← 色诺芬

希腊史

§3.4.22-3.4.29

帕克托罗斯河战役与海军全权

阿格西劳斯在帕克托罗斯河战役中击溃波斯骑兵并攻占其营地;蒂萨费尔尼斯被诛后,阿格西劳斯与继任者提特劳斯特斯达成协议,收取军资转进弗里吉亚。行军途中,斯巴达当局授予他兼管海军的全权,他遂任命内弟珀桑德为海军统帅。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.22

καὶ τῷ μὲν ἄρχοντι τῶν σκευοφόρων εἶπε διαβάντι τὸν Πακτωλὸν ποταμὸν στρατοπεδεύεσθαι, αὐτοὶ δὲ κατιδόντες τοὺς τῶν Ἑλλήνων ἀκολούθους ἐσπαρμένους εἰς ἁρπαγὴν πολλοὺς αὐτῶν ἀπέκτειναν. αἰσθόμενος δὲ Ἀγησίλαος, βοηθεῖν ἐκέλευσε τοὺς ἱππέας. οἱ δʼ αὖ Πέρσαι ὡς εἶδον τὴν βοήθειαν, ἡθροίσθησαν καὶ ἀντιπαρετάξαντο παμπλήθεσι τῶν ἱππέων τάξεσιν.

〔敌军指挥官〕命令辎重队长渡过帕克托罗斯河扎营,而他们自己望见希腊人的随军仆从为劫掠四处散落,便杀死了他们中的许多人。阿格西劳斯察觉之后,命令骑兵出击救援。波斯人一见援军到来,便集结起来,列出极其庞大的骑兵方阵迎战。

§3.4.23

ἔνθα δὴ ὁ Ἀγησίλαος γιγνώσκων ὅτι τοῖς μὲν πολεμίοις οὔπω παρείη τὸ πεζόν, αὐτῷ δὲ οὐδὲν ἀπείη τῶν παρεσκευασμένων, καιρὸν ἡγήσατο μάχην συνάψαι, εἰ δύναιτο. σφαγιασάμενος οὖν τὴν μὲν φάλαγγα εὐθὺς ἦγεν ἐπὶ τοὺς παρατεταγμένους ἱππέας, ἐκ δὲ τῶν ὁπλιτῶν ἐκέλευσε τὰ δέκα ἀφʼ ἥβης1 θεῖν ὁμόσε αὐτοῖς, τοῖς δὲ πελτασταῖς εἶπε δρόμῳ ὑφηγεῖσθαι. παρήγγειλε δὲ καὶ τοῖς ἱππεῦσιν ἐμβάλλειν, ὡς αὐτοῦ τε καὶ παντὸς τοῦ στρατεύματος ἑπομένου.

这时,阿格西劳斯得知敌军的步兵尚未赶到,而自己所准备的兵力无一缺席,遂认为若是可能,正是接战的良机。于是他行完献祭,立即率领方阵向已列阵的敌军骑兵推进,并命令重装步兵中成年后十年以内的青年士兵向敌人冲锋,又吩咐轻盾兵跑步带头引路。他还号令骑兵发起冲击,并表明自己与全军将紧随其后。

§3.4.24

τοὺς μὲν δὴ ἱππέας ἐδέξαντο οἱ Πέρσαι· ἐπεὶ δʼ ἅμα πάντα τὰ δεινὰ παρῆν, ἐνέκλιναν, καὶ οἱ μὲν αὐτῶν εὐθὺς ἐν τῷ ποταμῷ ἔπεσον, οἱ δʼ ἄλλοι ἔφευγον. οἱ δʼ Ἕλληνες ἐπακολουθοῦντες αἱροῦσι καὶ τὸ στρατόπεδον αὐτῶν. καὶ οἱ μὲν πελτασταί, ὥσπερ εἰκός, εἰς ἁρπαγὴν ἐτράποντο· ὁ δʼ Ἀγησίλαος κύκλῳ πάντα καὶ φίλια καὶ πολέμια περιεστρατοπεδεύσατο. καὶ ἄλλα τε πολλὰ χρήματα ἐλήφθη, ἃ ηὗρε πλέον ἢ ἑβδομήκοντα τάλαντα, καὶ αἱ κάμηλοι δὲ τότε ἐλήφθησαν, ἃς Ἀγησίλαος εἰς τὴν Ἑλλάδα ἀπήγαγεν.

