← 色诺芬

希腊史

§4.2.1-4.2.13

阿格西劳斯奉召回国与联军进军

因希腊本土结成反斯巴达同盟,阿格西劳斯奉召回国,他在亚洲留下守军,并通过竞赛重奖选拔精兵启程班师。与此同时,反斯巴达同盟试图在斯巴达本土附近迎击敌军,却在争夺指挥权和商议阵型深度时延误时机,致使斯巴达军队已然逼近。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.1

Ἀγησίλαος μὲν δὴ ἐν τούτοις ἦν. οἱ δὲ Λακεδαιμόνιοι ἐπεὶ σαφῶς ᾔσθοντο τά τε χρήματα ἐληλυθότα εἰς τὴν Ἑλλάδα καὶ τὰς μεγίστας πόλεις συνεστηκυίας ἐπὶ πολέμῳ πρὸς ἑαυτούς, ἐν κινδύνῳ τε τὴν πόλιν ἐνόμισαν καὶ στρατεύειν ἀναγκαῖον ἡγήσαντο εἶναι.

正当阿格西劳斯忙于这些事务之际,拉刻代蒙人清楚地觉察到资金已流入希腊本土,且几个最大的城邦已结成反抗他们的同盟,他们认为自己的城邦已处于危难之中,断定必须发起出征。

§4.2.2

καὶ αὐτοὶ μὲν ταῦτα παρεσκευάζοντο, εὐθὺς δὲ καὶ ἐπὶ τὸν Ἀγησίλαον πέμπουσιν Ἐπικυδίδαν. ὁ δʼ ἐπεὶ ἀφίκετο, τά τε ἄλλα διηγεῖτο ὡς ἔχοι καὶ ὅτι ἡ πόλις ἐπιστέλλοι αὐτῷ βοηθεῖν ὡς τάχιστα τῇ πατρίδι.

他们自己一边为此作准备,一边立即派埃庇居狄达斯前往阿格西劳斯处。他到达后,不仅详述了各方面的情形,还转达城邦命令他尽快回师救援祖国。

§4.2.3

ὁ δὲ Ἀγησίλαος ἐπεὶ ἤκουσε, χαλεπῶς μὲν ἤνεγκεν, ἐνθυμούμενος καὶ οἵων τιμῶν καὶ οἵων ἐλπίδων ἀπεστερεῖτο, ὅμως δὲ συγκαλέσας τοὺς συμμάχους ἐδήλωσε τὰ ὑπὸ τῆς πόλεως παραγγελλόμενα, καὶ εἶπεν ὅτι ἀναγκαῖον εἴη βοηθεῖν τῇ πατρίδι· ἐὰν μέντοι ἐκεῖνα καλῶς γένηται, εὖ ἐπίστασθε, ἔφη, ὦ ἄνδρες σύμμαχοι, ὅτι οὐ μὴ ἐπιλάθωμαι1 ὑμῶν, ἀλλὰ πάλιν παρέσομαι πράξων ὧν ὑμεῖς δεῖσθε.

阿格西劳斯闻讯后深感沉痛,念及自己被剥夺了何等的荣耀与期望;然而,他还是召集盟友,公布了城邦发来的命令,并表示前往救援祖国势在必行。“但是,如果那里的局势好转,”他说,“盟友同仁们,你们应当深信,我绝不会忘记你们,必定会再次回来,实现你们的心愿。”

§4.2.4

ἀκούσαντες ταῦτα πολλοὶ μὲν ἐδάκρυσαν, πάντες δʼ ἐψηφίσαντο βοηθεῖν μετʼ Ἀγησιλάου τῇ Λακεδαίμονι· εἰ δὲ καλῶς τἀκεῖ γένοιτο, λαβόντες αὐτὸν πάλιν ἥκειν εἰς τὴν Ἀσίαν.

众人听闻此言,许多人潸然泪下,全体一致表决同意随阿格西劳斯一同救援拉刻代蒙;倘若那里的事态平定,便再护送他重返亚洲。

§4.2.5

καὶ οἱ μὲν δὴ συνεσκευάζοντο ὡς ἀκολουθήσοντες. ὁ δʼ Ἀγησίλαος ἐν μὲν τῇ Ἀσίᾳ κατέλιπεν Εὔξενον ἁρμοστὴν καὶ φρουροὺς παρʼ αὐτῷ οὐκ ἔλαττον τετρακισχιλίων, ἵνα δύναιτο διασῴζειν τὰς πόλεις· αὐτὸς δὲ ὁρῶν ὅτι οἱ πολλοὶ τῶν στρατιωτῶν μένειν ἐπεθύμουν μᾶλλον ἢ ἐφʼ Ἕλληνας στρατεύεσθαι, βουλόμενος ὡς βελτίστους καὶ πλείστους ἄγειν μεθʼ ἑαυτοῦ, ἆθλα προύθηκε ταῖς πόλεσιν, ἥτις ἄριστον στράτευμα πέμποι, καὶ τῶν μισθοφόρων τοῖς λοχαγοῖς, ὅστις εὐοπλότατον λόχον ἔχων συστρατεύοιτο καὶ ὁπλιτῶν καὶ τοξοτῶν καὶ πελταστῶν. προεῖπε δὲ καὶ τοῖς ἱππάρχοις, ὅστις εὐιπποτάτην καὶ εὐοπλοτάτην τάξιν παρέχοιτο, ὡς καὶ τούτοις νικητήριον δώσων.

