← 色诺芬

希腊史

§4.3.1-4.3.14

阿格西劳斯行军与克尼多斯海战之报

从亚洲还师的阿格西劳斯获悉涅墨亚战捷,在行军中击溃色萨利骑兵并进抵维奥蒂亚;在接到克尼多斯海战惨败与珀桑德阵亡的消息后,他编造海战大捷的谎言以稳定军心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.1

ὁ δʼ Ἀγησίλαος σπεύδων μὲν ἐκ τῆς Ἀσίας ἐβοήθει· ὄντι δʼ αὐτῷ ἐν Ἀμφιπόλει ἀγγέλλει Δερκυλίδας ὅτι νικῷέν τε αὖ Λακεδαιμόνιοι, καὶ αὐτῶν μὲν τεθνάναι ὀκτώ, τῶν δὲ πολεμίων παμπλήθεις· ἐδήλου δὲ ὅτι καὶ τῶν συμμάχων οὐκ ὀλίγοι πεπτωκότες εἶεν.

与此同时,阿格西劳斯正急忙从亚洲赶来增援;当他进抵安菲波利斯时,德耳库利达斯报告称,拉刻代蒙人再次获胜,己方阵亡八人,敌军死者则不可胜数;他同时说明,盟军中亦有为数不少的人阵亡。

§4.3.2

ἐρομένου δὲ τοῦ Ἀγησιλάου· ἆρʼ ἄν, ὦ Δερκυλίδα, ἐν καιρῷ γένοιτο, εἰ αἱ συμπέμπουσαι πόλεις ἡμῖν τοὺς στρατιώτας τὴν νίκην ὡς τάχιστα πύθοιντο;1 ἀπεκρίνατο δὴ ὁ Δερκυλίδας· Εὐθυμοτέρους γοῦν εἰκὸς ταῦτʼ ἀκούσαντας εἶναι. οὐκοῦν σύ, ἐπεὶ παρεγένου, κάλλιστα ἂν ἀπαγγείλαις; ὁ δὲ ἄσμενος ἀκούσας, καὶ γὰρ ἀεὶ φιλαπόδημος ἦν, εἶπεν· εἰ σὺ τάττοις. ἀλλὰ τάττω, ἔφη, καὶ προσαπαγγέλλειν γε κελεύω ὅτι ἐὰν καὶ τάδε εὖ γένηται, πάλιν παρεσόμεθα, ὥσπερ καὶ ἔφαμεν.

阿格西劳斯便问道:“德耳库利达斯啊,那些派兵随我们出征的城邦若能尽早获知这场胜利,岂非正是时机?”德耳库利达斯答道:“听闻此事,他们必定大受鼓舞。”“那么你既然身临其境,岂不是最适合去传达消息的人选?”德耳库利达斯闻言甚喜——因他素来喜爱外出远行——说道:“若您如此委派。”阿格西劳斯说:“我正是如此委派,并且命你附带报告:倘若当下的战事亦进展顺利,正如我们此前所言,我们将再次归来。”

§4.3.3

ὁ μὲν δὴ Δερκυλίδας ἐφʼ Ἑλλησπόντου πρῶτον ἐπορεύετο· ὁ δʼ Ἀγησίλαος διαλλάξας Μακεδονίαν εἰς Θετταλίαν ἀφίκετο. Λαρισαῖοι μὲν οὖν καὶ Κραννώνιοι καὶ Σκοτουσσαῖοι καὶ Φαρσάλιοι, σύμμαχοι ὄντες Βοιωτοῖς, καὶ πάντες δὲ Θετταλοί, πλὴν ὅσοι αὐτῶν φυγάδες τότʼ ἐτύγχανον, ἐκακούργουν αὐτὸν ἐπακολουθοῦντες.