波斯人虽抵挡住了骑兵的冲击,但当所有可怕的威胁同时压来时,他们崩溃溃退,其中一些人立刻倒毙在河中,其余的人则纷纷逃散。尾随追击的希腊人还攻占了他们的营地。轻盾兵正如所料转向劫掠;阿格西劳斯则在外围扎营,将己方与敌方的一切尽数围在营内。此外还缴获了大量其他财物,变卖所得超过七十塔兰同;阿格西劳斯带回希腊的骆驼亦是在此时捕获的。

§3.4.25

ὅτε δʼ αὕτη ἡ μάχη ἐγένετο, Τισσαφέρνης ἐν Σάρδεσιν ἔτυχεν ὤν· ὥστε ᾐτιῶντο οἱ Πέρσαι προδεδόσθαι ὑπʼ αὐτοῦ. γνοὺς δὲ καὶ αὐτὸς ὁ Περσῶν βασιλεὺς Τισσαφέρνην αἴτιον εἶναι τοῦ κακῶς φέρεσθαι τὰ ἑαυτοῦ, Τιθραύστην καταπέμψας ἀποτέμνει αὐτοῦ τὴν κεφαλήν. τοῦτο δὲ ποιήσας ὁ Τιθραύστης πέμπει πρὸς τὸν Ἀγησίλαον πρέσβεις λέγοντας· ὦ Ἀγησίλαε, ὁ μὲν αἴτιος τῶν πραγμάτων καὶ ὑμῖν καὶ ἡμῖν ἔχει τὴν δίκην· βασιλεὺς δὲ ἀξιοῖ σὲ μὲν ἀποπλεῖν οἴκαδε, τὰς δʼ ἐν τῇ Ἀσίᾳ πόλεις αὐτονόμους οὔσας τὸν ἀρχαῖον δασμὸν αὐτῷ ἀποφέρειν.

这场战斗发生时,蒂萨费尔尼斯恰好身在萨尔迪斯;因此波斯人指责遭到他的出卖。波斯国王本人亦认识到局势恶化正是由于蒂萨费尔尼斯所致,遂派遣提特劳斯特斯前去斩下了他的首级。提特劳斯特斯办妥此事后,派遣使者前往阿格西劳斯处,说道:“阿格西劳斯,给我们双方招致事端之人已受到惩罚;国王要求你扬帆归国,而亚细亚的各城邦则在保持自治的同时向他缴纳旧有的贡赋。”

§3.4.26

ἀποκριναμένου δὲ τοῦ Ἀγησιλάου ὅτι οὐκ ἂν ποιήσειε ταῦτα ἄνευ τῶν οἴκοι τελῶν, Σὺ δʼ ἀλλά,2 ἕως ἂν πύθῃ τὰ παρὰ τῆς πόλεως, μεταχώρησον, ἔφη, εἰς τὴν Φαρναβάζου, ἐπειδὴ καὶ ἐγὼ τὸν σὸν ἐχθρὸν τετιμώρημαι. ἕως ἂν τοίνυν, ἔφη ὁ Ἀγησίλαος, ἐκεῖσε πορεύωμαι, δίδου δὴ τῇ στρατιᾷ τὰ ἐπιτήδεια. ἐκείνῳ μὲν δὴ ὁ Τιθραύστης δίδωσι τριάκοντα τάλαντα· ὁ δὲ λαβὼν ᾔει ἐπὶ τὴν Φαρναβάζου Φρυγίαν.

阿格西劳斯答复称,若无国内当局的批准,他不能这般行事;〔提特劳斯特斯〕便道:“那么至少在你获悉本邦决议之前,退往法尔纳巴佐斯的领地,因为我也已经为你惩办了仇敌。”阿格西劳斯遂说:“既然如此,在我行军前往该处期间,请为军队提供补给。”提特劳斯特斯于是给予他三十塔兰同;他接纳之后,便向法尔纳巴佐斯辖下的弗里吉亚进军。

§3.4.27

ὄντι δʼ αὐτῷ ἐν τῷ πεδίῳ τῷ ὑπὲρ Κύμης ἔρχεται ἀπὸ τῶν οἴκοι τελῶν ἄρχειν καὶ τοῦ ναυτικοῦ3 ὅπως γιγνώσκοι καὶ καταστήσασθαι ναύαρχον ὅντινα αὐτὸς βούλοιτο. τοῦτο δʼ ἐποίησαν οἱ Λακεδαιμόνιοι τοιῷδε λογισμῷ, ὡς, εἰ ὁ αὐτὸς ἀμφοτέρων ἄρχοι, τό τε πεζὸν πολὺ ἂν ἰσχυρότερον εἶναι, καθʼ ἓν οὔσης τῆς ἰσχύος ἀμφοτέροις, τό τε ναυτικόν,4 ἐπιφαινομένου τοῦ πεζοῦ ἔνθα δέοι.