于是他们打点行装准备随行。阿格西劳斯在亚洲留下了总督欧克塞诺斯及不少于四千人的守备部队,以便能够保卫各城邦;而他本人看到大多数士兵宁愿留守也不愿去攻打希腊同胞,为了能带走尽可能精良且庞大的军队,便向各城邦设立奖赏,看哪个城邦派遣的部队最精良;也向雇佣军连长们悬赏,看谁率领装备最精良的重装步兵、弓兵或轻盾兵连队参军。他还向骑兵队长们宣布,对提供马匹与装备最优秀的骑兵队的队长,也同样颁发胜者之赏。

§4.2.6

τὴν δὲ κρίσιν ἔφη ποιήσειν, ἐπεὶ διαβαίησαν ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην, ἐν Χερρονήσῳ, ὅπως εὖ εἰδείησαν ὅτι τοὺς στρατευομένους δεῖ εὐκρινεῖν.

他表示,将在全军由亚洲渡至欧洲后,在刻耳索涅索斯进行评判,以便让他们切实明白,参军之人必须经过严格筛选。

§4.2.7

ἦν δὲ τὰ ἆθλα τὰ μὲν πλεῖστα ὅπλα ἐκπεπονημένα εἰς κόσμον καὶ ὁπλιτικὰ καὶ ἱππικά· ἦσαν δὲ καὶ στέφανοι χρυσοῖ· τὰ δὲ πάντα ἆθλα οὐκ ἔλαττον ἐγένοντο ἢ ἀπὸ τεττάρων ταλάντων. τοσούτων μέντοι ἀναλωθέντων, παμπόλλων χρημάτων ὅπλα εἰς τὴν στρατιὰν κατεσκευάσθη.

奖品大多是专为装饰而精心打造的武器,既有重步兵武器也有骑兵装备;此外还有金冠;所有奖品的总值不下四塔兰同。然而通过耗费这笔巨款,军中却配置了价值连城的武具。

§4.2.8

ἐπεὶ δὲ διέβη τὸν Ἑλλήσποντον, κριταὶ κατέστησαν Λακεδαιμονίων μὲν Μένασκος καὶ Ἡριππίδας καὶ Ὄρσιππος, τῶν δὲ συμμάχων εἷς ἀπὸ πόλεως. καὶ Ἀγησίλαος μέν, ἐπεὶ τὴν κρίσιν ἐποίησεν, ἔχων τὸ στράτευμα ἐπορεύετο τὴν αὐτὴν ὁδὸν ἥνπερ βασιλεὺς ὅτε ἐπὶ τὴν Ἑλλάδα ἐστράτευεν.

当他渡过赫勒斯滂后,由拉刻代蒙人梅纳斯科斯、赫里庇达斯、奥尔西波斯,以及各盟邦各派一人组成评判委员会。阿格西劳斯在评判完毕后,率领全军沿着当年波斯王远征希腊时所走的完全相同的路线进军。

§4.2.9

ἐν δὲ τούτῳ οἱ μὲν ἔφοροι φρουρὰν ἔφηναν· ἡ δὲ πόλις, ἐπεὶ Ἀγησίπολις παῖς ἔτι ἦν, Ἀριστόδημον τοῦ γένους ὄντα καὶ πρόδικον τοῦ παιδός, ἡγεῖσθαι τῇ στρατιᾷ ἐκέλευον.

在此期间,监察官宣布征集远征军;由于阿格西波利斯尚在幼年,城邦遂命王族出身且兼任幼主监护人的阿里斯托得摩斯统领全军。

§4.2.10

ἐπεὶ δʼ ἐξῇσαν μὲν οἱ Λακεδαιμόνιοι, συνειλεγμένοι δʼ ἦσαν οἱ ἐναντίοι, συνελθόντες ἐβουλεύοντο πῶς ἂν τὴν μάχην συμφορώτατα σφίσιν αὐτοῖς ποιήσαιντο.

