πολέμαρχος ἔχων τὸ στράτευμα ἀπεχώρησεν εἰς Φωκέας, ἐκεῖθεν δʼ εἰς τὴν Λοκρίδα ἐμβάλλει.
清晨,阿格西劳斯命令军队指挥官吉利斯列阵布署并竖立胜利纪念碑,令全军为神明佩戴桂冠,所有的笛手吹奏乐曲。众人依令行事。底比斯人派遣使者前来,请求在休战协定下收敛安葬死者。于是双方缔结了休战协定,阿格西劳斯前往德尔斐,从战利品中拿出不下百塔兰同的什一奉献给神明;指挥官吉利斯则率领军队退入福基斯,随后由此攻入洛克里斯境内。
καὶ τὴν μὲν ἄλλην ἡμέραν οἱ στρατιῶται καὶ σκεύη ἐκ τῶν κωμῶν καὶ σῖτον ἥρπαζον· ἐπεὶ δὲ πρὸς ἑσπέραν ἦν, τελευταίων ἀποχωρούντων τῶν Λακεδαιμονίων ἐπηκολούθουν αὐτοῖς οἱ Λοκροὶ βάλλοντες καὶ ἀκοντίζοντες. ὡς δʼ αὐτῶν οἱ Λακεδαιμόνιοι ὑποστρέψαντες καὶ διώξαντες κατέβαλόν τινας, ἐκ τούτου ὄπισθεν μὲν οὐκέτι ἐπηκολούθουν, ἐκ δὲ τῶν ὑπερδεξίων ἔβαλλον.
当天余下的时间里,士兵们从各村落中抢掠财物与谷物;至傍晚时分,当拉刻代蒙军队作为后卫开始撤退时,洛克里斯人紧随其后,不断投掷石块与标枪进行袭扰。拉刻代蒙人回身追击并击杀数人后,洛克里斯人不再从正后方尾随,转而从他们右侧的高地投掷石块。
οἱ δʼ ἐπεχείρησαν μὲν καὶ πρὸς τὸ σιμὸν διώκειν· ἐπεὶ δὲ σκότος τε ἐγίγνετο καὶ ἀποχωροῦντες οἱ μὲν διὰ τὴν δυσχωρίαν ἔπιπτον, οἱ δὲ καὶ διὰ τὸ μὴ προορᾶν τὰ ἔμπροσθεν, οἱ δὲ καὶ ὑπὸ τῶν βελῶν, ἐνταῦθα ἀποθνῄσκουσι Γῦλίς τε ὁ πολέμαρχος καὶ τῶν παραστατῶν Πελλῆς, καὶ οἱ πάντες ὡς ὀκτωκαίδεκα τῶν Σπαρτιατῶν, οἱ μὲν καταλευσθέντες, οἱ δὲ καὶ τραυματισθέντες. εἰ δὲ μὴ ἐβοήθησαν αὐτοῖς ἐκ τοῦ στρατοπέδου δειπνοῦντες, ἐκινδύνευσαν ἂν ἅπαντες ἀπολέσθαι.
斯巴达人试图沿斜坡向上仰攻追击;但因夜幕降临,退兵之际有人因地形崎岖而跌落,有人因视线模糊看不清前方而摔倒,亦有人被飞石标枪击中,指挥官吉利斯与侍从佩勒斯,以及斯巴达兵总计约十八人,或被飞石击毙,或受重伤身亡。若非正在营地进晚餐的部队及时出援,他们恐怕将面临全军覆没的危险。
- 4.3.17ὧν Ἡριππίδας ἐξενάγει
关系代词 ὧν 的先行词(如 οὗτοι 或 ξένοι)被省略,且因从句动词 ἐξενάγει 支配属格而发生格的引申(attraction)。整句在语义上作为谓语动词 ἀντεξέδραμον 的主语,意为“赫里庇达斯所统领的人”。
- 4.3.17τῶν συνεκδραμόντων τε ἐγένοντο
属格 τῶν συνεκδραμόντων 与系动词 ἐγένοντο 构成表语性分格属格(predicative partitive genitive),意指“成为共同冲锋者队伍中的一部分”。
- 4.3.19ἐξὸν γὰρ αὐτῷ παρέντι τοὺς διαπίπτοντας ἀκολουθοῦντι χειροῦσθαι τοὺς ὄπισθεν
此处由无人称分词 ἐξόν(“虽本有可能”)构成宾格绝对独立结构(accusative absolute)。与格代词 αὐτῷ 依附其上,分词 παρέντι 与 ἀκολουθοῦντι 与 αὐτῷ 保持性数格一致作方式状语,不定式 χειροῦσθαι 则作为 ἐξόν 的直接补足成分。
