- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.1.33-4.1.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法尔纳巴佐斯谴责斯巴达人蹂躏其领地,阿格西劳斯劝其背叛波斯国王自立,但法尔纳巴佐斯表示若受命全权统领必将全力迎战;双方相互尊重并达成互不侵犯约定。会谈后,法尔纳巴佐斯的儿子与阿格西劳斯结下客谊,随后阿格西劳斯撤离该地,集结大军筹划向内地挺进。
τοιοῦτος δὲ γενόμενος νῦν οὕτω διάκειμαι ὑφʼ ὑμῶν ὡς οὐδὲ δεῖπνον ἔχω ἐν τῇ ἐμαυτοῦ χώρᾳ, εἰ μή τι ὧν ἂν ὑμεῖς λίπητε συλλέξομαι, ὥσπερ τὰ θηρία. ἃ δέ μοι ὁ πατὴρ καὶ οἰκήματα καλὰ καὶ παραδείσους καὶ δένδρων καὶ θηρίων μεστοὺς κατέλιπεν, ἐφʼ οἷς ηὐφραινόμην, ταῦτα πάντα ὁρῶ τὰ μὲν κατακεκομμένα, τὰ δὲ κατακεκαυμένα. εἰ οὖν ἐγὼ μὴ γιγνώσκω μήτε τὰ ὅσια μήτε τὰ δίκαια, ὑμεῖς δὲ διδάξατέ με ὅπως ταῦτʼ ἐστὶν ἀνδρῶν ἐπισταμένων χάριτας ἀποδιδόναι.1
“然而,曾作出如此贡献的我,如今却被你们逼到了这样的境地:在自己的领地里,我甚至吃不上一顿饭,除非像野兽一样,去搜集你们吃剩丢弃的东西。我父亲留给我的优美宅邸,以及充满树木与猎兽、曾带给我无尽欢乐的园林,如今我看到所有这一切,有的被砍伐,有的被焚毁。如果说我既不懂得神圣之道,也不懂得正义之道,那么就请你们指教我,这难道是懂得报恩的人所应有的作为吗?”
ὁ μὲν ταῦτʼ εἶπεν. οἱ δὲ τριάκοντα πάντες μὲν ἐπῃσχύνθησαν αὐτὸν καὶ ἐσιώπησαν· ὁ δὲ Ἀγησίλαος χρόνῳ ποτὲ εἶπεν· ἀλλʼ οἶμαι μέν σε, ὦ Φαρνάβαζε, εἰδέναι ὅτι καὶ ἐν ταῖς Ἑλληνικαῖς πόλεσι ξένοι ἀλλήλοις γίγνονται ἄνθρωποι. οὗτοι δέ, ὅταν αἱ πόλεις πολέμιαι γένωνται, σὺν ταῖς πατρίσι καὶ τοῖς ἐξενωμένοις πολεμοῦσι καί, ἂν οὕτω τύχωσιν, ἔστιν ὅτε καὶ ἀπέκτειναν ἀλλήλους. καὶ ἡμεῖς οὖν νῦν βασιλεῖ τῷ ὑμετέρῳ πολεμοῦντες πάντα ἠναγκάσμεθα τὰ ἐκείνου πολέμια νομίζειν· σοί γε μέντοι φίλοι γενέσθαι περὶ παντὸς ἂν ποιησαίμεθα.
他说完这些,三十人委员全都为之羞愧,默然不语。过了一会儿,阿格西劳斯开口说道:“然而我想,法尔纳巴佐斯,你也知道在希腊城邦中,人们彼此也会结为宾客之友。但这些人当彼此的城邦开战时,也会同各自的祖国并肩作战,哪怕对手是与自己结下客谊的人;若事出偶然,有时甚至会互相杀戮。因此,我们如今与你们的国王作战,也不得不将他的一切财产视为敌物。然而对你个人而言,我们最渴望的莫过于与你结为朋友。
καὶ εἰ μὲν ἀλλάξασθαί σε ἔδει ἀντὶ δεσπότου βασιλέως ἡμᾶς δεσπότας,2 οὐκ ἂν ἔγωγέ σοι συνεβούλευον· νῦν δὲ ἔξεστί σοι μεθʼ ἡμῶν γενομένῳ μηδένα προσκυνοῦντα μηδὲ δεσπότην ἔχοντα ζῆν καρπούμενον τὰ σαυτοῦ. καίτοι ἐλεύθερον εἶναι ἐγὼ μὲν οἶμαι ἀντάξιον εἶναι τῶν πάντων χρημάτων.
