- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.2.14-4.2.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
拉刻代蒙军与反斯巴达同盟各集结大军于涅墨亚附近对峙,拉刻代蒙军在随后的涅墨亚会战中凭借右翼迂回包抄大败敌军。
καὶ πορευόμενοι, σχεδόν τι ἅμα οἱ μὲν περὶ τοὺς Κορινθίους ἐν τῇ Νεμέᾳ ἦσαν, οἱ δὲ Λακεδαιμόνιοι καὶ οἱ σύμμαχοι ἐν τῷ Σικυῶνι. ἐμβαλόντων δὲ αὐτῶν κατὰ τὴν Ἐπιείκειαν, τὸ μὲν πρῶτον ἐκ τῶν ὑπερδεξίων βάλλοντες αὐτοὺς καὶ τοξεύοντες μάλα κακῶς ἐποίουν οἱ γυμνῆτες τῶν ἀντιπάλων.
在行军途中,几乎与此同时,科林斯人及其盟友进驻涅墨亚,而拉刻代蒙人及其盟友则到达西库昂。当拉刻代蒙人经由埃庇埃刻亚入侵时,敌方的轻装兵起初从右上方的高处投石放箭,令他们大受骚扰。
ὡς δὲ κατέβησαν ἐπὶ θάλατταν, ταύτῃ προῇσαν διὰ τοῦ πεδίου, τέμνοντες καὶ κάοντες τὴν χώραν· καὶ οἱ ἕτεροι μέντοι ἀπελθόντες κατεστρατοπεδεύσαντο, ἔμπροσθεν ποιησάμενοι τὴν χαράδραν·1 ἐπεὶ δὲ προϊόντες οἱ Λακεδαιμόνιοι οὐκέτι δέκα στάδια ἀπεῖχον τῶν πολεμίων, κἀκεῖνοι αὐτοῦ στρατοπεδευσάμενοι ἡσυχίαν εἶχον.
但当拉刻代蒙人下到海边后,便沿着平原向前推进,一路砍伐并焚毁田野;敌军亦退却并扎下营盘,将一道冲沟置于己方阵前;而当拉刻代蒙人继续推进,与敌军相距已不足十斯塔狄昂时,他们亦就地扎营固守,按兵不动。
φράσω δὲ καὶ τὸ πλῆθος ἑκατέρων. συνελέγησαν γὰρ ὁπλῖται Λακεδαιμονίων μὲν εἰς ἑξακισχιλίους, Ἠλείων δὲ καὶ Τριφυλίων καὶ Ἀκρωρείων καὶ Λασιωνίων ἐγγὺς τρισχίλιοι καὶ Σικυωνίων πεντακόσιοι καὶ χίλιοι, Ἐπιδαυρίων δὲ καὶ Τροιζηνίων καὶ Ἑρμιονέων καὶ Ἁλιέων ἐγένοντο οὐκ ἐλάττους τρισχιλίων. πρὸς δὲ τούτοις ἱππεῖς μὲν Λακεδαιμονίων περὶ ἑξακοσίους, Κρῆτες δὲ τοξόται ἠκολούθουν ὡς τριακόσιοι, καὶ μὴν σφενδονῆται Μαργανέων καὶ Λετρίνων καὶ Ἀμφιδόλων οὐκ ἐλάττους τετρακοσίων. Φλειάσιοι μέντοι οὐκ ἠκολούθουν· ἐκεχειρίαν γὰρ ἔφασαν ἔχειν. αὕτη μὲν δὴ ἡ μετὰ Λακεδαιμονίων δύναμις ἦν.
