- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.4.8-3.4.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿格西劳斯冷落权势日盛的吕山德并将其派往赫勒斯滂,吕山德在那里成功策反了波斯贵族斯庇特里达提斯。与此同时,蒂萨费尔尼斯背弃誓约宣战,阿格西劳斯声东击西伪攻卡里亚而实袭弗里吉亚,随后在达斯基利昂附近与波斯骑兵遭遇。
ὅτι μὲν οὖν ἔμηνε καὶ τὸν Ἀγησίλαον ταῦτα ἐδήλωσεν ὕστερον·1 οἵ γε μὴν ἄλλοι τριάκοντα ὑπὸ τοῦ φθόνου οὐκ ἐσίγων, ἀλλʼ ἔλεγον πρὸς τὸν Ἀγησίλαον ὡς παράνομα ποιοίη Λύσανδρος τῆς βασιλείας ὀγκηρότερον διάγων. ἐπεὶ δὲ καὶ ἤρξατο προσάγειν τινὰς τῷ Ἀγησιλάῳ ὁ Λύσανδρος, πάντας οἷς γνοίη αὐτὸν συμπράττοντά τι ἡττωμένους ἀπέπεμπεν.2 ὡς δʼ ἀεὶ τὰ ἐναντία ὧν ἐβούλετο ἀπέβαινε τῷ Λυσάνδρῳ, ἔγνω δὴ τὸ γιγνόμενον· καὶ οὔτε ἕπεσθαι ἑαυτῷ ἔτι εἴα ὄχλον τοῖς τε συμπρᾶξαί τι δεομένοις σαφῶς ἔλεγεν ὅτι ἔλαττον ἕξοιεν, εἰ αὐτὸς παρείη.
这些事态同样激怒了阿格西劳斯,他随后表明了这一点;然而,三十人中的其余人出于嫉妒而不再保持沉默,他们向阿格西劳斯进言,指责吕山德的作风比国王还要傲慢跋扈,其行径已属越轨不法。及至吕山德开始向阿格西劳斯引见某些人时,只要阿格西劳斯察觉吕山德在为谁奔走效力,便一概让这些人败诉而归。由于结果总是与吕山德所期望的适得其反,吕山德终于省悟了其中的缘由;他不仅不再容许人群追随自己,更明确告知那些恳求他从中协助的人:如果他亲自在场,他们得到的结果只会更糟。
βαρέως δὲ φέρων τῇ ἀτιμίᾳ, προσελθὼν εἶπεν· ὦ Ἀγησίλαε, μειοῦν μὲν ἄρα σύγε τοὺς φίλους ἠπίστω. ναὶ μὰ Δίʼ, ἔφη, τούς γε βουλομένους ἐμοῦ μείζους φαίνεσθαι· τοὺς δέ γε αὔξοντας εἰ μὴ ἐπισταίμην ἀντιτιμᾶν, αἰσχυνοίμην ἄν. καὶ ὁ Λύσανδρος εἶπεν· ἀλλʼ ἴσως καὶ μᾶλλον εἰκότα σὺ ποιεῖς ἢ ἐγὼ ἔπραττον. τάδε οὖν μοι ἐκ τοῦ λοιποῦ χάρισαι, ὅπως ἂν μήτʼ αἰσχύνωμαι ἀδυνατῶν παρὰ σοὶ μήτʼ ἐμποδών σοι ὦ, ἀπόπεμψόν ποί με. ὅπου γὰρ ἂν ὦ, πειράσομαι ἐν καιρῷ σοι εἶναι.
吕山德因蒙受这般贬抑而深感难堪,遂走上前去对阿格西劳斯说道:“阿格西劳斯啊,看来你果然深知如何贬抑自己的朋友。”阿格西劳斯答道:“凭宙斯起誓,确实如此——至少对那些妄图显得比我更伟大的人是如此;但若是我不懂得回报那些尊崇我的人,我自当感到羞愧。”吕山德说道:“不过,也许你的做法确实比我以往的所作所为更为合情合理。因此,今后请你恩准我一件事:为了使我既不致因在你身边无权无势而蒙羞,亦不致成为你的碍手碍脚之物,请把我派往别处吧。因为无论身在何处,我都将竭力为你效劳。”
εἰπόντος δὲ ταῦτα ἔδοξε καὶ τῷ Ἀγησιλάῳ οὕτω ποιῆσαι, καὶ πέμπει αὐτὸν ἐφʼ Ἑλλησπόντου. ἐκεῖ δὲ ὁ Λύσανδρος αἰσθόμενος Σπιθριδάτην τὸν Πέρσην ἐλαττούμενόν τι ὑπὸ Φαρναβάζου, διαλέγεται αὐτῷ καὶ πείθει ἀποστῆναι ἔχοντα τούς τε παῖδας καὶ τὰ περὶ αὑτὸν χρήματα καὶ ἱππέας ὡς διακοσίους. καὶ τὰ μὲν ἄλλα κατέλιπεν ἐν Κυζίκῳ, αὐτὸν δὲ καὶ τὸν υἱὸν ἀναβιβασάμενος ἧκεν ἄγων πρὸς Ἀγησίλαον. ἰδὼν δὲ ὁ Ἀγησίλαος ἥσθη τε τῇ πράξει καὶ εὐθὺς ἀνεπυνθάνετο περὶ τῆς Φαρναβάζου χώρας τε καὶ ἀρχῆς.
