← 色诺芬

希腊史

§3.5.17-3.5.25

哈利阿尔图斯之战与吕山德之死

先期抵达哈利阿尔图斯的吕山德强行攻城并在战斗中阵亡;随后赶到的国王鲍萨尼亚斯商定停战协议收殓遗体并撤军,回国后遭死刑起诉遂流亡在外。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.17

οἱ μὲν δὴ Θηβαῖοι ἀπελθόντες παρεσκευάζοντο ὡς ἀμυνούμενοι, οἱ δʼ Ἀθηναῖοι ὡς βοηθήσοντες. καὶ μὴν οἱ Λακεδαιμόνιοι οὐκέτι ἔμελλον, ἀλλὰ Παυσανίας μὲν ὁ βασιλεὺς ἐπορεύετο εἰς τὴν Βοιωτίαν τό τε οἴκοθεν ἔχων στράτευμα καὶ τὸ ἐκ Πελοποννήσου, πλὴν Κορίνθιοι οὐκ ἠκολούθουν αὐτοῖς. ὁ δὲ Λύσανδρος, ἄγων τὸ ἀπὸ Φωκέων καὶ Ὀρχομενοῦ καὶ τῶν κατʼ ἐκεῖνα χωρίων στράτευμα, ἔφθη τὸν Παυσανίαν ἐν τῷ Ἁλιάρτῳ γενόμενος.1

底比斯人遂离去准备自卫,雅典人则准备前往增援。而拉刻代蒙人也不再迟疑,国王鲍萨尼亚斯率领本土军队与来自伯罗奔尼撒的军队向维奥蒂亚进发,唯独科林斯人并未跟随他们。另一边,吕山德率领来自福基斯、奥尔科墨诺斯及邻近各地的部队,先于鲍萨尼亚斯抵达了哈利阿尔图斯。

§3.5.18

ἥκων δὲ οὐκέτι ἡσυχίαν ἔχων ἀνέμενε τὸ ἀπὸ Λακεδαίμονος στράτευμα, ἀλλὰ σὺν οἷς εἶχεν ᾔει πρὸς τὸ τεῖχος τῶν Ἁλιαρτίων. καὶ τὸ μὲν πρῶτον ἔπειθεν αὐτοὺς ἀφίστασθαι καὶ αὐτονόμους γίγνεσθαι· ἐπεὶ δὲ τῶν Θηβαίων τινὲς ὄντες ἐν τῷ τείχει διεκώλυον, προσέβαλε πρὸς τὸ τεῖχος.

抵达之后,他不再静候来自拉刻代蒙的军队,而是率领现有部众径直逼近哈利阿尔图斯人的城墙。起初他劝说他们背叛〔底比斯〕以求自治;但当城墙内的某些底比斯人出面阻止时,他便向城墙发起了进攻。

§3.5.19

ἀκούσαντες δὲ ταῦτα οἱ Θηβαῖοι, δρόμῳ ἐβοήθουν οἵ τε ὁπλῖται καὶ οἱ ἱππεῖς. ὁπότερα μὲν οὖν, εἴτε λαθόντες τὸν Λύσανδρον ἐπέπεσον αὐτῷ εἴτε καὶ αἰσθόμενος προσιόντας ὡς κρατήσων ὑπέμενεν, ἄδηλον·2 τοῦτο δʼ οὖν σαφές, ὅτι παρὰ τὸ τεῖχος ἡ μάχη ἐγένετο· καὶ τροπαῖον ἕστηκε πρὸς τὰς πύλας τῶν Ἁλιαρτίων. ἐπεὶ δὲ ἀποθανόντος Λυσάνδρου ἔφευγον οἱ ἄλλοι πρὸς τὸ ὄρος, ἐδίωκον ἐρρωμένως οἱ Θηβαῖοι.

