- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.5.1-3.5.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提特劳斯特斯向希腊本土主要城邦输送金钱以策动反斯巴达战事,底比斯领导人挑起福基斯与洛克里斯的冲突引爆战争。斯巴达借旧怨迅速决定起兵讨伐底比斯并完成动员,底比斯遂向雅典派出使节求援以结成盟邦。
ὁ μέντοι Τιθραύστης, καταμαθεῖν δοκῶν τὸν Ἀγησίλαον καταφρονοῦντα τῶν βασιλέως πραγμάτων καὶ οὐδαμῇ διανοούμενον ἀπιέναι ἐκ τῆς Ἀσίας, ἀλλὰ μᾶλλον ἐλπίδας ἔχοντα μεγάλας αἱρήσειν βασιλέα, ἀπορῶν τί χρῷτο τοῖς πράγμασι, πέμπει Τιμοκράτην τὸν Ῥόδιον εἰς Ἑλλάδα, δοὺς χρυσίον εἰς πεντήκοντα τάλαντα ἀργυρίου, καὶ κελεύει πειρᾶσθαι πιστὰ τὰ μέγιστα λαμβάνοντα διδόναι τοῖς προεστηκόσιν ἐν ταῖς πόλεσιν ἐφʼ ᾧτε πόλεμον ἐξοίσειν1 πρὸς Λακεδαιμονίους. ἐκεῖνος δʼ ἐλθὼν δίδωσιν ἐν Θήβαις μὲν Ἀνδροκλείδᾳ τε καὶ Ἰσμηνίᾳ καὶ Γαλαξιδώρῳ, ἐν Κορίνθῳ δὲ Τιμολάῳ τε καὶ Πολυάνθει, ἐν Ἄργει δὲ Κύλωνί τε καὶ τοῖς μετʼ αὐτοῦ.
提特劳斯特斯认为自己察觉到阿格西劳斯轻视国王的基业,绝无离开亚细亚的打算,反倒抱有推翻国王的极大期望;在苦无良策应对局势之下,他派遣罗得岛人提摩克拉底前往希腊,交予他折合五十银塔兰同的黄金,命他设法在取得最牢靠誓约的前提下,将金钱赠予各城邦的掌权者,条件是由他们向拉刻代蒙人发动战争。提摩克拉底抵达后,在底比斯将钱款交给了安德罗克雷达斯、伊斯梅尼亚斯和加拉客西多洛斯;在科林斯交给了提摩劳斯和波吕安忒斯;在阿尔戈斯则交给了屈隆及其党羽。
Ἀθηναῖοι δὲ καὶ οὐ μεταλαβόντες τούτου τοῦ χρυσίου ὅμως πρόθυμοι ἦσαν εἰς τὸν πόλεμον, νομίζοντές τε αὐτῶν ἄρχεσθαι. οἱ μὲν δὴ δεξάμενοι τὰ χρήματα εἰς τὰς οἰκείας πόλεις διέβαλλον τοὺς Λακεδαιμονίους· ἐπεὶ δὲ ταύτας εἰς μῖσος αὐτῶν προήγαγον, συνίστασαν καὶ τὰς μεγίστας πόλεις πρὸς ἀλλήλας.
雅典人虽未分得这笔黄金,却同样渴望开战,自认为应当由他们来掌握统治权。那些接受了金钱的人在各自城邦里诋毁拉刻代蒙人;当他们将各城邦激引至痛恨拉刻代蒙人的境地后,又促使各主要城邦彼此结盟。
γιγνώσκοντες δὲ οἱ ἐν ταῖς Θήβαις προεστῶτες ὅτι εἰ μή τις ἄρξει πολέμου, οὐκ ἐθελήσουσιν οἱ Λακεδαιμόνιοι λύειν τὰς σπονδὰς πρὸς τοὺς συμμάχους, πείθουσι Λοκροὺς τοὺς Ὀπουντίους, ἐκ τῆς ἀμφισβητησίμου χώρας Φωκεῦσί τε καὶ ἑαυτοῖς, χρήματα τελέσαι, νομίζοντες τοὺς Φωκέας τούτου γενομένου ἐμβαλεῖν εἰς τὴν Λοκρίδα. καὶ οὐκ ἐψεύσθησαν, ἀλλʼ εὐθὺς οἱ Φωκεῖς ἐμβαλόντες εἰς τὴν Λοκρίδα πολλαπλάσια χρήματα ἔλαβον.