于是,德耳库利达斯首先启程前往赫勒斯滂;阿格西劳斯穿过马其顿,抵达色萨利。此时,拉里萨人、克兰农人、斯科图萨人和法耳萨罗人皆为维奥蒂亚人的盟友,实际上除了当时恰好流亡在外者之外,所有的色萨利人皆紧随其后进行骚扰。

§4.3.4

ὁ δὲ τέως μὲν ἦγεν ἐν πλαισίῳ τὸ στράτευμα, τοὺς ἡμίσεις μὲν ἔμπροσθεν, τοὺς ἡμίσεις δʼ ἐπʼ οὐρᾷ ἔχων τῶν ἱππέων· ἐπεὶ δʼ ἐκώλυον τῆς πορείας οἱ Θετταλοὶ ἐπελαύνοντες τοῖς ὄπισθεν, παραπέμπει ἐπʼ οὐρὰν καὶ τὸ ἀπὸ τοῦ στόματος ἱππικὸν πλὴν τῶν περὶ αὐτόν.

起初,他将军队编成方阵前进,将半数骑兵置于前方,半数置于后卫;但当色萨利人冲袭后卫以阻滞行军时,他便将前锋的骑兵——除护卫其自身的骑兵外——全部调遣至后卫。

§4.3.5

ὡς δὲ παρετάξαντο ἀλλήλοις, οἱ μὲν Θετταλοὶ νομίσαντες οὐκ ἐν καλῷ εἶναι πρὸς τοὺς ὁπλίτας ἱππομαχεῖν, στρέψαντες βάδην ἀπεχώρουν.

当两军列阵相对时,色萨利人认为与重装步兵交锋于骑兵不利,遂调转马头缓步退却。

§4.3.6

οἱ δὲ μάλα σωφρόνως ἐπηκολούθουν. γνοὺς δὲ ὁ Ἀγησίλαος ἃ ἑκάτεροι ἡμάρτανον, πέμπει τοὺς περὶ αὑτὸν μάλα εὐρώστους ἱππέας, καὶ κελεύει τοῖς τε ἄλλοις παραγγέλλειν καὶ αὐτοὺς διώκειν ὡς τάχιστα καὶ μηκέτι δοῦναι αὐτοῖς ἀναστροφήν.

拉刻代蒙人极为谨慎地紧随其后。但阿格西劳斯洞悉了双方所犯的错误,便派遣身边极其剽悍的精骑,命令他们传令其余部队并亲自全速追击,不再给敌人回旋的机会。

§4.3.7

οἱ δὲ Θετταλοὶ ὡς εἶδον παρὰ δόξαν ἐλαύνοντας, οἱ μὲν αὐτῶν ἔφυγον, οἱ δʼ ἀνέστρεψαν, οἱ δὲ πειρώμενοι τοῦτο ποιεῖν, πλαγίους ἔχοντες τοὺς ἵππους ἡλίσκοντο.

色萨利人见他们出乎意料地猛冲而来,有的仓皇溃逃,有的回身迎战,而那些试图回身迎战者在战马侧对敌军之际便被生擒。

§4.3.8

Πολύχαρμος μέντοι ὁ Φαρσάλιος ἱππαρχῶν ἀνέστρεψέ τε καὶ μαχόμενος σὺν τοῖς περὶ αὐτὸν ἀποθνῄσκει. ὡς δὲ τοῦτʼ ἐγένετο, φυγὴ τῶν Θετταλῶν ἐξαισία γίγνεται· ὥστε οἱ μὲν ἀπέθνῃσκον αὐτῶν, οἱ δὲ καὶ ἡλίσκοντο. ἔστησαν δʼ οὖν οὐ πρόσθεν, πρὶν ἐν τῷ ὄρει τῷ Ναρθακίῳ ἐγένοντο.