底比斯人得悉此事,重装步兵与骑兵皆疾驰前往救援。究竟是他们出其不意地突袭了吕山德,还是他早已察觉敌军逼近、自恃必胜而固守迎敌,已不可确知;然而可以确定的是,战斗就发生在城墙之侧,且在哈利阿尔图斯人的城门旁立有一座纪功碑。随着吕山德战死,其余士兵向山地溃逃,底比斯人奋勇追击。

§3.5.20

ὡς δὲ ἄνω ἤδη ἦσαν διώκοντες καὶ δυσχωρία τε καὶ στενοπορία ὑπελάμβανεν αὐτούς, ὑποστρέψαντες οἱ ὁπλῖται ἠκόντιζόν τε καὶ ἔβαλλον. ὡς δὲ ἔπεσον αὐτῶν δύο ἢ τρεῖς οἱ πρῶτοι καὶ ἐπὶ τοὺς λοιποὺς ἐπεκυλίνδουν πέτρους εἰς τὸ κάταντες καὶ πολλῇ προθυμίᾳ ἐνέκειντο, ἐτρέφθησαν οἱ Θηβαῖοι ἀπὸ τοῦ κατάντους καὶ ἀποθνῄσκουσιν αὐτῶν πλείους ἢ διακόσιοι.

然而,当底比斯人在追击中登上了高处,险峻狭窄的地势困住了他们时,溃退的重装步兵转过身来,向他们投掷标枪并投掷飞石。当底比斯人前排的两三名战士倒下,敌兵又顺着斜坡向其余部队滚落巨石并奋勇反击时,底比斯人顺着斜坡被击溃,阵亡者达二百余人。

§3.5.21

ταύτῃ μὲν οὖν τῇ ἡμέρᾳ οἱ Θηβαῖοι ἠθύμουν, νομίζοντες οὐκ ἐλάττω κακὰ πεπονθέναι ἢ πεποιηκέναι· τῇ δʼ ὑστεραίᾳ ἐπεὶ ᾔσθοντο ἀπεληλυθότας ἐν νυκτὶ τούς τε Φωκέας καὶ τοὺς ἄλλους ἅπαντας οἴκαδε ἑκάστους, ἐκ τούτου μεῖζον δὴ ἐφρόνουν ἐπὶ τῷ γεγενημένῳ. ἐπεὶ δʼ αὖ ὁ Παυσανίας ἀνεφαίνετο ἔχων τὸ ἐκ Λακεδαίμονος στράτευμα, πάλιν αὖ ἐν μεγάλῳ κινδύνῳ ἡγοῦντο εἶναι, καὶ πολλὴν ἔφασαν σιωπήν τε καὶ ταπεινότητα ἐν τῷ στρατεύματι εἶναι αὐτῶν.

因此在这一天,底比斯人十分沮丧,认为自己所蒙受的苦难并不亚于所施加给敌人的;但在次日,当他们得知福基斯人及所有其他军队已在夜间各自班师回国后,便立刻对所发生的胜迹大感振奋。然而,当这次鲍萨尼亚斯率领来自拉刻代蒙的军队现身时,他们又重新认为自己身处巨大危险之中,据说其军中笼罩着深深的沉寂与沮丧。

§3.5.22

ὡς δὲ τῇ ὑστεραίᾳ οἵ τε Ἀθηναῖοι ἐλθόντες συμπαρετάξαντο ὅ τε Παυσανίας οὐ προσῆγεν οὐδὲ ἐμάχετο, ἐκ τούτου τὸ μὲν Θηβαίων πολὺ μεῖζον φρόνημα ἐγίγνετο· ὁ δὲ Παυσανίας συγκαλέσας πολεμάρχους καὶ πεντηκοντῆρας ἐβουλεύετο πότερον μάχην συνάπτοι ἢ ὑπόσπονδον τόν τε Λύσανδρον ἀναιροῖτο καὶ τοὺς μετʼ αὐτοῦ πεσόντας.