如果说要你以我们为主人来取代国王这位主人,我绝不会向你提出这样的建议;但现在的情形是,只要你加入我们,你便无需向任何人屈膝膜拜,也无需受任何主人统辖,享受自己的产业而生活。而在我看来,自由之身足以抵得上世间的一切财富。
οὐδὲ μέντοι τοῦτό σε κελεύομεν, πένητα μέν, ἐλεύθερον δʼ εἶναι, ἀλλʼ ἡμῖν συμμάχοις χρώμενον αὔξειν μὴ τὴν βασιλέως ἀλλὰ τὴν σαυτοῦ ἀρχήν, τοὺς νῦν ὁμοδούλους σοι καταστρεφόμενον, ὥστε σοὺς ὑπηκόους εἶναι. καίτοι εἰ ἅμα ἐλεύθερός τʼ εἴης καὶ πλούσιος γένοιο, τίνος ἂν δέοις μὴ οὐχὶ πάμπαν εὐδαίμων εἶναι;3
而且,我们绝非劝你做一个虽然自由却一贫如洗的人;相反,通过以我们为盟友,你所扩张的将不是国王的领土,而是你自己的统治,将如今同你一样身为奴隶的人征服,使他们成为你的臣民。倘若你既拥有自由,又变得富有,那么要获得彻底的幸福,你还缺少什么呢?”
οὐκοῦν, ἔφη ὁ Φαρνάβαζος, ἁπλῶς ὑμῖν ἀποκρίνομαι ἅπερ ποιήσω; πρέπει γοῦν σοι. ἐγὼ τοίνυν, ἔφη, ἐὰν βασιλεὺς ἄλλον μὲν στρατηγὸν πέμπῃ, ἐμὲ δὲ ὑπήκοον ἐκείνου τάττῃ, βουλήσομαι ὑμῖν καὶ φίλος καὶ σύμμαχος εἶναι· ἐὰν μέντοι μοι τὴν ἀρχὴν προστάττῃ (τοιοῦτόν τι, ὡς ἔοικε, φιλοτιμία ἐστίν), εὖ χρὴ εἰδέναι ὅτι πολεμήσω ὑμῖν ὡς ἂν δύνωμαι ἄριστα.
法尔纳巴佐斯说:“那么,我是否可以坦率地回答你们我将怎么做?”“这正符合你的风度。”“那么,”他说,“如果国王派遣另一位将领,而命我受其节制,我愿成为你们的朋友和盟友;然而,如果他将大权授予我——看来,荣誉心就是这样一种东西——你们应当明白,我必将全力以赴与你们作战。”
ἀκούσας ταῦτα ὁ Ἀγησίλαος ἐλάβετο τῆς χειρὸς αὐτοῦ καὶ εἶπεν· εἴθʼ, ὦ λῷστε σύ, τοιοῦτος ὢν φίλος ἡμῖν γένοιο. ἓν δʼ οὖν, ἔφη, ἐπίστω, ὅτι νῦν τε ἄπειμι ὡς ἂν δύνωμαι τάχιστα ἐκ τῆς σῆς χώρας, τοῦ τε λοιποῦ, κἂν πόλεμος ᾖ, ἕως ἂν ἐπʼ ἄλλον ἔχωμεν στρατεύεσθαι, σοῦ τε καὶ τῶν σῶν ἀφεξόμεθα.
阿格西劳斯听后握住他的手说:“啊,高尚的人,但愿像你这样的人能成为我们的朋友!无论如何,”他说,“请你记住这一点:我现在就将尽快撤出你的领地;今后哪怕战事不断,只要我们还有别人可以出征讨伐,我们就绝不侵扰你和你的财产。”
τούτων δὲ λεχθέντων διέλυσε τὴν σύνοδον. καὶ ὁ μὲν Φαρνάβαζος ἀναβὰς ἐπὶ τὸν ἵππον ἀπῄει, ὁ δὲ ἐκ τῆς Παραπίτας υἱὸς αὐτοῦ, καλὸς ἔτι ὤν, ὑπολειφθεὶς καὶ προσδραμών, Ξένον σε, ἔφη, ὦ Ἀγησίλαε, ποιοῦμαι. ἐγὼ δέ γε δέχομαι. μέμνησό νυν, ἔφη. καὶ εὐθὺς τὸ παλτόν (εἶχε δὲ καλόν) ἔδωκε τῷ Ἀγησιλάῳ. ὁ δὲ δεξάμενος, φάλαρα ἔχοντος περὶ τῷ ἵππῳ Ἰδαίου τοῦ γραφέως πάγκαλα, περιελὼν ἀντέδωκεν αὐτῷ. τότε μὲν οὖν ὁ παῖς ἀναπηδήσας ἐπὶ τὸν ἵππον μετεδίωκε τὸν πατέρα.
