- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.1.16-4.1.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法尔纳巴佐斯突袭了阿格西劳斯的征粮部队,赫里皮达斯随后反击攻破其大营;然而在分配战利品时的争执导致斯皮特里达特斯等人出走叛离,之后在阿波罗法内斯的斡旋下阿格西劳斯与法尔纳巴佐斯举行了会晤。
παρέρρει δὲ καὶ ποταμὸς παντοδαπῶν ἰχθύων πλήρης. ἦν δὲ καὶ τὰ πτηνὰ ἄφθονα τοῖς ὀρνιθεῦσαι δυναμένοις. ἐνταῦθα μὲν δὴ διεχείμαζε, καὶ αὐτόθεν καὶ σὺν προνομαῖς τὰ ἐπιτήδεια τῇ στρατιᾷ λαμβάνων.
此外,还有一条河流流过,盛产各种鱼类;对于擅长捕鸟的人来说,飞禽也很充裕。阿格西劳斯便在那里过冬,既从当地、也通过派出搜粮队为军队筹集粮秣。
καταφρονητικῶς δέ ποτε καὶ ἀφυλάκτως διὰ τὸ μηδὲν πρότερον ἐσφάλθαι λαμβανόντων τῶν στρατιωτῶν τὰ ἐπιτήδεια, ἐπέτυχεν αὐτοῖς ὁ Φαρνάβαζος κατὰ τὸ πεδίον ἐσπαρμένοις, ἅρματα μὲν ἔχων δύο δρεπανηφόρα, ἱππέας δὲ ὡς τετρακοσίους.
有一次,由于士兵们之前从未遭遇过失利,便漫不经心、毫无戒备地收集给养,法尔纳巴佐斯率领两辆刀轮战车和大约四百名骑兵,袭击了散布在平原上的他们。
οἱ δʼ Ἕλληνες ὡς εἶδον αὐτὸν προσελαύνοντα, συνέδραμον ὡς εἰς ἑπτακοσίους· ὁ δʼ οὐκ ἐμέλλησεν, ἀλλὰ προστησάμενος τὰ ἅρματα, αὐτὸς δὲ σὺν τοῖς ἱππεῦσιν ὄπισθεν γενόμενος, ἐλαύνειν εἰς αὐτοὺς ἐκέλευσεν.
希腊人看见他策马冲来,聚集起约七百人;但他毫不犹豫,将战车排在前方,自己则率骑兵跟在后面,下令向他们冲撞过去。
ὡς δὲ τὰ ἅρματα ἐμβαλόντα διεσκέδασε τὸ ἁθρόον, ταχὺ οἱ ἱππεῖς κατέβαλον ὡς εἰς ἑκατὸν ἀνθρώπους, οἱ δʼ ἄλλοι κατέφυγον πρὸς Ἀγησίλαον· ἐγγὺς γὰρ ἔτυχε σὺν τοῖς ὁπλίταις ὤν.
战车冲入并冲散了密集的队伍后,骑兵迅速斩杀了约百人,其余的人则逃奔到阿格西劳斯那里;因为他正好带着重装步兵就在附近。
ἐκ δὲ τούτου τρίτῃ ἢ τετάρτῃ ἡμέρᾳ αἰσθάνεται ὁ Σπιθριδάτης τὸν Φαρνάβαζον ἐν Καυῇ κώμῃ μεγάλῃ στρατοπεδευόμενον, ἀπέχοντα στάδια ὡς ἑξήκοντα καὶ ἑκατόν, καὶ εὐθὺς λέγει πρὸς τὸν Ἡριππίδαν.
这事发生后的第三天或第四天,斯皮特里达特斯发现法尔纳巴佐斯正驻扎在约一百六十斯塔狄昂之外的大村庄卡韦,便立即告知了赫里皮达斯。
καὶ ὁ Ἡριππίδας ἐπιθυμῶν λαμπρόν τι ἐργάσασθαι, αἰτεῖ τὸν Ἀγησίλαον ὁπλίτας τε εἰς δισχιλίους καὶ πελταστὰς ἄλλους τοσούτους καὶ ἱππέας τούς τε Σπιθριδάτου καὶ τοὺς Παφλαγόνας καὶ τῶν Ἑλλήνων ὁπόσους πείσειεν.
赫里皮达斯渴望建立显赫的功勋,便向阿格西劳斯请求拨给两千名重装步兵、同等数量的轻盾兵、斯皮特里达特斯和帕夫拉戈尼亚人的骑兵,以及他能说服的希腊骑兵。
ἐπεὶ δὲ ὑπέσχετο αὐτῷ, ἐθύετο· καὶ ἅμα δείλῃ καλλιερησάμενος κατέλυσε τὴν θυσίαν. ἐκ δὲ τούτου δειπνήσαντας παρήγγειλε παρεῖναι πρόσθεν τοῦ στρατοπέδου. σκότους δὲ γενομένου οὐδʼ οἱ ἡμίσεις ἑκάστων ἐξῆλθον.