可是到了次日,雅典人赶到并与底比斯人并肩列阵,而鲍萨尼亚斯既未推进也未交战,自此底比斯人的士气大为高涨。鲍萨尼亚斯则召集军长与五十人长,商议究竟应当交战,还是在停战协议下收殓吕山德及与其一同阵亡者的遗体。

§3.5.23

λογιζόμενος δʼ ὁ Παυσανίας καὶ οἱ ἄλλοι οἱ ἐν τέλει Λακεδαιμονίων ὡς Λύσανδρος τετελευτηκὼς εἴη καὶ τὸ μετʼ αὐτοῦ στράτευμα ἡττημένον ἀποκεχωρήκοι, καὶ Κορίνθιοι μὲν παντάπασιν οὐκ ἠκολούθουν αὐτοῖς, οἱ δὲ παρόντες οὐ προθύμως στρατεύοιντο· ἐλογίζοντο δὲ καὶ τὸ ἱππικὸν ὡς τὸ μὲν ἀντίπαλον πολύ, τὸ δὲ αὑτῶν ὀλίγον εἴη,3 τὸ δὲ μέγιστον, ὅτι οἱ νεκροὶ ὑπὸ τῷ τείχει ἔκειντο, ὥστε οὐδὲ κρείττοσιν οὖσι διὰ τοὺς ἀπὸ τῶν πύργων ῥᾴδιον εἴη ἀνελέσθαι· διὰ οὖν πάντα ταῦτα ἔδοξεν αὐτοῖς τοὺς νεκροὺς ὑποσπόνδους ἀναιρεῖσθαι.

鲍萨尼亚斯与在位的拉刻代蒙其他官员考虑到吕山德已经阵亡,其麾下军队已战败退却,科林斯人全然未随行,且在场的联军士兵也无心恋战;他们还考虑到在骑兵方面,敌军骑兵人数众多而己方寥寥无几;最关键的是,死者遗体散落在城墙脚下,即便己方在战斗中占优,因城楼上的攻击,要收殓尸体也绝非易事。因此出于所有这些原因,他们决定依照停战协议收殓遗体。

§3.5.24

οἱ μέντοι Θηβαῖοι εἶπαν ὅτι οὐκ ἂν ὑποδοῖεν τοὺς νεκρούς, εἰ μὴ ἐφʼ ᾧτε ἀπιέναι ἐκ τῆς χώρας.4 οἱ δὲ ἄσμενοί τε ταῦτα ἤκουσαν καὶ ἀνελόμενοι τοὺς νεκροὺς ἀπῇσαν ἐκ τῆς Βοιωτίας. τούτων δὲ πραχθέντων οἱ μὲν Λακεδαιμόνιοι ἀθύμως ἀπῇσαν, οἱ δὲ Θηβαῖοι μάλα ὑβριστικῶς, εἰ καὶ μικρόν τις τῶν χωρίων του ἐπιβαίη, παίοντες ἐδίωκον εἰς τὰς ὁδούς. αὕτη μὲν δὴ οὕτως ἡ στρατιὰ τῶν Λακεδαιμονίων διελύθη.

然而底比斯人声称,除非以撤出其领土为条件,否则绝不归还遗体。他们欣然接受了这一条件,收殓了遗体后便撤出了维奥蒂亚。这些事情办妥之后,拉刻代蒙人垂头丧气地离去,而底比斯人则极尽侮慢之能事,只要有人稍稍踏入某块私地,便痛击并将其驱赶回大道上。拉刻代蒙人的这支大军就这样解散了。