底比斯的掌权者深知,若无人率先挑起战端,拉刻代蒙人绝不愿撕毁与各同盟邦的停战和约,遂劝说奥彭特洛克里斯人从他们与福基斯人存在争议的领土上强征赋税,意料这般行事后福基斯人必会入侵洛克里斯。事实正如他们所料:福基斯人随即攻入洛克里斯,掠夺了数倍于此的资财。
οἱ οὖν περὶ τὸν Ἀνδροκλείδαν ταχὺ ἔπεισαν τοὺς Θηβαίους βοηθεῖν τοῖς Λοκροῖς, ὡς οὐκ εἰς τὴν ἀμφισβητήσιμον, ἀλλʼ εἰς τὴν ὁμολογουμένην φίλην τε καὶ σύμμαχον εἶναι Λοκρίδα ἐμβεβληκότων αὐτῶν. ἐπεὶ δὲ οἱ Θηβαῖοι ἀντεμβαλόντες εἰς τὴν Φωκίδα ἐδῄουν τὴν χώραν, εὐθὺς οἱ Φωκεῖς πέμπουσι πρέσβεις εἰς Λακεδαίμονα καὶ ἠξίουν βοηθεῖν αὑτοῖς, διδάσκοντες ὡς οὐκ ἤρξαντο πολέμου, ἀλλʼ ἀμυνόμενοι ἦλθον ἐπὶ τοὺς Λοκρούς.
于是安德罗克雷达斯一党迅速说服底比斯人出兵援助洛克里斯人,借口是福基斯人攻入的并非争议之地,而是公认为友邦与同盟者的洛克里斯。待底比斯人反攻入福基斯并开始蹂躏其乡野时,福基斯人立即派遣使者前往拉刻代蒙,请求给予援助,陈明他们并未挑起战争,而是为了自卫才向洛克里斯人还击。
οἱ μέντοι Λακεδαιμόνιοι ἄσμενοι ἔλαβον πρόφασιν στρατεύειν ἐπὶ τοὺς Θηβαίους, πάλαι ὀργιζόμενοι αὐτοῖς τῆς τε ἀντιλήψεως τῆς τοῦ Ἀπόλλωνος δεκάτης ἐν Δεκελείᾳ καὶ τοῦ ἐπὶ τὸν Πειραιᾶ μὴ ἐθελῆσαι ἀκολουθῆσαι.2 ᾐτιῶντο δʼ αὐτοὺς καὶ Κορινθίους πεῖσαι μὴ συστρατεύειν. ἀνεμιμνῄσκοντο δὲ καὶ ὡς θύειν τʼ ἐν Αὐλίδι τὸν Ἀγησίλαον οὐκ εἴων καὶ τὰ τεθυμένα ἱερὰ ὡς ἔρριψαν ἀπὸ τοῦ βωμοῦ καὶ ὅτι οὐδʼ εἰς τὴν Ἀσίαν Ἀγησιλάῳ συνεστράτευον. ἐλογίζοντο δὲ καὶ καλὸν καιρὸν εἶναι τοῦ ἐξάγειν στρατιὰν ἐπʼ αὐτοὺς καὶ παῦσαι τῆς εἰς αὐτοὺς ὕβρεως· τά τε γὰρ ἐν τῇ Ἀσίᾳ καλῶς σφίσιν ἔχειν, κρατοῦντος Ἀγησιλάου, καὶ ἐν τῇ Ἑλλάδι οὐδένα ἄλλον πόλεμον ἐμποδὼν σφίσιν εἶναι.
拉刻代蒙人本就因底比斯人在德凯莱亚侵夺阿波罗的十分之一税、以及拒绝随军进攻比雷埃夫斯而久怀怨恨,因而欣然借此口实出兵征讨底比斯人。他们还指责底比斯人劝说科林斯人不要随军出征。他们更回忆起对方如何不许阿格西劳斯在奥利斯献祭并将祭牲从祭坛上扔下,以及底比斯人甚至未曾随阿格西劳斯一同出征亚细亚。此外他们估量,此时正是率军征讨他们并制止其对自己的傲慢无礼行径的绝佳时机;因为在阿格西劳斯的统领下,亚细亚战局对他们极为有利,且在希腊本土并无其他战争阻碍他们的行动。
οὕτω δὲ γιγνωσκούσης τῆς πόλεως τῶν Λακεδαιμονίων φρουρὰν μὲν οἱ ἔφοροι ἔφαινον, Λύσανδρον δʼ ἐξέπεμψαν εἰς Φωκέας καὶ ἐκέλευσαν αὐτούς τε τοὺς Φωκέας ἄγοντα παρεῖναι καὶ Οἰταίους καὶ Ἡρακλεώτας καὶ Μηλιέας καὶ Αἰνιᾶνας εἰς Ἁλίαρτον. ἐκεῖσε δὲ καὶ Παυσανίας, ὅσπερ ἔμελλεν ἡγεῖσθαι, συνετίθετο παρέσεσθαι εἰς ῥητὴν ἡμέραν, ἔχων Λακεδαιμονίους τε καὶ τοὺς ἄλλους Πελοποννησίους. καὶ ὁ μὲν Λύσανδρος τά τε ἄλλα τὰ κελευόμενα ἔπραττε καὶ προσέτι Ὀρχομενίους ἀπέστησε Θηβαίων.
