← 色诺芬

希腊史

§3.5.9-3.5.16

底比斯使者的演说与雅典结盟决议

底比斯使者向雅典各阶层发表演说,揭露拉刻代蒙人的暴虐统治与各同盟邦的不满,指出重夺霸权的良机并倡议结盟;雅典人在色拉叙布洛斯的带领下全票通过出兵援助的决议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.9

πολὺ δʼ ἔτι μᾶλλον ἀξιοῦμεν, ὅσοι τῶν ἐν ἄστει ἐγένεσθε, προθύμως ἐπὶ τοὺς Λακεδαιμονίους ἰέναι. ἐκεῖνοι γὰρ καταστήσαντες ὑμᾶς εἰς ὀλιγαρχίαν καὶ εἰς ἔχθραν τῷ δήμῳ, ἀφικόμενοι πολλῇ δυνάμει ὡς ὑμῖν σύμμαχοι παρέδοσαν ὑμᾶς τῷ πλήθει· ὥστε τὸ μὲν ἐπʼ ἐκείνοις εἶναι1 ἀπολώλατε, ὁ δὲ δῆμος οὑτοσὶ ὑμᾶς ἔσωσε.

而在你们当中留居城内的那些人,我们更认为理应奋勇出战拉刻代蒙人。因为他们把你们置于寡头政体之下并让你们与民众为敌,随之以盟友身份率大军前来,却把你们出卖给民众;因此就他们而言,你们本已灭亡,是眼前的民众拯救了你们。

§3.5.10

καὶ μὴν ὅτι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, βούλοισθʼ ἂν τὴν ἀρχὴν ἣν πρότερον ἐκέκτησθε ἀναλαβεῖν πάντες ἐπιστάμεθα· τοῦτο δὲ πῶς μᾶλλον εἰκὸς γενέσθαι ἢ εἰ αὐτοὶ τοῖς ὑπʼ ἐκείνων ἀδικουμένοις βοηθοῖτε; ὅτι δὲ πολλῶν ἄρχουσι, μὴ φοβηθῆτε, ἀλλὰ πολὺ μᾶλλον διὰ τοῦτο θαρρεῖτε, ἐνθυμούμενοι ὅτι καὶ ὑμεῖς ὅτε πλείστων ἤρχετε, τότε πλείστους ἐχθροὺς ἐκέκτησθε. ἀλλʼ ἕως μὲν οὐκ εἶχον ὅποι ἀποσταῖεν, ἔκρυπτον τὴν πρὸς ὑμᾶς ἔχθραν· ἐπεὶ δέ γε Λακεδαιμόνιοι προύστησαν, τότε ἔφηναν οἷα περὶ ὑμῶν ἐγίγνωσκον.

再者,雅典的公民们,我们众所周知,你们定然渴望收复从前拥有的霸权;然而,若非你们亲自去援助那些遭受他们侵害的人,这又如何可能实现?不要因他们统治着众多邦国而畏惧,倒应当正因这一点而大受鼓舞,反思你们在统治最多邦国的时候,拥有的敌人也最为众多。只是只要他们无处叛离,便隐匿对你们的敌意;而一旦拉刻代蒙人领头站出,他们便立刻显露出对你们的真实心思。

§3.5.11

καὶ νῦν γε, ἂν φανεροὶ γενώμεθα ἡμεῖς τε καὶ ὑμεῖς συνασπιδοῦντες ἐναντία τοῖς Λακεδαιμονίοις, εὖ ἴστε, ἀναφανήσονται πολλοὶ οἱ μισοῦντες αὐτούς. ὡς δὲ ἀληθῆ λέγομεν, ἐὰν ἀναλογίσησθε, αὐτίκα γνώσεσθε. τίς γὰρ ἤδη καταλείπεται αὐτοῖς εὐμενής; οὐκ Ἀργεῖοι μὲν ἀεί ποτε δυσμενεῖς αὐτοῖς ὑπάρχουσιν;

而今,如果我们与你们并肩持盾抵抗拉刻代蒙人显明于世,请确信,痛恨他们之人必将大量现身。若你们稍加思索,立刻便能明白我们所言非虚。因为如今还有谁对他们心怀善意呢?阿尔戈斯人不是历来都与他们为敌吗?