吕山德说完这番话,阿格西劳斯亦认为这样做十分妥当,遂将他派往赫勒斯滂。吕山德到了那里,察觉到波斯人斯庇特里达提斯受到法尔纳巴佐斯的某种冷遇,便与他交谈,劝说他率领自己的子女、身边的资财以及约两百名骑兵叛离。吕山德将其余一切留置在基齐库斯,而让斯庇特里达提斯本人及其儿子登船,将他们引见给阿格西劳斯。阿格西劳斯见状大喜,对这一成果极为满意,随即详细询问有关法尔纳巴佐斯的领土与统治情况。
ἐπεὶ δὲ μέγα φρονήσας ὁ Τισσαφέρνης ἐπὶ τῷ καταβάντι στρατεύματι παρὰ βασιλέως προεῖπεν Ἀγησιλάῳ πόλεμον, εἰ μὴ ἀπίοι ἐκ τῆς Ἀσίας, οἱ μὲν ἄλλοι σύμμαχοι καὶ Λακεδαιμονίων οἱ παρόντες μάλα ἀχθεσθέντες φανεροὶ ἐγένοντο, νομίζοντες ἐλάττω τὴν παροῦσαν εἶναι δύναμιν Ἀγησιλάῳ τῆς βασιλέως παρασκευῆς, Ἀγησίλαος δὲ μάλα φαιδρῷ τῷ προσώπῳ ἀπαγγεῖλαι Τισσαφέρνει τοὺς πρέσβεις ἐκέλευσεν ὡς πολλὴν χάριν αὐτῷ ἔχοι, ὅτι ἐπιορκήσας αὐτὸς μὲν πολεμίους τοὺς θεοὺς ἐκτήσατο, τοῖς δʼ Ἕλλησι συμμάχους ἐποίησεν. ἐκ δὲ τούτου εὐθὺς τοῖς μὲν στρατιώταις παρήγγειλε συσκευάζεσθαι ὡς εἰς στρατείαν, ταῖς δὲ πόλεσιν εἰς ἃς ἀνάγκη ἦν ἀφικνεῖσθαι στρατευομένῳ ἐπὶ Καρίαν προεῖπεν ἀγορὰν παρασκευάζειν. ἐπέστειλε δὲ καὶ Ἴωσι καὶ Αἰολεῦσι καὶ Ἑλλησποντίοις πέμπειν πρὸς ἑαυτὸν εἰς Ἔφεσον τοὺς συστρατευσομένους.
此时,蒂萨费尔尼斯依仗从波斯王那里开进的大军而气焰嚣张,向阿格西劳斯发出通牒:若不从亚洲撤出,便要宣战。其他同盟军以及在场的拉栖代梦人见状皆流露出极大的忧虑,认为阿格西劳斯现有的兵力敌不过波斯王的军备。阿格西劳斯却面带极其愉悦的神色,命令使者回报蒂萨费尔尼斯:自己对他深表感激,因为他背弃誓言,使诸神成为他自己的敌人,却使诸神成了希腊人的盟友。此后,阿格西劳斯随即命令士兵整装待发,准备出征,同时向远征卡里亚所必经的各城邦发出通知,令其筹备集市供应给养。他还指令爱奥尼亚人、埃奥利斯人和赫勒斯滂人将参战部队派遣至以弗所与他会合。
ὁ δὲ Τισσαφέρνης, καὶ ὅτι ἱππικὸν οὐκ εἶχεν ὁ Ἀγησίλαος, ἡ δὲ Καρία ἄφιππος ἦν, καὶ ὅτι ἡγεῖτο αὐτὸν ὀργίζεσθαι αὐτῷ διὰ τὴν ἀπάτην, τῷ ὄντι νομίσας ἐπὶ τὸν αὑτοῦ οἶκον εἰς Καρίαν αὐτὸν ὁρμήσειν, τὸ μὲν πεζὸν ἅπαν διεβίβασεν ἐκεῖσε, τὸ δʼ ἱππικὸν εἰς τὸ Μαιάνδρου πεδίον περιῆγε, νομίζων ἱκανὸς εἶναι καταπατῆσαι τῇ ἵππῳ τοὺς Ἕλληνας, πρὶν εἰς τὰ δύσιππα ἀφικέσθαι. ὁ δʼ Ἀγησίλαος ἀντὶ τοῦ ἐπὶ Καρίαν ἰέναι εὐθὺς τἀναντία ἀποστρέψας ἐπὶ Φρυγίας ἐπορεύετο, καὶ τάς τʼ ἐν τῇ πορείᾳ πόλεις κατεστρέφετο καὶ ἐμβαλὼν ἀπροσδοκήτοις παμπλήθη χρήματα ἐλάμβανε.