在拉刻代蒙城邦作出这一决议后,监察官们发出了征召令,派遣吕山德前往福基斯人处,命令他率领福基斯人自身以及俄忒人、赫拉克利亚人、马里斯人和艾尼亚涅斯人赶赴哈利亚托斯集结。将要担任统帅的鲍萨尼亚斯亦约定在指定之日率领拉刻代蒙人及其他伯罗奔尼撒人赶抵该地。吕山德除了执行受命的其他各项事务外,还促使奥尔霍迈诺斯人脱离底比斯倒戈。
ὁ δὲ Παυσανίας, ἐπεὶ τὰ διαβατήρια ἐγένετο αὐτῷ, καθεζόμενος ἐν Τεγέᾳ τούς τε ξεναγοὺς διέπεμπε καὶ τοὺς ἐκ τῶν περιοικίδων στρατιώτας περιέμενεν. ἐπεί γε μὴν δῆλον τοῖς Θηβαίοις ἐγένετο ὅτι ἐμβαλοῖεν οἱ Λακεδαιμόνιοι εἰς τὴν χώραν αὐτῶν, πρέσβεις ἔπεμψαν Ἀθήναζε λέγοντας τοιάδε. ὦ ἄνδρες Ἀθηναῖοι, ἃ μὲν μέμφεσθε ἡμῖν ὡς ψηφισαμένων χαλεπὰ περὶ ὑμῶν3 ἐν τῇ καταλύσει τοῦ πολέμου, οὐκ ὀρθῶς μέμφεσθε· οὐ γὰρ ἡ πόλις ἐκεῖνα ἐψηφίσατο, ἀλλʼ εἷς ἀνὴρ εἶπεν, ὃς ἔτυχε τότε ἐν τοῖς συμμάχοις καθήμενος. ὅτε δὲ παρεκάλουν ἡμᾶς οἱ Λακεδαιμόνιοι ἐπὶ τὸν Πειραιᾶ, τότε ἅπασα ἡ πόλις ἀπεψηφίσατο μὴ συστρατεύειν αὐτοῖς. διʼ ὑμᾶς οὖν οὐχ ἥκιστα ὀργιζομένων ἡμῖν τῶν Λακεδαιμονίων, δίκαιον εἶναι νομίζομεν βοηθεῖν ὑμᾶς τῇ πόλει ἡμῶν.
鲍萨尼亚斯在求得越境祭吉兆后,进驻特盖亚,派遣雇佣军指挥官分头行动,并等候来自边民各城邦的士兵。而当底比斯人确知拉刻代蒙人将要侵入其国土时,便派遣使者前往雅典,陈辞如下: “雅典的公民们,你们若因我们在战争结束时对你们作出严酷决议而指责我们,这指责实属不公;因为作出此项决议的并非我邦,而只是一名碰巧列席同盟诸邦会议之人所作的提议。而在拉刻代蒙人号召我们进攻比雷埃夫斯时,我邦全体公民均投票决议不随他们出征。因此,拉刻代蒙人向我们动怒首要原因正在于你们,我们认为你们出兵援助我邦乃是理所应当。”
- 3.5.1ἐφʼ ᾧτε πόλεμον ἐξοίσειν
介词短语 ἐφʼ ᾧτε 搭配将来时不定式 ἐξοίσειν,构成表示“以……为条件(on condition that)”的约定状语从句。ἐφʼ ᾧ / ἐφʼ ᾧτε 后接不定式或将来时直陈语气,是古典希腊语中表示协议或约誓附加条件的固定句型。
- 3.5.5πάλαι ὀργιζόμενοι αὐτοῖς τῆς τε ἀντιλήψεως τῆς τοῦ Ἀπόλλωνος δεκάτης ἐν Δεκελείᾳ καὶ τοῦ ἐπὶ τὸν Πειραιᾶ μὴ ἐθελῆσαι ἀκολουθῆσαι
现在分词 ὀργιζόμενοι(动词 ὀργίζομαι)支配受动者与格 αὐτοῖς(针对底比斯人),并以属格并列连接两项表示愤怒原因的成分:名词短语 τῆς τε ἀντιλήψεως(侵夺阿波罗十分之一税)与冠词不定式句 τοῦ... μὴ ἐθελῆσαι(拒绝随征)。此属格为表示原因的属格(genitive of cause)。
- 3.5.8ἃ μὲν μέμφεσθε ἡμῖν ὡς ψηφισαμένων χαλεπὰ περὶ ὑμῶν
虽然主句动词 μέμφεσθε 支配与格补足语 ἡμῖν,但引出主观指责理由的连词 ὡς 却采用了独立属格形式 ὡς ψηφισαμένων(借口/声称我们通过了……),而非与 ἡμῖν 一致的与格分词 ψηφισαμένοις。ὡς 搭配独立属格用以鲜明凸显该理由为控诉方的主观断言或指控。