§3.5.25

ὁ μέντοι Παυσανίας ἐπεὶ ἀφίκετο οἴκαδε, ἐκρίνετο περὶ θανάτου. κατηγορουμένου δʼ αὐτοῦ καὶ ὅτι ὑστερήσειεν εἰς Ἁλίαρτον τοῦ Λυσάνδρου, συνθέμενος εἰς τὴν αὐτὴν ἡμέραν παρέσεσθαι, καὶ ὅτι ὑποσπόνδους ἀλλʼ οὐ μάχῃ ἐπειρᾶτο τοὺς νεκροὺς ἀναιρεῖσθαι, καὶ ὅτι τὸν δῆμον τῶν Ἀθηναίων λαβὼν ἐν τῷ Πειραιεῖ ἀνῆκε, καὶ πρὸς τούτοις οὐ παρόντος ἐν τῇ δίκῃ, θάνατος αὐτοῦ κατεγνώσθη·5 καὶ ἔφυγεν εἰς Τεγέαν, καὶ ἐτελεύτησε μέντοι ἐκεῖ νόσῳ. κατὰ μὲν οὖν τὴν Ἑλλάδα ταῦτʼ ἐπράχθη.

然而鲍萨尼亚斯回到国内后,便受到了死刑指控。鉴于他被控抵达哈利阿尔图斯的时间迟于吕山德,尽管曾约定在同一天赶到;又被控试图通过停战协议而非通过战斗来收殓遗体;并且还被控当年在比雷埃夫斯俘获雅典民众后却将其释放;加之他本人并未出席审判,遂被缺席判处死刑。他流亡至忒盖亚,并在那里病故。希腊本土的战局大体如此落幕。

语法注5 条
  1. 3.5.17ἔφθη τὸν Παυσανίαν ἐν τῷ Ἁλιάρτῳ γενόμενος

    动词 φθάνω 与补充性分词 γενόμενος 构成的惯用句式,意为“先于鲍萨尼亚斯抵达哈利阿尔图斯”。宾格 τὸν Παυσανίαν 是 ἔφθη 的直接宾语,分词 γενόμενος 则在性、数、格上与主语(吕山德)一致。

  2. 3.5.19ὁπότερα μὲν οὖν, εἴτε λαθόντες τὸν Λύσανδρον ἐπέπεσον αὐτῷ εἴτε καὶ αἰσθόμενος προσιόντας ὡς κρατήσων ὑπέμενεν, ἄδηλον

    间接疑问代词 ὁπότερα(中性复数)置于句首,其具体内容通过由 εἴτε... εἴτε... 引导的二选一从句作同位语展开。全句骨架为 [ὁπότερα ...] ἄδηλον [ἐστί](“二者究竟属何者尚不可知”)。

  3. 3.5.23ἐλογίζοντο δὲ καὶ τὸ ἱππικὸν ὡς τὸ μὲν ἀντίπαλον πολύ, τὸ δὲ αὑτῶν ὀλίγον εἴη

    前置预取句式(prolepsis)。名词短语 τὸ ἱππικὸν 在逻辑上本是从属从句(ὡς 从句)的主题/主语,却被预先拉出作为主句动词 ἐλογίζοντο 的宾格直接宾语,随后在 ὡς 从句内通过 τὸ μὲν ἀντίπαλον 与 τὸ δὲ αὑτῶν 的对比展开具体说明。

  4. 3.5.24εἰ μὴ ἐφʼ ᾧτε ἀπιέναι ἐκ τῆς χώρας

    否定条件从句 εἰ μή 与表示“在……条件下”的 ἐφʼ ᾧτε + 不定式(ἀπιέναι)相结合的惯用表达,意为“除非以离开维奥蒂亚全境为条件”。

  5. 3.5.25κατηγορουμένου δʼ αὐτοῦ καὶ ὅτι... καὶ πρὸς τούτοις οὐ παρόντος ἐν τῇ δίκῃ, θάνατος αὐτοῦ κατεγνώσθη

    属格绝对分词结构(κατηγορουμένου δʼ αὐτοῦ ... οὐ παρόντος)引出主句 θάνατος αὐτοῦ κατεγνώσθη。依赖于 κατηγορουμένου 的数条罪状由 ὅτι 从句并列展开,并在末尾加上 οὐ παρόντος(被告缺席),最后接表示判罪动词 καταγιγνώσκω 的被动语态(主语为 θάνατος,受刑人属格为 αὐτοῦ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.5.17-3.5.25