当阿格西劳斯答应了他之后,他便举行祭祀;黄昏时分获得吉兆后,结束了祭祀仪式。随后,他下令用过晚餐后到营地前集合。然而夜幕降临时,各部甚至连一半的人都没有出来。
ὅπως δὲ μή, εἰ ἀποτρέποιτο, καταγελῷεν αὐτοῦ οἱ ἄλλοι τριάκοντα, ἐπορεύετο σὺν ᾗ εἶχε δυνάμει.1
但他为了不因退却而遭到其他三十人委员的嘲笑,便率领手头仅有的部队出发了。
ἅμα δὲ τῇ ἡμέρᾳ ἐπιπεσὼν τῇ Φαρναβάζου στρατοπεδείᾳ, τῆς μὲν προφυλακῆς αὐτοῦ Μυσῶν ὄντων πολλοὶ ἔπεσον,2 αὐτοὶ δὲ διαφεύγουσι, τὸ δὲ στρατόπεδον ἁλίσκεται, καὶ πολλὰ μὲν ἐκπώματα καὶ ἄλλα δὴ οἷα Φαρναβάζου κτήματα, πρὸς δὲ τούτοις σκεύη πολλὰ καὶ ὑποζύγια σκευοφόρα.
黎明时分,他突袭了法尔纳巴佐斯的营地,其前卫部队密细亚人死伤众多,法尔纳巴佐斯等人则逃脱了;营地被攻陷,缴获了许多酒杯和符合法尔纳巴佐斯身份的宝物,此外还有大量的器物和驮畜。
διὰ γὰρ τὸ φοβεῖσθαι μή, εἴ που κατασταίη, κυκλωθεὶς πολιορκοῖτο, ἄλλοτε ἄλλῃ τῆς χώρας ἐπῄει, ὥσπερ οἱ νομάδες, καὶ μάλα ἀφανίζων τὰς στρατοπεδεύσεις.
因为他害怕若固定驻扎在某处,会被包围困住,便像游牧民一样,时而迁往此地,时而迁往彼地,极力隐蔽自己的营地。
ἐπεὶ δὲ τὰ ληφθέντα χρήματα ἀπήγαγον οἵ τε Παφλαγόνες καὶ ὁ Σπιθριδάτης, ὑποστήσας Ἡριππίδας ταξιάρχους καὶ λοχαγοὺς ἀφείλετο ἅπαντα τόν τε Σπιθριδάτην καὶ τοὺς Παφλαγόνας,3 ἵνα δὴ πολλὰ ἀπαγάγοι τὰ αἰχμάλωτα τοῖς λαφυροπώλαις.
当帕夫拉戈尼亚人和斯皮特里达特斯运走所掠获的财物时,赫里皮达斯布置了联队长和百夫长,将所有财物从斯皮特里达特斯和帕夫拉戈尼亚人手中夺走,以便将大批战利品交给负责变卖战利品的官员。
ἐκεῖνοι μέντοι ταῦτα παθόντες οὐκ ἤνεγκαν, ἀλλʼ ὡς ἀδικηθέντες καὶ ἀτιμασθέντες νυκτὸς συσκευασάμενοι ᾤχοντο ἀπιόντες εἰς Σάρδεις πρὸς Ἀριαῖον, πιστεύσαντες, ὅτι καὶ ὁ Ἀριαῖος ἀποστὰς βασιλέως ἐπολέμησεν αὐτῷ.
然而,他们遭受这般对待后忍无可忍,认为受到了不公和羞辱,便在夜间收拾行装离去,前往萨狄斯投奔阿里埃欧斯,之所以信任〔他〕,是因为阿里埃欧斯也曾背叛波斯国王并与其作战。
Ἀγησιλάῳ μὲν δὴ τῆς ἀπολείψεως τοῦ Σπιθριδάτου καὶ τοῦ Μεγαβάτου καὶ τῶν Παφλαγόνων οὐδὲν ἐγένετο βαρύτερον ἐν τῇ στρατείᾳ.
对于阿格西劳斯而言,在这次远征中,没有什么比斯皮特里达特斯、墨伽巴特斯以及帕夫拉戈尼亚人的离去更令他痛心了。
ἦν δέ τις Ἀπολλοφάνης Κυζικηνός, ὃς καὶ Φαρναβάζῳ ἐτύγχανεν ἐκ παλαιοῦ ξένος ὢν καὶ Ἀγησιλάῳ κατʼ ἐκεῖνον τὸν χρόνον ἐξενώθη. οὗτος οὖν εἶπε πρὸς τὸν Ἀγησίλαον ὡς οἴοιτο συναγαγεῖν αὐτῷ ἂν εἰς λόγους περὶ φιλίας Φαρνάβαζον.