我也要说明双方的兵力。在拉刻代蒙一方,集结了约六千名拉刻代蒙重装步兵,厄利斯人、特里费利亚人、阿克罗瑞亚人与拉西昂人近三千人,西库昂人一千五百人,埃庇达乌罗斯人、特罗曾人、赫耳弥奥涅人与哈利埃伊斯人不少于三千人。此外,拉刻代蒙骑兵约六百骑,克里特弓兵随行者约三百人,更有马耳伽那人、勒特里诺伊人与安菲多洛伊人的投石兵不少于四百人。然而佛利乌斯人并未随行,因为他们声称彼此订有休战协定。以上便是拉刻代蒙方面的兵力。
ἥ γε μὴν τῶν πολεμίων ἡθροίσθη Ἀθηναίων μὲν εἰς ἑξακισχιλίους ὁπλίτας, Ἀργείων δʼ ἐλέγοντο περὶ ἑπτακισχιλίους, Βοιωτῶν δʼ, ἐπεὶ Ὀρχομένιοι οὐ παρῆσαν, περὶ πεντακισχιλίους, Κορινθίων γε μὴν εἰς τρισχιλίους, καὶ μὴν ἐξ Εὐβοίας ἁπάσης οὐκ ἐλάττους τρισχιλίων. ὁπλιτικὸν μὲν δὴ τοσοῦτον· ἱππεῖς δὲ Βοιωτῶν μὲν εἰς ὀκτακοσίους, Ἀθηναίων δʼ εἰς ἑξακοσίους, καὶ Χαλκιδέων τῶν ἐξ Εὐβοίας εἰς ἑκατόν, Λοκρῶν δὲ τῶν Ὀπουντίων εἰς πεντήκοντα. καὶ ψιλῶν δὲ σὺν τοῖς τῶν Κορινθίων πλέον ἦν· καὶ γὰρ Λοκροὶ οἱ Ὀζόλαι καὶ Μηλιεῖς καὶ Ἀκαρνᾶνες παρῆσαν αὐτοῖς.
而在敌方阵营中,集结了约六千名雅典重装步兵,阿尔戈斯人据传约有七千人,维奥蒂亚人因奥尔科墨诺斯人未至而约有五千人,科林斯人约三千人,更有来自全优卑亚者不少于三千人。重装步兵的人数即是如此;骑兵方面,维奥蒂亚人约八百骑,雅典人约六百骑,来自优卑亚的客尔喀斯人约一百骑,奥蓬斯洛克里斯人约五十骑。至于轻装兵,若算上科林斯人的轻装兵,敌方的人数更多;因为奥佐拉洛克里斯人、马利斯人与阿卡耳纳尼亚人亦与他们同列。
αὕτη μὲν δὴ ἑκατέρων ἡ δύναμις ἐγένετο. οἱ δὲ Βοιωτοὶ ἕως μὲν τὸ εὐώνυμον εἶχον, οὐδέν τι κατήπειγον τὴν μάχην συνάπτειν· ἐπεὶ δὲ οἱ μὲν Ἀθηναῖοι κατὰ Λακεδαιμονίους ἐγένοντο, αὐτοὶ δὲ τὸ δεξιὸν ἔσχον καὶ κατʼ Ἀχαιοὺς ἀντετάχθησαν, εὐθὺς τά τε ἱερὰ καλὰ ἔφασαν εἶναι καὶ παρήγγειλαν παρασκευάζεσθαι ὡς μάχης ἐσομένης. καὶ πρῶτον μὲν ἀμελήσαντες τοῦ εἰς ἑκκαίδεκα2 βαθεῖαν παντελῶς ἐποιήσαντο τὴν φάλαγγα, ἔτι δὲ καὶ ἦγον ἐπὶ τὰ δεξιά, ὅπως ὑπερέχοιεν τῷ κέρατι τῶν πολεμίων· οἱ δʼ Ἀθηναῖοι, ἵνα μὴ διασπασθείησαν, ἐπηκολούθουν, καίπερ γιγνώσκοντες ὅτι κίνδυνος εἴη κυκλωθῆναι.
