- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:4.1.1-4.1.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿格西劳斯与帕夫拉戈尼亚国王奥提斯结盟,促成了奥提斯与流亡波斯贵族斯皮特里达特斯之女的联姻,随后进军达斯库利昂。
ὁ δὲ Ἀγησίλαος ἐπεὶ ἀφίκετο ἅμα μετοπώρῳ εἰς τὴν τοῦ Φαρναβάζου Φρυγίαν, τὴν μὲν χώραν ἔκαε καὶ ἐπόρθει, πόλεις δὲ τὰς μὲν βίᾳ, τὰς δʼ ἑκούσας προσελάμβανε.
阿格西劳斯在初秋时分抵达法尔纳巴佐斯的弗里吉亚后,焚烧劫掠其领土,那里的城邦有的被强行攻取,有的则自愿归附。
λέγοντος δὲ τοῦ Σπιθριδάτου ὡς εἰ ἔλθοι πρὸς τὴν Παφλαγονίαν σὺν αὐτῷ, τὸν τῶν Παφλαγόνων βασιλέα καὶ εἰς λόγους ἄξοι καὶ σύμμαχον ποιήσοι, προθύμως ἐπορεύετο, πάλαι τούτου ἐπιθυμῶν, τοῦ ἀφιστάναι τι ἔθνος ἀπὸ βασιλέως.1
由于斯皮特里达特斯说,如果同他一起前往帕夫拉戈尼亚,他就能使帕夫拉戈尼亚人的国王前来谈判并结为盟友,阿格西劳斯便热切地进军,因为他早就渴望使某个民族脱离波斯国王的统治。
ἐπεὶ δὲ ἀφίκετο εἰς τὴν Παφλαγονίαν, ἦλθεν Ὄτυς καὶ συμμαχίαν ἐποιήσατο· καὶ γὰρ καλούμενος ὑπὸ βασιλέως οὐκ ἀνεβεβήκει. πείσαντος δὲ τοῦ Σπιθριδάτου κατέλιπε τῷ Ἀγησιλάῳ Ὄτυς χιλίους μὲν ἱππέας, δισχιλίους δὲ πελταστάς.
及至抵达帕夫拉戈尼亚,奥提斯前来并缔结了同盟;因为他即使受到波斯国王的召见也未曾去朝拜。在斯皮特里达特斯的劝说下,奥提斯为阿格西劳斯留下了千名骑兵和两千名轻盾兵。
χάριν δὲ τούτων εἰδὼς Ἀγησίλαος τῷ Σπιθριδάτῃ, Εἰπέ μοι, ἔφη, ὦ Σπιθριδάτα, οὐκ ἂν δοίης Ὄτυϊ τὴν θυγατέρα; πολύ γε, ἔφη, μᾶλλον ἢ ἐκεῖνος ἂν λάβοι φυγάδος ἀνδρὸς βασιλεύων πολλῆς καὶ χώρας καὶ δυνάμεως. τότε μὲν οὖν ταῦτα μόνον ἐρρήθη περὶ τοῦ γάμου.
阿格西劳斯对此感激斯皮特里达特斯,说道:“告诉我,斯皮特里达特斯,你难道不愿把女儿嫁给奥提斯吗?”他答道:“比起他那统治着辽阔疆土与强大势力的国王愿意娶流亡者之女,我远要乐意得多。”当时关于婚事就只谈了这些。
ἐπεὶ δὲ Ὄτυς ἔμελλεν ἀπιέναι, ἦλθε πρὸς τὸν Ἀγησίλαον ἀσπασόμενος· ἤρξατο δὲ λόγου ὁ Ἀγησίλαος παρόντων τῶν τριάκοντα, μεταστησάμενος τὸν Σπιθριδάτην· λέξον μοι, ἔφη, ὦ Ὄτυ, ποίου τινὸς γένους ἐστὶν ὁ Σπιθριδάτης; ὁ δʼ εἶπεν ὅτι Περσῶν οὐδενὸς ἐνδεέστερος. τὸν δὲ υἱόν, ἔφη, ἑόρακας αὐτοῦ ὡς καλός ἐστι; τί δʼ οὐ μέλλω; καὶ γὰρ ἑσπέρας συνεδείπνουν αὐτῷ. τούτου μέν φασι τὴν θυγατέρα αὐτῷ καλλίονα εἶναι.
当奥提斯正要离去时,前来向阿格西劳斯辞行;阿格西劳斯在三十人委员在场的情况下,支开斯皮特里达特斯,开口说道: “告诉我,奥提斯,”他说,“斯皮特里达特斯出身于怎样的家族?”他答道:“不逊于任何波斯人。”“那么他的儿子,”他说,“你见过他有多英俊吗?”“我怎会没见过?昨天晚上我还和他一起进餐呢。”“据说他的女儿比儿子还要漂亮。”
νὴ Δίʼ, ἔφη ὁ Ὄτυς, καλὴ γάρ ἐστι. καὶ ἐγὼ μέν, ἔφη, ἐπεὶ φίλος ἡμῖν γεγένησαι, συμβουλεύοιμʼ ἄν σοι τὴν παῖδα ἄγεσθαι γυναῖκα, καλλίστην μὲν οὖσαν, οὗ τί ἀνδρὶ ἥδιον; πατρὸς δʼ εὐγενεστάτου, δύναμιν δʼ ἔχοντος τοσαύτην, ὃς ὑπὸ Φαρναβάζου ἀδικηθεὶς οὕτω τιμωρεῖται αὐτὸν ὥστε φυγάδα πάσης τῆς χώρας, ὡς ὁρᾷς, πεποίηκεν.