然而法耳萨罗人的骑兵指挥官波吕查摩斯勒马回身迎战,与其身边之人一同力战而亡。此变一生,色萨利人全线大溃,有的被斩杀,有的被俘虏。他们直到退入纳耳塔基翁山才终于止步。

§4.3.9

καὶ τότε μὲν δὴ ὁ Ἀγησίλαος τροπαῖόν τʼ ἐστήσατο μεταξὺ Πραντὸς καὶ Ναρθακίου, καὶ αὐτοῦ ἔμεινε, μάλα ἡδόμενος τῷ ἔργῳ, ὅτι τοὺς μέγιστον φρονοῦντας ἐπὶ ἱππικῇ ἐνενικήκει σὺν ᾧ αὐτὸς συνέλεξεν ἱππικῷ.2 τῇ δʼ ὑστεραίᾳ ὑπερβάλλων τὰ Ἀχαϊκὰ τῆς Φθίας ὄρη τὴν λοιπὴν πᾶσαν διὰ φιλίας ἐπορεύετο μέχρι πρὸς τὰ Βοιωτῶν ὅρια.

于是阿格西劳斯在普兰斯与纳耳塔基翁之间树立了胜利纪念碑,并在该处驻扎,对自己所建功绩深感欣慰,因为他凭借自己亲自组建的骑兵,击溃了那些在骑术上最为自负之徒。次日,他翻越了弗提亚的阿开亚山脉,此后一路皆穿行于友邦境内,直至抵达维奥蒂亚边界。

§4.3.10

ὄντος δʼ αὐτοῦ ἐπὶ τῇ ἐμβολῇ ὁ ἥλιος μηνοειδὴς ἔδοξε φανῆναι, καὶ ἠγγέλθη ὅτι ἡττημένοι εἶεν Λακεδαιμόνιοι τῇ ναυμαχίᾳ καὶ ὁ ναύαρχος Πείσανδρος τεθναίη. ἐλέγετο δὲ καὶ ᾧ τρόπῳ ἡ ναυμαχία ἐγένετο.

当他进抵山口要隘时,太阳宛如新月般显现,随即传来了拉刻代蒙人在海战中惨败且舰队司令珀桑德阵亡的消息。海战进行的详情亦随之传开。

§4.3.11

εἶναι μὲν γὰρ περὶ Κνίδον τὸν ἐπίπλουν ἀλλήλοις,3 Φαρνάβαζον δὲ ναύαρχον ὄντα σὺν ταῖς Φοινίσσαις εἶναι, Κόνωνα δὲ τὸ Ἑλληνικὸν ἔχοντα τετάχθαι ἔμπροσθεν αὐτοῦ.

据说,双方舰队是在克尼多斯附近迎面遭遇,法耳纳巴佐斯身为统帅率领腓尼基战船,科农则率领希腊部队列阵于其前方。

§4.3.12

ἀντιπαραταξαμένου δὲ τοῦ Πεισάνδρου, καὶ πολὺ ἐλαττόνων αὐτῷ τῶν νεῶν φανεισῶν τῶν αὑτοῦ τοῦ μετὰ Κόνωνος Ἑλληνικοῦ, τοὺς μὲν ἀπὸ τοῦ εὐωνύμου συμμάχους εὐθὺς αὐτῷ φεύγειν, αὐτὸν δὲ συμμείξαντα τοῖς πολεμίοις ἐμβολὰς ἐχούσῃ τῇ τριήρει πρὸς τὴν γῆν ἐξωσθῆναι· καὶ τοὺς μὲν ἄλλους ὅσοι εἰς τὴν γῆν ἐξεώσθησαν ἀπολιπόντας τὰς ναῦς σῴζεσθαι ὅπῃ δύναιντο εἰς τὴν Κνίδον, αὐτὸν δʼ ἐπὶ τῇ νηὶ μαχόμενον ἀποθανεῖν.