双方的兵力大略如此。维奥蒂亚人在占据左翼期间,丝毫不急于交锋;然而当雅典人转而正对拉刻代蒙人,维奥蒂亚人自己占据右翼并与阿开亚人相对峙时,他们便立即宣称牺牲占兆吉祥,传令准备迎战。他们首先完全无视排列为十六列纵深的协定,把方阵排得极深,进而向右侧延伸行进,以便能以侧翼包抄敌军;雅典人为了避免战线脱节,明知有被合围的危险,却也只得紧随其后。
τέως μὲν οὖν οἱ Λακεδαιμόνιοι οὐκ ᾐσθάνοντο προσιόντων τῶν πολεμίων· καὶ γὰρ ἦν λάσιον τὸ χωρίον· ἐπεὶ δʼ ἐπαιάνισαν, τότε δὴ ἔγνωσαν, καὶ εὐθὺς ἀντιπαρήγγειλαν ἅπαντας διασκευάζεσθαι ὡς εἰς μάχην. ἐπεὶ δὲ συνετάχθησαν ὡς ἑκάστους οἱ ξεναγοὶ ἔταξαν, παρηγγύησαν μὲν ἀκολουθεῖν τῷ ἡγουμένῳ, ἦγον δὲ καὶ οἱ Λακεδαιμόνιοι ἐπὶ τὰ δεξιά, καὶ οὕτω πολὺ ὑπερέτεινον τὸ κέρας, ὥστε τῶν Ἀθηναίων αἱ μὲν ἓξ φυλαὶ κατὰ τοὺς Λακεδαιμονίους ἐγένοντο, αἱ δὲ τέτταρες κατὰ Τεγεάτας.
在此期间,拉刻代蒙人并未察觉到敌人的逼近,因为当地草木丛生;但当敌军唱响派安颂歌时,他们才终于发觉,随即便相应传令,让全军就位准备战斗。当外国盟军指挥官们将各部按编制定好序列后,便传令紧随向导前行;拉刻代蒙人亦向右侧延伸,使其翼侧伸展得如此之长,以致雅典人的十个部落中,有六个正对拉刻代蒙人,其余四个则正对忒革亚人。
οὐκέτι δὲ στάδιον ἀπεχόντων, σφαγιασάμενοι οἱ Λακεδαιμόνιοι τῇ Ἀγροτέρᾳ, ὥσπερ νομίζεται, τὴν χίμαιραν, ἡγοῦντο ἐπὶ τοὺς ἐναντίους, τὸ ὑπερέχον ἐπικάμψαντες εἰς κύκλωσιν.3 ἐπεὶ δὲ συνέμειξαν, οἱ μὲν ἄλλοι σύμμαχοι πάντες οἱ τῶν Λακεδαιμονίων ἐκρατήθησαν ὑπὸ τῶν ἐναντίων, Πελληνεῖς δὲ κατὰ Θεσπιέας γενόμενοι ἐμάχοντό τε καὶ ἐν χώρᾳ ἔπιπτον ἑκατέρων.
当两军相距不足一斯塔狄昂时,拉刻代蒙人按照习俗向狩猎女神阿格罗忒拉献祭了牝山羊,便挥军直扑敌阵,将延伸外侧的翼端向内弯曲以实施合围。两军接战之际,拉刻代蒙人的其余全部盟友皆被敌军击溃,唯有佩勒涅人在正对忒斯庇埃人处顽强奋战,双方皆在阵地上死战倒下。
αὐτοὶ δὲ οἱ Λακεδαιμόνιοι ὅσον τε κατέσχον τῶν Ἀθηναίων ἐκράτησαν, καὶ κυκλωσάμενοι τῷ ὑπερέχοντι πολλοὺς ἀπέκτειναν αὐτῶν, καὶ ἅτε δὴ ἀπαθεῖς ὄντες, συντεταγμένοι ἐπορεύοντο· καὶ τὰς μὲν τέτταρας φυλὰς τῶν Ἀθηναίων πρὶν ἐκ τῆς διώξεως ἐπαναχωρῆσαι παρῆλθον, ὥστε οὐκ ἀπέθανον αὐτῶν πλὴν εἴ τις ἐν τῇ συμβολῇ ὑπὸ Τεγεατῶν·
拉刻代蒙人自身则击溃了与其交战的全部雅典部队,并以延伸的翼侧将其合围,歼灭了大量敌军;由于自身未受挫伤,他们保持整齐的阵型继续挺进。他们在雅典人的那四个部落追击归来之前便穿过了该处,因此这四个部落除了在交锋时死于忒革亚人之手者外,并未遭受更多伤亡。
τοῖς δʼ Ἀργείοις ἐπιτυγχάνουσιν οἱ Λακεδαιμόνιοι ἀναχωροῦσι, καὶ μέλλοντος τοῦ πρώτου πολεμάρχου ἐκ τοῦ ἐναντίου συμβάλλειν αὐτοῖς, λέγεται ἄρα τις ἀναβοῆσαι παρεῖναι τοὺς πρώτους.4 ὡς δὲ τοῦτʼ ἐγένετο, παραθέοντας δὴ παίοντες εἰς τὰ γυμνὰ πολλοὺς ἀπέκτειναν αὐτῶν. ἐπελάβοντο δὲ καὶ Κορινθίων ἀναχωρούντων. ἔτι δʼ ἐπέτυχον οἱ Λακεδαιμόνιοι καὶ τῶν Θηβαίων τισὶν ἀναχωροῦσιν ἐκ τῆς διώξεως, καὶ ἀπέκτειναν συχνοὺς αὐτῶν.