“对宙斯起誓,”奥提斯说,“她确实非常美丽!”“而在我看来,”阿格西劳斯说,“既然你已成为我们的朋友,我建议你娶这个女子为妻。她不仅最为美貌——对男子而言还有什么比这更可喜悦的?——而且父亲无比高贵,拥有如此强大的力量;他遭到法尔纳巴佐斯的侵害后对他进行报复,如你所见,已经迫使他流亡出自己的全境。
εὖ ἴσθι μέντοι, ἔφη, ὅτι ὥσπερ ἐκεῖνον ἐχθρὸν ὄντα δύναται τιμωρεῖσθαι, οὕτω καὶ φίλον ἄνδρα εὐεργετεῖν ἂν δύναιτο. νόμιζε δὲ τούτων πραχθέντων μὴ ἐκεῖνον ἄν σοι μόνον κηδεστὴν εἶναι, ἀλλὰ καὶ ἐμὲ καὶ τοὺς ἄλλους Λακεδαιμονίους, ἡμῶν δʼ ἡγουμένων τῆς Ἑλλάδος καὶ τὴν ἄλλην Ἑλλάδα.2
然而你当确信,”他又说,“正像他能够惩治敌人一样,他也同样能够厚待朋友。你要知道,若促成此事,不仅他将成为你的姻亲,而且我和其他拉栖代梦人,甚至在我们领导希腊的情况下,其余的希腊也都将成为你的姻亲。
καὶ μὴν μεγαλειοτέρως γε σοῦ, εἰ ταῦτα πράττοις, τίς ἄν ποτε γήμειε; ποίαν γὰρ νύμφην πώποτε τοσοῦτοι ἱππεῖς καὶ πελτασταὶ καὶ ὁπλῖται προύπεμψαν ὅσοι τὴν σὴν γυναῖκα εἰς τὸν σὸν οἶκον προπέμψειαν ἄν;
况且,如果你这样做,世上还有谁能比你成婚得更加辉煌气派呢?曾有哪位新娘由如此众多的骑兵、轻盾兵和重装步兵护送,就像将要护送你的妻子前往你府邸的那样多呢?”
καὶ ὁ Ὄτυς ἐπήρετο· δοκοῦντα δʼ, ἔφη, ὦ Ἀγησίλαε, ταῦτα καὶ Σπιθριδάτῃ λέγεις; μὰ τοὺς θεούς, ἔφη ὁ Ἀγησίλαος, ἐκεῖνος μὲν ἐμέ γε οὐκ ἐκέλευσε ταῦτα λέγειν· ἐγὼ μέντοι, καίπερ ὑπερχαίρων, ὅταν ἐχθρὸν τιμωρῶμαι, πολὺ μᾶλλόν μοι δοκῶ ἥδεσθαι, ὅταν τι τοῖς φίλοις ἀγαθὸν ἐξευρίσκω.
奥提斯便问:“阿格西劳斯,你这番话也是斯皮特里达特斯所赞同的吗?”“对诸神起誓,”阿格西劳斯说,“他并没有要求我讲这些话;然而我虽然在报复敌人时感到极其快乐,但当我为朋友谋得益处时,心中所感受到的喜悦似乎要大得多。”
τί οὖν, ἔφη, οὐ πυνθάνῃ εἰ καὶ ἐκείνῳ βουλομένῳ ταῦτʼ ἐστί;3 καὶ ὁ Ἀγησίλαος· ἴτʼ, ἔφη, ὑμεῖς, ὦ Ἡριππίδα, καὶ διδάσκετε αὐτὸν βουληθῆναι ἅπερ ἡμεῖς.
“既然如此,”他说,“你何不探问一下这是否也符合他的心愿呢?”阿格西劳斯便说:“赫里皮达斯,你们去劝说他,让他赞同我们的意愿。”
οἱ μὲν δὴ ἀναστάντες ἐδίδασκον. ἐπεὶ δὲ διέτριβον, Βούλει, ἔφη, ὦ Ὄτυ, καὶ ἡμεῖς δεῦρο καλέσωμεν αὐτόν;4 πολύ γʼ ἂν οἶμαι μᾶλλον ὑπὸ σοῦ πεισθῆναι αὐτὸν ἢ ὑπὸ τῶν ἄλλων ἁπάντων. ἐκ τούτου δὴ ἐκάλει ὁ Ἀγησίλαος τὸν Σπιθριδάτην τε καὶ τοὺς ἄλλους.