当时有一位基齐库斯人阿波罗法内斯,他自古以来便是法尔纳巴佐斯的宾客朋友,在那时也与阿格西劳斯结为了宾客之谊。于是他对阿格西劳斯说,他认为能够撮合他与法尔纳巴佐斯就友好之事进行会谈。
ὡς δʼ ἤκουσεν αὐτοῦ, σπονδὰς λαβὼν καὶ δεξιὰν παρῆν ἄγων τὸν Φαρνάβαζον εἰς συγκείμενον χωρίον, ἔνθα δὴ Ἀγησίλαος καὶ οἱ περὶ αὐτὸν τριάκοντα χαμαὶ ἐν πόᾳ τινὶ κατακείμενοι ἀνέμενον· ὁ δὲ Φαρνάβαζος ἧκεν ἔχων στολὴν πολλοῦ χρυσοῦ ἀξίαν. ὑποτιθέντων δὲ αὐτῷ τῶν θεραπόντων ῥαπτά, ἐφʼ ὧν καθίζουσιν οἱ Πέρσαι μαλακῶς, ᾐσχύνθη ἐντρυφῆσαι, ὁρῶν τοῦ Ἀγησιλάου τὴν φαυλότητα· κατεκλίθη οὖν καὶ αὐτὸς ὥσπερ εἶχε χαμαί.
阿格西劳斯听取了他的建议,阿波罗法内斯便取得停战协议与信义保证,领着法尔纳巴佐斯来到约定的地点,阿格西劳斯和身旁的三十人委员正躺在草地上等待;法尔纳巴佐斯身着价值巨万黄金的华服前来。当仆人为他铺设波斯人习惯柔软坐卧的织毯时,看到阿格西劳斯的朴素,他便羞于享乐;于是他也照原样就地坐在了草地上。
καὶ πρῶτα μὲν ἀλλήλους χαίρειν προσεῖπαν, ἔπειτα τὴν δεξιὰν προτείναντος τοῦ Φαρναβάζου ἀντιπρούτεινε καὶ ὁ Ἀγησίλαος. μετὰ δὲ τοῦτο ἤρξατο λόγου ὁ Φαρνάβαζος· καὶ γὰρ ἦν πρεσβύτερος·
起初他们互道问候,随后法尔纳巴佐斯伸出右手,阿格西劳斯也回敬伸出右手。此后,法尔纳巴佐斯先开了口,因为他年纪更长:
ὦ Ἀγησίλαε καὶ πάντες οἱ παρόντες Λακεδαιμόνιοι, ἐγὼ ὑμῖν, ὅτε τοῖς Ἀθηναίοις ἐπολεμεῖτε, φίλος καὶ σύμμαχος ἐγενόμην, καὶ τὸ μὲν ναυτικὸν τὸ ὑμέτερον χρήματα παρέχων ἰσχυρὸν ἐποίουν, ἐν δὲ τῇ γῇ αὐτὸς ἀπὸ τοῦ ἵππου μαχόμενος μεθʼ ὑμῶν εἰς τὴν θάλατταν κατεδίωκον τοὺς πολεμίους. καὶ διπλοῦν ὥσπερ Τισσαφέρνους οὐδὲν πώποτέ μου οὔτε ποιήσαντος οὔτʼ εἰπόντος πρὸς ὑμᾶς ἔχοιτʼ ἂν κατηγορῆσαι.4
“阿格西劳斯以及在场的所有拉栖代梦人,在你们与雅典人作战时,我成为了你们的朋友和盟友;我通过提供资金使你们的舰队强大,在陆地上我亲自骑在马上与你们并肩作战,将敌人追赶至大海。你们绝不能像指责蒂萨费尔尼斯那样,指控我曾对你们有过任何阳奉阴违的行径或言语。”
- 4.1.23σὺν ᾗ εἶχε δυνάμει
关系代词的格吸引与先行词并入关系从句。该结构本应为 σὺν τῇ δυνάμει ἣν εἶχε(“率领他所拥有的部队”),宾格关系代词 ἥν 受介词 σύν 所支配的与格吸引而变为 ᾗ,先行词 δύναμις 也省去冠词并被吸收入关系从句中。
- 4.1.24τῆς μὲν προφυλακῆς αὐτοῦ Μυσῶν ὄντων πολλοὶ ἔπεσον
部分属格与属格独立结构的复合用法。τῆς προφυλακῆς 既是主句主语 πολλοί 的部分属格,同时又兼作属格独立结构 Μυσῶν ὄντων(“因为他们是密细亚人”)的主体。
- 4.1.26ἀφείλετο ἅπαντα τόν τε Σπιθριδάτην καὶ τοὺς Παφλαγόνας
动词 ἀφαιρέομαι(表示剥夺)支配的双重宾格结构。包括被剥夺的事物宾格 ἅπαντα 和被剥夺者的宾格 τόν τε Σπιθριδάτην καὶ τοὺς Παφλαγόνας(“从……处剥夺……”)。
- 4.1.32οὐδὲν πώποτέ μου οὔτε ποιήσαντος οὔτʼ εἰπόντος πρὸς ὑμᾶς ἔχοιτʼ ἂν κατηγορῆσαι
动词 κατηγορῆσαι 支配被指控人的属格(μου... ποιήσαντος οὔτʼ εἰπόντος)与指控内容的中性宾格(οὐδὲν διπλοῦν)。ἔχοιτʼ ἄν 为带有 ἄν 的愿望语气,表潜势(“你们能够指责”)。