§3.5.12

Ἠλεῖοί γε μὴν νῦν ἐστερημένοι καὶ χώρας πολλῆς καὶ πόλεων ἐχθροὶ αὐτοῖς προσγεγένηνται. Κορινθίους δὲ καὶ Ἀρκάδας καὶ Ἀχαιοὺς τί φῶμεν, οἳ ἐν μὲν τῷ πρὸς ὑμᾶς πολέμῳ μάλα λιπαρούμενοι ὑπʼ ἐκείνων πάντων καὶ πόνων καὶ κινδύνων καὶ τῶν δαπανημάτων μετεῖχον, ἐπεὶ δʼ ἔπραξαν ἃ ἐβούλοντο οἱ Λακεδαιμόνιοι, ποίας ἢ ἀρχῆς ἢ τιμῆς ἢ ποίων χρημάτων μεταδεδώκασιν αὐτοῖς; ἀλλὰ τοὺς μὲν εἵλωτας ἁρμοστὰς ἀξιοῦσι καθιστάναι, τῶν δὲ συμμάχων ἐλευθέρων ὄντων, ἐπεὶ ηὐτύχησαν, δεσπόται ἀναπεφήνασιν.

厄利斯人如今被剥夺了大量土地与众多城镇,已沦为他们的死敌。至于科林斯人、阿卡迪亚人和亚该亚人,我们又当如何说?他们在针对你们的战争中受拉刻代蒙人极力恳求,分担了所有的辛劳、危险与开销,然而一旦拉刻代蒙人达成了自己的意愿,又曾分给他们何种统治权、何种荣誉,或何等金钱?相反,他们竟认为任命黑劳士充当总督乃是理所应当;盟友本是自由之民,如今他们一旦得势,便俨然以主人自居。

§3.5.13

ἀλλὰ μὴν καὶ οὓς ὑμῶν ἀπέστησαν φανεροί εἰσιν ἐξηπατηκότες· ἀντὶ γὰρ ἐλευθερίας διπλῆν αὐτοῖς δουλείαν παρεσχήκασιν· ὑπό τε γὰρ τῶν ἁρμοστῶν τυραννοῦνται καὶ ὑπὸ δέκα ἀνδρῶν, οὓς Λύσανδρος κατέστησεν ἐν ἑκάστῃ πόλει. ὅ γε μὴν τῆς Ἀσίας βασιλεὺς καὶ τὰ μέγιστʼ αὐτοῖς συμβαλλόμενος εἰς τὸ ὑμῶν κρατῆσαι νῦν τί διάφορον πάσχει ἢ εἰ μεθʼ ὑμῶν κατεπολέμησεν αὐτούς;

不仅如此,他们欺骗了那些由他们策动脱离你们的人,也是昭然若揭的:因为他们没有赋予其自由,反倒给予了双重的奴役;他们既受各邦总督的专横统治,又受吕山德在各城邦所扶植的十人委员会的奴役。至于亚细亚的国王,他曾为战胜你们提供最大的助力,如今所遭受的待遇,比起若他曾协助你们击溃他们,又有何不同?

§3.5.14

πῶς οὖν οὐκ εἰκός, ἐὰν ὑμεῖς αὖ προστῆτε τῶν οὕτω φανερῶς ἀδικουμένων, νῦν ὑμᾶς πολὺ ἤδη μεγίστους τῶν πώποτε γενέσθαι; ὅτε μὲν γὰρ ἤρχετε, τῶν κατὰ θάλατταν μόνων δήπου ἡγεῖσθε· νῦν δὲ πάντων καὶ ἡμῶν καὶ Πελοποννησίων καὶ ὧν πρόσθεν ἤρχετε καὶ αὐτοῦ βασιλέως τοῦ μεγίστην δύναμιν ἔχοντος ἡγεμόνες ἂν γένοισθε. καίτοι ἦμεν πολλοῦ ἄξιοι καὶ ἐκείνοις σύμμαχοι, ὡς ὑμεῖς ἐπίστασθε· νῦν δέ γε εἰκὸς τῷ παντὶ ἐρρωμενεστέρως ὑμῖν συμμαχεῖν ἡμᾶς ἢ τότε Λακεδαιμονίοις· οὐδὲ γὰρ ὑπὲρ νησιωτῶν ἢ Συρακοσίων οὐδʼ ὑπὲρ ἀλλοτρίων, ὥσπερ τότε, ἀλλʼ ὑπὲρ ἡμῶν αὐτῶν ἀδικουμένων βοηθήσομεν.