当他在库墨上方的平原时,国内当局派人送来指令,命他随其判断兼领海军,并由他自行指定中意的人选担任海军统帅。拉刻代蒙人作出这一决定是出于如下考虑:若同一人兼领两军,步兵力量将因两军合一而强大得多,而海军亦将因步兵能在需要之处协同出现而同样大为增强。

§3.4.28

ἀκούσας δὲ ταῦτα ὁ Ἀγησίλαος, πρῶτον μὲν ταῖς πόλεσι παρήγγειλε ταῖς ἐν ταῖς νήσοις καὶ ταῖς ἐπιθαλαττιδίοις τριήρεις ποιεῖσθαι ὁπόσας ἑκάστη βούλοιτο τῶν πόλεων. καὶ ἐγένοντο καιναί, ἐξ ὧν αἵ τε πόλεις ἐπηγγείλαντο καὶ οἱ ἰδιῶται ἐποιοῦντο χαρίζεσθαι βουλόμενοι, εἰς εἴκοσι καὶ ἑκατόν.

阿格西劳斯获悉此事后,首先向岛屿和沿海各城邦下达指令,让各邦依各自意愿建造若干三列桨战船。经各城邦应诺承建以及私人为博得欢心而出资建造,共新建战船约一百二十艘。

§3.4.29

Πείσανδρον δὲ τὸν τῆς γυναικὸς ἀδελφὸν ναύαρχον κατέστησε, φιλότιμον μὲν καὶ ἐρρωμένον τὴν ψυχήν, ἀπειρότερον δὲ τοῦ παρασκευάζεσθαι ὡς δεῖ. καὶ Πείσανδρος μὲν ἀπελθὼν τὰ ναυτικὰ ἔπραττεν· ὁ δʼ Ἀγησίλαος, ὥσπερ ὥρμησεν, ἐπὶ τὴν Φρυγίαν ἐπορεύετο.

他任命妻子的兄弟珀桑德为海军统帅,此人虽怀有雄心且气魄刚毅,但在妥善做好准备方面却缺乏经验。随后,珀桑德前往处理海军事务;阿格西劳斯则正如最初出发时所决定的那样,向弗里吉亚进发。

语法注4 条
  1. 3.4.23τὰ δέκα ἀφʼ ἥβης

    斯巴达军制术语,意为“成年(ἥβη)后第十年以内的士兵”。在斯巴达,青年男子通常在20岁左右达到成年与正式服役年龄,因此此处指28至30岁左右的最年轻的重装步兵年级兵力。在句法上,中性复数宾格用来限定或具体指定冲锋的部队组别。

  2. 3.4.26Σὺ δʼ ἀλλά

    带有让步和妥协色彩的惯用呼求表达,意为“那么你至少……”。紧随前文阿格西劳斯拒绝在未经斯巴达当局批准前退兵这一前提,提特劳斯特斯(通过使者)退而求其次提出替代方案,在语法上与后续的祈使句 μεταχώρησον 连用。

  3. 3.4.27ἔρχεται ἀπὸ τῶν οἴκοι τελῶν ἄρχειν καὶ τοῦ ναυτικοῦ

    动词 ἔρχεται 呈无人称用法(或隐含主语“使者/文书/指令”),其后所跟的不定式 ἄρχειν 以及 καὶ καταστήσασθαι 充当其实质指令内容(表命令或结果的不定式),整句构成“国内当局传来指令,命其兼管海军并任命……”的句法结构。

  4. 3.4.27ὡς, εἰ ὁ αὐτὸς ἀμφοτέρων ἄρχοι, τό τε πεζὸν πολὺ ἂν ἰσχυρότερον εἶναι, καθʼ ἓν οὔσης τῆς ἰσχύος ἀμφοτέροις, τό τε ναυτικόν

    间接引语(ὡς... εἶναι)中潜势/假设条件句的表述形式。条件从句采用祈愿语气 ἄρχοι,归结从句则采用 ἄν + 不定式 εἶναι。谓词 εἶναι 同时统辖前面的主语 τό τε πεζόν 与后面的 τό τε ναυτικόν,构成对称并列结构:“步兵将强大得多……海军亦将如此”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.4.22-3.4.29