当拉刻代蒙军出征,而敌方亦集结完毕时,敌方聚集在一起,商议如何作战才能对自己最为有利。

§4.2.11

Τιμόλαος μὲν δὴ Κορίνθιος ἔλεξεν· ἀλλʼ ἐμοὶ δοκεῖ, ἔφη, ὦ ἄνδρες σύμμαχοι, ὅμοιον εἶναι τὸ τῶν Λακεδαιμονίων πρᾶγμα οἷόνπερ τὸ τῶν ποταμῶν. οἵ τε γὰρ ποταμοὶ πρὸς μὲν ταῖς πηγαῖς οὐ μεγάλοι εἰσὶν ἀλλʼ εὐδιάβατοι, ὅσῳ δʼ ἂν πορρωτέρω γίγνωνται, ἐπεμβάλλοντες ἕτεροι ποταμοὶ ἰσχυρότερον αὐτῶν τὸ ῥεῦμα ποιοῦσι, καὶ οἱ Λακεδαιμόνιοι ὡσαύτως, ἔνθεν μὲν ἐξέρχονται, αὐτοὶ μόνοι εἰσί, προϊόντες δὲ καὶ παραλαμβάνοντες τὰς πόλεις πλείους τε καὶ δυσμαχώτεροι γίγνονται. ὁρῶ δʼ ἔγωγε, ἔφη, καὶ ὁπόσοι σφῆκας2 ἐξαιρεῖν βούλονται, ἐὰν μὲν ἐκθέοντας τοὺς σφῆκας πειρῶνται θηρᾶν, ὑπὸ πολλῶν τυπτομένους· ἐὰν δʼ ἔτι ἔνδον ὄντων τὸ πῦρ προσφέρωσι, πάσχοντας μὲν οὐδέν, χειρουμένους δὲ τοὺς σφῆκας. ταῦτʼ οὖν ἐνθυμούμενος ἡγοῦμαι κράτιστον εἶναι μάλιστα μὲν ἐν αὐτῇ, εἰ δὲ μή, ὅτι ἐγγύτατα τῆς Λακεδαίμονος τὴν μάχην ποιεῖσθαι.

科林斯人提摩劳斯发言道:“盟友同仁们,在我看来,拉刻代蒙人的情形正如同河流。因为河流在其发源地并不浩大,极易涉渡,但流得越远,由于其他河流注入,其水流便越发湍急强劲; 拉刻代蒙人亦是如此:在出发之地,他们仅仅是孤身一旅,然而随着向前推进并接纳沿途城邦的兵力,他们的人数便增多,也更难与之抗衡。而且据我观察,”他说,“凡是想要消灭黄蜂的人,若企图在黄蜂飞出巢穴时去捕捉,就会被许多黄蜂蜇伤;但若在黄蜂尚在巢内时施以火攻,自身便丝毫不受伤害,且能彻底制服黄蜂。因此考虑到这些,我认为最好是在拉刻代蒙本土进行决战,若不能,也当尽可能在最靠近拉刻代蒙之处交战。”

§4.2.13

δόξαντος δʼ εὖ λέγειν αὐτοῦ ἐψηφίσαντο ταῦτα. ἐν ᾧ δὲ περὶ ἡγεμονίας τε διεπράττοντο καὶ διωμολογοῦντο εἰς ὁπόσους δέοι τάττεσθαι πᾶν τὸ στράτευμα, ὅπως μὴ λίαν βαθείας τὰς φάλαγγας ποιούμεναι αἱ πόλεις κύκλωσιν τοῖς πολεμίοις παρέχοιεν, ἐν τούτῳ οἱ Λακεδαιμόνιοι καὶ δὴ Τεγεάτας παρειληφότες καὶ Μαντινέας ἐξῇσαν τὴν ἀμφίαλον.3

由于他的发言被认为极为得体,众人便表决通过了这一提议。然而,正当他们还在就最高统帅权进行交涉,并就全军应排成多少人深的横队进行协议——以防各城邦因把方阵排得过深而给敌人提供合围的机会——就在此时,拉刻代蒙人已接纳了忒革亚人和曼提涅亚人的部队,沿着沿海之路进发了。

语法注3 条
  1. 4.2.3οὐ μὴ ἐπιλάθωμαι

    否定词 οὐ μή 连用并接虚拟语气(第一人称单数中间态不定过去时虚拟式 ἐπιλάθωμαι),构成强烈的否定表达式(“绝不会忘记”),用于表达坚决的承诺与保证。

  2. 4.2.12ὁρῶ δʼ ἔγωγε, ἔφη, καὶ ὁπόσοι σφῆκας ἐξαιρεῖν βούλονται, ἐὰν μὲν ἐκθέοντας τοὺς σφῆκας πειρῶνται θηρᾶν, ὑπὸ πολλῶν τυπτομένους· ἐὰν δʼ ἔτι ἔνδον ὄντων τὸ πῦρ προσφέρωσι, πάσχοντας μὲν οὐδέν, χειρουμένους δὲ τοὺς σφῆκας.

    破格句(anacoluthon):句首以主格关系从句 ὁπόσοι...βούλονται(“凡是想消灭黄蜂的人”)开始,但随后受主句表示感官知觉的动词 ὁρῶ(“我看到”)支配,后接的分词转为了宾格形式(τυπτομένους、πάσχοντας、χειρουμένους),仿佛前面已有宾格先行词作其逻辑主语。

  3. 4.2.13τὴν ἀμφίαλον

    形容词 ἀμφίαλος(“环海的”、“濒海的”)的阴性单数宾格。在此惯用法中省略了名词 ὁδόν(“道路”),充当路线与范围的副词性宾格,修饰动词 ἐξῇσαν,意为“沿着沿海道路(行进)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.2.1-4.2.13