当珀桑德列阵迎敌时,他发觉自己的战舰数量远逊于科农麾下的希腊舰队,其左翼的盟军战船随即溃逃,他本人虽与敌交锋,座舰遭受撞击后被逼退至岸边;被逼至岸边的其余众人皆弃船奔逃,尽其所能逃入克尼多斯避难,唯有他自己在战舰上死战阵亡。

§4.3.13

ὁ οὖν Ἀγησίλαος πυθόμενος ταῦτα τὸ μὲν πρῶτον χαλεπῶς ἤνεγκεν· ἐπεὶ μέντοι ἐνεθυμήθη ὅτι τοῦ στρατεύματος τὸ πλεῖστον εἴη αὐτῷ οἷον ἀγαθῶν μὲν γιγνομένων ἡδέως μετέχειν, εἰ δέ τι χαλεπὸν ὁρῷεν, οὐκ ἀνάγκην εἶναι κοινωνεῖν αὐτοῖς,4 ἐκ τούτου μεταβαλὼν ἔλεγεν ὡς ἀγγέλλοιτο ὁ μὲν Πείσανδρος τετελευτηκώς, νικῴη δὲ τῇ ναυμαχίᾳ.

阿格西劳斯得知此事后,起初深感悲痛;但他旋即想到,自己军队中的大多数人皆属这种心性:顺境时固然乐于同享其成,但若见到任何逆境,便认为绝无义务与之共担风险。于是他改变策略,声称传来的消息是珀桑德虽已阵亡,但海战却取得了胜利。

§4.3.14

ἅμα δὲ ταῦτα λέγων καὶ ἐβουθύτει ὡς εὐαγγέλια καὶ πολλοῖς διέπεμπε τῶν τεθυμένων· ὥστε ἀκροβολισμοῦ ὄντος πρὸς τοὺς πολεμίους ἐκράτησαν οἱ τοῦ Ἀγησιλάου τῷ λόγῳ ὡς Λακεδαιμονίων νικώντων τῇ ναυμαχίᾳ.

在宣布这番言论的同时,他下令宰牛献祭以示吉庆,并将祭肉分赠众人;因此,当与敌军发生前哨战时,阿格西劳斯的部下凭借拉刻代蒙人在海战中取胜的传言而大获全胜。

语法注4 条
  1. 4.3.2ἆρʼ ἄν, ὦ Δερκυλίδα, ἐν καιρῷ γένοιτο, εἰ αἱ συμπέμπουσαι πόλεις ἡμῖν τοὺς στρατιώτας τὴν νίκην ὡς τάχιστα πύθοιντο;

    由主句 ἆρʼ ἄν ... ἐν καιρῷ γένοιτο(ἄν + 希求语气)与条件从句 εἰ ... πύθοιντο(εἰ + 希求语气)构成的潜在条件句,表达婉转的提议或试探:“若那些城邦尽早获知……岂非正是时机?”

  2. 4.3.9σὺν ᾧ αὐτὸς συνέλεξεν ἱππικῷ

    先行词被吸收入关系从句的倒置构文:先行词 ἱππικόν 顺应关系代词 ᾧ 的格变为与格并置于从句内部,等同于常规语序的 σὺν τῷ ἱππικῷ ὃ αὐτὸς συνέλεξεν(“凭借他自己组建的骑兵”)。

  3. 4.3.11εἶναι μὲν γὰρ περὶ Κνίδον τὸν ἐπίπλουν ἀλλήλοις

    承接前文 ἐλέγετο 的间接引语(带格不定式结构):τὸν ἐπίπλουν 为不定式 εἶναι 的逻辑主语(宾格)。此后各分句连续使用不定式(Φαρνάβαζον ... εἶναι, Κόνωνα ... τετάχθαι 等)转述海战的具体经过。

  4. 4.3.13οἷον ἀγαθῶν μὲν γιγνομένων ἡδέως μετέχειν, εἰ δέ τι χαλεπὸν ὁρῷεν, οὐκ ἀνάγκην εἶναι κοινωνεῖν αὐτοῖς

    οἷος + 不定式(此处在间接引语中作 εἴη ... οἷον ... μετέχειν)构成表属性的结构,意为“具有……这种性质的”。后半句 οὐκ ἀνάγκην εἶναι 为非人称句 οὐκ ἀνάγκη ἐστί 进入间接引语后转化的带格不定式结构,表示“(他们认为)没有义务分担逆境”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.3.1-4.3.14