因此,若你们再度挺身而出庇护这些蒙受昭然不公的人,你们如今岂不是理所当然将成为有史以来最强大的邦国吗?因为当你们掌握霸权时,统治的仅限于沿海诸邦;而如今,你们却能成为所有人——包括我们、伯罗奔尼撒人、你们往昔统治过的臣民,以及拥有最大势力的国王本人——的领袖。况且,如你们所知,我们曾是他们极有价值的盟友;如今我们与你们结盟,理当比那时协助拉刻代蒙人更加全力以赴。因为我们此番出兵,并非如当年那样为岛民、叙拉古人或外人而战,而是为了自身受侵害而战。

§3.5.15

καὶ τοῦτο μέντοι χρὴ εὖ εἰδέναι, ὅτι ἡ Λακεδαιμονίων πλεονεξία πολὺ εὐκαταλυτωτέρα ἐστὶ τῆς ὑμετέρας γενομένης ἀρχῆς. ὑμεῖς μὲν γὰρ ἔχοντες ναυτικὸν οὐκ ἐχόντων ἤρχετε, οὗτοι δὲ ὀλίγοι ὄντες πολλαπλασίων ὄντων καὶ οὐδὲν χεῖρον ὡπλισμένων πλεονεκτοῦσι. ταῦτʼ οὖν λέγομεν ἡμεῖς· εὖ γε μέντοι ἐπίστασθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι νομίζομεν ἐπὶ πολὺ μείζω ἀγαθὰ παρακαλεῖν ὑμᾶς τῇ ὑμετέρᾳ πόλει ἢ τῇ ἡμετέρᾳ.

此外,你们务须明了这一点:拉刻代蒙人的贪婪霸权,比起你们昔日的帝国要容易推翻得多。因为你们当年是凭借舰队统治没有舰队的人,而他们却凭着寡少的人数,欺凌数倍于己且武装毫无逊色的人群。这些便是我们要说的话;雅典的公民们,请务必坚信,我们深知此次所呼吁你们采取的行动,带给你们城邦的福祉,远比带给我们城邦的更为巨大。”

§3.5.16

ὁ μὲν ταῦτʼ εἰπὼν ἐπαύσατο. τῶν δʼ Ἀθηναίων πάμπολλοι μὲν συνηγόρευον, πάντες δʼ ἐψηφίσαντο βοηθεῖν αὐτοῖς. Θρασύβουλος δὲ ἀποκρινάμενος τὸ ψήφισμα2 καὶ τοῦτο ἐνεδείκνυτο, ὅτι ἀτειχίστου τοῦ Πειραιῶς ὄντος ὅμως παρακινδυνεύσοιεν χάριτα αὐτοῖς ἀποδοῦναι μείζονα ἢ ἔλαβον. ὑμεῖς μὲν γάρ, ἔφη, οὐ συνεστρατεύσατε ἐφʼ ἡμᾶς, ἡμεῖς δέ γε μεθʼ ὑμῶν μαχούμεθα ἐκείνοις, ἂν ἴωσιν ἐφʼ ὑμᾶς.

使者陈辞完毕。雅典人中有极多人发言支持,全体一致投票赞成出兵相助。色拉叙布洛斯在宣读决议时还指出:尽管比雷埃夫斯尚未筑墙,他们依然愿意冒此危险,以报答比当初所受更大的恩惠。“因为,”他说,“你们当年未曾参与征讨我们,而我们若遇他们向你们进犯,定当与你们并肩对抗他们。”

语法注2 条
  1. 3.5.9τὸ μὲν ἐπʼ ἐκείνοις εἶναι

    限制性不定式结构(absolute infinitive),即 τὸ ... εἶναι,意为“就他们而言”或“在取决于他们的限度内”。介词 ἐπί 接与格与不定式连用,作表示限制的副词性短语。

  2. 3.5.16ἀποκρινάμενος τὸ ψήφισμα

    中动态分词 ἀποκρινάμενος 直接支配宾格 τὸ ψήφισμα,用作内容宾格(或同族宾格用法),意为“以决议作出答复”或“宣读决议作为答辞”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.5.9-3.5.16