于是他们起身前去劝说。由于他们耽搁了很久,阿格西劳斯说:“奥提斯,你想不想我们也把他叫到这里来?我想由你来劝说,会比由其他所有人劝说要有效得多。”于是阿格西劳斯派人叫来了斯皮特里达特斯等人。
προσιόντων δʼ εὐθὺς εἶπεν ὁ Ἡριππίδας· τὰ μὲν ἄλλα, ὦ Ἀγησίλαε, τὰ ῥηθέντα τί ἄν τις μακρολογοίη; τέλος δὲ λέγει Σπιθριδάτης πᾶν ποιεῖν ἂν ἡδέως ὅ τι σοι δοκοίη.
他们走近时,赫里皮达斯随即说道:“阿格西劳斯,其他说过的话何必多费唇舌呢?结果是,斯皮特里达特斯说,凡是你认为好的事情,他都乐意遵行。”
ἐμοὶ μὲν τοίνυν, ἔφη, δοκεῖ, ὁ Ἀγησίλαος, σὲ μέν, ὦ Σπιθριδάτα, τύχῃ ἀγαθῇ διδόναι Ὄτυϊ τὴν θυγατέρα, σὲ δὲ λαμβάνειν. τὴν μέντοι παῖδα πρὸ ἦρος οὐκ ἂν δυναίμεθα πεζῇ ἀγαγεῖν. ἀλλὰ ναὶ μὰ Δίʼ, ἔφη ὁ Ὄτυς, κατὰ θάλατταν ἤδη ἂν πέμποιτο, εἰ σὺ βούλοιο.
“那么依我看来,”阿格西劳斯说,“斯皮特里达特斯,你应当吉星高照地将女儿嫁给奥提斯,而你,奥提斯,应当娶她为妻。不过,春天之前我们无法从陆路护送女子前去。”“不,对宙斯起誓,”奥提斯说,“如果你愿意,现在就可以通过海路护送。”
ἐκ τούτου δεξιὰς δόντες καὶ λαβόντες ἐπὶ τούτοις ἀπέπεμπον τὸν Ὄτυν. καὶ εὐθὺς ὁ Ἀγησίλαος, ἐπεὶ ἔγνω αὐτὸν σπεύδοντα, τριήρη πληρώσας καὶ Καλλίαν Λακεδαιμόνιον κελεύσας ἀπαγαγεῖν τὴν παῖδα, αὐτὸς ἐπὶ Δασκυλείου ἀπεπορεύετο, ἔνθα καὶ τὰ βασίλεια ἦν Φαρναβάζῳ, καὶ κῶμαι περὶ αὐτὰ πολλαὶ καὶ μεγάλαι καὶ ἄφθονα ἔχουσαι τὰ ἐπιτήδεια, καὶ θῆραι αἱ μὲν καὶ ἐν περιειργμένοις παραδείσοις, αἱ δὲ καὶ ἐν ἀναπεπταμένοις τόποις, πάγκαλαι.
于是双方就此条件握手立誓,送走了奥提斯。阿格西劳斯看出他急于促成,便立即装备了一艘三列桨座战船,命令拉栖代梦人卡利亚斯护送女子,他自己则向达斯库利昂进发;那里有法尔纳巴佐斯的王宫,周围有许多盛产给养的大村落,在围起来的园林和开阔的原野上都有极好的狩猎场。
- 4.1.2πάλαι τούτου ἐπιθυμῶν, τοῦ ἀφιστάναι τι ἔθνος ἀπὸ βασιλέως
带冠词不定式短语 τοῦ ἀφιστάναι τι ἔθνος ἀπὸ βασιλέως 作为说明性同位语(说明性属格),具体阐明前置指示代词属格 τούτου(作 ἐπιθυμῶν 的宾语)的内容。
- 4.1.8ἀλλὰ καὶ ἐμὲ καὶ τοὺς ἄλλους Λακεδαιμονίους, ἡμῶν δʼ ἡγουμένων τῆς Ἑλλάδος καὶ τὴν ἄλλην Ἑλλάδα
在依赖于 νόμιζε 的不定式结构中,ἐμέ、τοὺς ἄλλους Λακεδαιμονίους 与 τὴν ἄλλην Ἑλλάδα 与前文的 ἐκεῖνον 并列,作为补全的不定式短语(ἄν σοι... κηδεστὴν εἶναι)的主语(宾格)。ἡμῶν δʼ ἡγουμένων τῆς Ἑλλάδος 为表示原因或伴随状况的属格绝对结构。
- 4.1.11εἰ καὶ ἐκείνῳ βουλομένῳ ταῦτʼ ἐστί
指示代词与格 ἐκείνῳ 与分词与格 βουλομένῳ 的连用属于表示意愿的习惯性与格结构(“如果这亦合乎他的心愿”)。
- 4.1.12Βούλει, ἔφη, ὦ Ὄτυ, καὶ ἡμεῖς δεῦρο καλέσωμεν αὐτόν;
Βούλει 直接接商榷性虚拟式 καλέσωμεν,为口语中常见的征询意见结构(“你想不想我们也把他叫到这里来?”)。