蒂萨费尔尼斯一方面因阿格西劳斯缺乏骑兵而卡里亚地势不宜骑兵驰骋,另一方面又料定阿格西劳斯必因受骗而对他怀恨在心,遂断定他真会直捣自己在卡里亚的私产领地;于是蒂萨费尔尼斯将全部步兵调运至该地,而将骑兵迂回部署至门德雷斯平原,自以为能够趁希腊军尚未抵达难以骑行的险峻地势之前,用骑兵将他们彻底踏平碾碎。然而,阿格西劳斯非但未进军卡里亚,反而立即折向完全相反的方向进军弗里吉亚;他沿途攻克各城邦,乘其不备发动突袭,缴获了极其丰厚的财物。
καὶ τὸν μὲν ἄλλον χρόνον ἀσφαλῶς διεπορεύετο· οὐ πόρρω δʼ ὄντος Δασκυλείου, προϊόντος αὐτοῦ οἱ ἱππεῖς ἤλαυνον ἐπὶ λόφον τινά, ὡς προΐδοιεν τί τἄμπροσθεν εἴη. κατὰ τύχην δέ τινα καὶ οἱ τοῦ Φαρναβάζου ἱππεῖς οἱ περὶ Ῥαθίνην καὶ Βαγαῖον τὸν νόθον ἀδελφόν, ὄντες παρόμοιοι τοῖς Ἕλλησι τὸν ἀριθμόν, πεμφθέντες ὑπὸ Φαρναβάζου ἤλαυνον καὶ οὗτοι ἐπὶ τὸν αὐτὸν τοῦτον λόφον. ἰδόντες δὲ ἀλλήλους οὐδὲ τέτταρα πλέθρα ἀπέχοντας, τὸ μὲν πρῶτον ἔστησαν ἀμφότεροι, οἱ μὲν Ἕλληνες ἱππεῖς ὥσπερ φάλαγξ ἐπὶ τεττάρων παρατεταγμένοι, οἱ δὲ βάρβαροι τοὺς πρώτους οὐ πλέον ἢ εἰς δώδεκα ποιήσαντες, τὸ βάθος δʼ ἐπὶ πολλῶν.3 ἔπειτα μέντοι πρόσθεν ὥρμησαν οἱ βάρβαροι.
在随后的时间里,他始终安全地行军前进。但在距离达斯基利昂不远之处,当他率军推进时,他的骑兵疾驰登上一处丘陵,以便先行探明前方虚实。凑巧的是,法尔纳巴佐斯麾下由拉提内斯与庶出兄弟巴盖奥斯统领的骑兵——其人数与希腊军大致相当——受法尔纳巴佐斯派遣,亦疾驰登上了同一座丘陵。双方在相距不足四普勒特隆的距离上彼此发现,起初皆停步伫立:希腊骑兵结成四排纵深的方阵横队,而蛮族骑兵前锋正面不过十二人,纵深却叠列多层。然而随后,蛮族骑兵便先发起了冲锋。
- 3.4.8ὅτι μὲν οὖν ἔμηνε καὶ τὸν Ἀγησίλαον ταῦτα ἐδήλωσεν ὕστερον
句首由 ὅτι 引导的整个从句(“这些事态同样激怒了阿格西劳斯”)充当后置主句动词 ἐδήλωσεν 的宾语从句。ἔμηνε 是 μαίνω 的主动第一不定过去时,作及物动词用(“使发狂、激怒”),以 ταῦτα 为主语,καὶ τὸν Ἀγησίλαον 为直接宾格宾语。
- 3.4.8πάντας οἷς γνοίη αὐτὸν συμπράττοντά τι ἡττωμένους ἀπέπεμπεν
主句的主干为 πάντας ... ἡττωμένους ἀπέπεμπεν(“他把所有……的人皆使其败诉/被拒而打发回去”)。关系代词 οἷς 受 συμπράττοντα 支配作与格,修饰先行词 πάντας。祈愿语气 γνοίη 表示过去的一般性重复条件(“凡是他察觉他在协助者”),分词 συμπράττοντα 是知觉动词 γνοίη 的补足分词。ἡττωμένους 为表语性分词,指在诉讼或请托中“败诉/受挫”的状态。
- 3.4.13τὸ βάθος δʼ ἐπὶ πολλῶν
该短语与前半句 τοὺς πρώτους οὐ πλέον ἢ εἰς δώδεκα ποιήσαντες(“使前锋排头不过十二人”)相对比。介词 ἐπί 接属格在军事术语中表示战阵纵深的列数,意为“(深达)许多层排/纵深很厚”。宾格 τὸ βάθος 为限制/方面宾格(“就纵深而言”),省略了分词 ποιήσαντες(或 ὄντες)。