随后拉刻代蒙人迎面遇上了撤退中的阿尔戈斯人,正当第一位军务官准备与他们迎面交锋时,据说有人高喊放过先头部队。事情照此执行后,他们趁着阿尔戈斯人从身旁疾驰而过之际,猛击其毫无防备的右侧,斩杀了其中许多人。他们还迎击了撤退中的科林斯人。此外,拉刻代蒙人还迎头撞上了一些追击归来的忒拜人,并斩杀了其中大批兵卒。
τούτων δὲ γενομένων, οἱ ἡττώμενοι τὸ μὲν πρῶτον ἔφευγον πρὸς τὰ τείχη· ἔπειτα δʼ εἰρξάντων Κορινθίων πάλιν κατεσκήνησαν εἰς τὸ ἀρχαῖον στρατόπεδον. Λακεδαιμόνιοι δʼ αὖ ἐπαναχωρήσαντες, ἔνθα τὸ πρῶτον τοῖς πολεμίοις συνέμειξαν, ἐστήσαντο τροπαῖον. καὶ αὕτη μὲν δὴ ἡ μάχη οὕτως ἐγένετο.
这些战事发生之后,溃败的军队起初逃向城墙;但由于科林斯人闭门不纳,他们便再次退回原先的营地扎营。拉刻代蒙人则退回到最初与敌接战之处,树立了胜利纪念碑。这场战役便是如此进行的。
- 4.2.15ἔμπροσθεν ποιησάμενοι τὴν χαράδραν
中动分词 ποιησάμενοι 表自身利益(“将……置于自己阵前”)。χαράδρα 指山洪冲刷出的冲沟或干涸沟壑,此处指敌军将冲沟作为天然屏障置于己方阵前扎营。
- 4.2.18ἀμελήσαντες τοῦ εἰς ἑκκαίδεκα
中性单数属格定冠词 τοῦ 将介词短语 εἰς ἑκκαίδεκα(“十六人深”)名词化,作动词 ἀμελέω 的宾语。此指维奥蒂亚人完全不顾此前各邦协商好的排成十六列纵深的协议。
- 4.2.20τὸ ὑπερέχον ἐπικάμψαντες εἰς κύκλωσιν
中性单数分词 τὸ ὑπερέχον 名词化,指“伸出敌阵外侧的部分(翼端过剩部分)”。与 ἐπικάμψαντες(“弯曲、向内折回”)及目的短语 εἰς κύκλωσιν(“为了包围”)连用,生动描绘了将延伸出敌线的侧翼向内合拢实施合围的战术机动。
- 4.2.22παρεῖναι τοὺς πρώτους
不定式 παρεῖναι(源自 παρίημι,“放过、任其通行”)接在 ἀναβοῆσαι 之后,作间接引语表达命令内容(“放过前头的队伍”)。此举意在避免正面对撞,以便从退却中飞奔而过的阿尔戈斯人毫无盾牌防护的右侧加以痛击。