说罢这些,他便结束了会谈。法尔纳巴佐斯上马离去;但他与帕拉皮塔所生的儿子当时尚在俊美年华,留了下来并跑上前说:“阿格西劳斯,我愿与你结为宾客之友。”“我欣然接受。”“那么请记住。”少年说;随即把自己的投枪——那是一柄极精美的投枪——赠给了阿格西劳斯。阿格西劳斯收下后,见书记官伊代欧斯的战马佩戴着极其华美的马饰,便取下回赠给少年。当时少年便跳上马鞍,追赶他的父亲去了。
ὡς δʼ ἐν τῇ τοῦ Φαρναβάζου ἀποδημίᾳ ἀποστερῶν ἁδελφὸς4 τὴν ἀρχὴν φυγάδα ἐποίησε τὸν τῆς Παραπίτας υἱόν, τά τʼ ἄλλα ὁ Ἀγησίλαος ἐπεμελεῖτο αὐτοῦ, καὶ ἐρασθέντος αὐτοῦ τοῦ Εὐάλκους υἱέος Ἀθηναίου, πάντʼ ἐποίησεν ὅπως ἂν διʼ ἐκεῖνον ἐγκριθείη τὸ στάδιον5 ἐν Ὀλυμπίᾳ, μέγιστος ὢν τῶν παίδων.
后来,在法尔纳巴佐斯离开领地期间,他的兄弟剥夺了他的统治权,使帕拉皮塔的儿子流亡异乡,阿格西劳斯在各方面都关照他;当他爱上一名雅典人欧阿尔克斯的儿子时,阿格西劳斯竭尽所能,为了他而使〔欧阿尔克斯的儿子〕在奥林匹亚被准许参加少年短跑比赛,尽管他在少年中身材最为高大。
καὶ τότε δή, ὥσπερ εἶπε πρὸς τὸν Φαρνάβαζον, εὐθὺς ἀπεπορεύετο ἐκ τῆς χώρας· σχεδὸν δὲ καὶ ἔαρ ἤδη ὑπέφαινεν. ἀφικόμενος δʼ εἰς Θήβης πεδίον κατεστρατοπεδεύσατο περὶ τὸ τῆς Ἀστυρηνῆς Ἀρτέμιδος ἱερόν, καὶ ἐκεῖ πρὸς ᾧ εἶχε συνέλεγε πανταχόθεν πάμπληθες στράτευμα. παρεσκευάζετο γὰρ πορευσόμενος ὡς δύναιτο ἀνωτάτω, νομίζων ὁπόσα ὄπισθεν ποιήσαιτο ἔθνη πάντα ἀποστερήσειν βασιλέως.
当时,正如对法尔纳巴佐斯所承诺的那样,阿格西劳斯立即率军撤出了他的领地;那时初春已露端倪。他抵达底比平原,在阿斯图拉的阿耳忒弥斯圣所附近扎营,并在现有兵力之外,从各地集结起一支极为庞大的军队。因为他正准备尽可能向内地腹地进军,认为自己留在身后的所有民族都将被从国王手中剥离出去。
- 4.1.33ὑμεῖς δὲ διδάξατέ με ὅπως ταῦτʼ ἐστὶν ἀνδρῶν ἐπισταμένων χάριτας ἀποδιδόναι
紧接在条件从句(εἰ... μή...)之后的主句开头的δέ,属于归结从句的δέ(apodotic δέ)。在ὅπως引导的从句中,ἀνδρῶν ἐπισταμένων作表语性属格(所有或特质属格),表示“这是懂得报恩之人所特有的作为”。
- 4.1.35ἀλλάξασθαί σε ἔδει ἀντὶ δεσπότου βασιλέως ἡμᾶς δεσπότας
中动相动词ἀλλάσσομαι表示“换取/取……作为替代”,此处接宾格表示换得的对象(ἡμᾶς δεσπότας“以我们为主子”),并接介词短语ἀντί加属格表示被替换掉的对象(ἀντὶ δεσπότου βασιλέως“代替主子国王”)。
- 4.1.36τίνος ἂν δέοις μὴ οὐχὶ πάμπαν εὐδαίμων εἶναι;
表示“缺乏/需要”的动词δέω(此处为人称用法的第二人称δέοις)支配属格τίνος,后接双重否定词μὴ οὐχί与不定式εἶναι。由于这是一个包含隐性否定意义的反问句(即“你绝不会缺少任何东西”),因而在表示妨碍、缺乏或否定的表达之后,规则地使用了μὴ οὐ加不定式的结构。
- 4.1.40ἀποστερῶν ἁδελφὸς
ἁδελφός是ὁ ἀδελφός的元音融合(crasis)。现在分词ἀποστερῶν带有试图(conative)或过程描述的意味,表示夺取统治权的图谋或行动(“企图夺走统治权 / 剥夺其统辖权”)。
- 4.1.40ἐγκριθείη τὸ στάδιον
动词ἐγκρίνω(选拔入选、认可合格)的被动语态(祈愿语气),接比赛项目的宾格(内宾格或同源宾格用法)τὸ στάδιον,意为“被批准参加短跑(少年组)比赛”。
