← 色诺芬

希腊史

§3.4.14-3.4.21

阿格西劳斯组建骑兵与进军萨尔迪斯

在经历骑兵战失利及不祥的祭牲征兆后,阿格西劳斯通过免役特权迅速组建骑兵,并在以弗所大力操练和整军备战。迎来新一批随员后,他如约直捣萨尔迪斯地区,与仍固守卡里亚的波斯军属下骑兵遭遇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.14

ὡς δʼ εἰς χεῖρας ἦλθον, ὅσοι μὲν τῶν Ἑλλήνων ἔπαισάν τινας, πάντες συνέτριψαν τὰ δόρατα, οἱ δὲ Πέρσαι κρανέϊνα παλτὰ ἔχοντες ταχὺ δώδεκα μὲν ἱππέας, δύο δʼ ἵππους ἀπέκτειναν. ἐκ δὲ τούτου ἐτρέφθησαν οἱ Ἕλληνες ἱππεῖς. βοηθήσαντος δὲ Ἀγησιλάου σὺν τοῖς ὁπλίταις, πάλιν ἀπεχώρουν οἱ βάρβαροι, καὶ εἷς αὐτῶν ἀποθνῄσκει.

及至双方短兵相接,希腊人中凡击中敌者,长矛皆尽行折断;波斯人则因持有山茱萸木制标枪,迅即击杀了十二名骑兵和两匹战马。希腊骑兵遂由此败退。然而当阿格西劳斯率领重装步兵赶来援救时,蛮族再度退却,其中一人阵亡。

§3.4.15

γενομένης δὲ ταύτης τῆς ἱππομαχίας, θυομένῳ τῷ Ἀγησιλάῳ τῇ ὑστεραίᾳ ἐπὶ προόδῳ ἄλοβα γίγνεται τὰ ἱερά.1 τούτου μέντοι φανέντος στρέψας ἐπορεύετο ἐπὶ θάλατταν. γιγνώσκων δὲ ὅτι εἰ μὴ ἱππικὸν ἱκανὸν κτήσαιτο, οὐ δυνήσοιτο κατὰ τὰ πεδία στρατεύεσθαι, ἔγνω τοῦτο κατασκευαστέον εἶναι, ὡς μὴ δραπετεύοντα πολεμεῖν δέοι. καὶ τοὺς μὲν πλουσιωτάτους ἐκ πασῶν τῶν ἐκεῖ πόλεων ἱπποτροφεῖν κατέλεξε· προειπὼν δέ, ὅστις παρέχοιτο ἵππον καὶ ὅπλα καὶ ἄνδρα δόκιμον, ὅτι ἐξέσται αὐτῷ μὴ στρατεύεσθαι,2 ἐποίησεν οὕτω ταῦτα συντόμως πράττεσθαι ὥσπερ ἄν τις τὸν ὑπὲρ αὑτοῦ ἀποθανούμενον προθύμως ζητοίη.3

在这场骑兵战发生之后,次日阿格西劳斯为进军举行献祭,祭牲的内脏却缺少肝叶。此凶兆既现,他便回师进向海滨。他认识到,若不获得充足的骑兵,便无法在平原地带作战,遂断定必须筹建骑兵,以免作战时犹如逃亡流窜一般。于是,他从当地所有城邦中最富有的人当中选定人员承担养马之责;他又事先宣告,凡提供一匹战马、一套武器和一名合格战士者,本人即可免于服兵役,从而使这项筹备得以极其迅速地推进,宛如人人在竭力寻找一位代自己去死的人一般。

§3.4.16

ἐκ δὲ τούτου ἐπειδὴ ἔαρ ὑπέφαινε, συνήγαγε μὲν ἅπαν τὸ στράτευμα εἰς Ἔφεσον· ἀσκῆσαι δʼ αὐτὸ βουλόμενος ἆθλα προύθηκε ταῖς τε ὁπλιτικαῖς τάξεσιν, ἥτις ἄριστα σωμάτων ἔχοι, καὶ ταῖς ἱππικαῖς, ἥτις κράτιστα ἱππεύοι· καὶ πελτασταῖς δὲ καὶ τοξόταις ἆθλα προύθηκεν, ὅσοι κράτιστοι πρὸς τὰ προσήκοντα ἔργα φανεῖεν. ἐκ τούτου δὲ παρῆν ὁρᾶν τὰ μὲν γυμνάσια πάντα μεστὰ ἀνδρῶν τῶν γυμναζομένων, τὸν δʼ ἱππόδρομον τῶν ἱππαζομένων, τοὺς δὲ ἀκοντιστὰς καὶ τοὺς τοξότας μελετῶντας.

此后,春意初显之际,他将全军集结于以弗所;为了操练部队,他设立了奖赏,分别颁给体魄最为健全的重装步兵连队和骑术最精湛的骑兵连队,又为轻盾兵和弓箭手设立奖赏,犒劳在各自本职任务中表现最出色的人员。由此,人们得以见到所有的体操馆都挤满了受训的士兵,赛马场挤满了驰骋的骑手,投枪手和弓箭手亦在刻苦操练。

§3.4.17

ἀξίαν δὲ καὶ ὅλην τὴν πόλιν ἐν ᾗ ἦν θέας ἐποίησεν· ἥ τε γὰρ ἀγορὰ ἦν μεστὴ παντοδαπῶν καὶ ἵππων καὶ ὅπλων ὠνίων, οἵ τε χαλκοτύποι καὶ οἱ τέκτονες καὶ οἱ χαλκεῖς καὶ οἱ σκυτοτόμοι καὶ οἱ ζωγράφοι πάντες πολεμικὰ ὅπλα κατεσκεύαζον, ὥστε τὴν πόλιν ὄντως οἴεσθαι πολέμου ἐργαστήριον εἶναι.

他还使自己驻扎的整座城市变得蔚为壮观:市场上摆满了待售的各类战马与武器,铜匠、木匠、铁匠、皮匠和画工全都在赶制战争器械,以致人们真会以为整座城市就是一座战争的作坊。

§3.4.18

ἐπερρώσθη δʼ ἄν τις κἀκεῖνο ἰδών,4 Ἀγησίλαον μὲν πρῶτον, ἔπειτα δὲ καὶ τοὺς ἄλλους στρατιώτας ἐστεφανωμένους ἀπὸ τῶν γυμνασίων ἀπιόντας καὶ ἀνατιθέντας τοὺς στεφάνους τῇ Ἀρτέμιδι. ὅπου γὰρ ἄνδρες θεοὺς μὲν σέβοιντο, τὰ δὲ πολεμικὰ ἀσκοῖεν, πειθαρχεῖν δὲ μελετῷεν, πῶς οὐκ εἰκὸς ἐνταῦθα πάντα μεστὰ ἐλπίδων ἀγαθῶν εἶναι;

若见到下列景象,任何人亦都会倍感振奋:起初是阿格西劳斯,继而是其他士兵,纷纷戴着花冠从体操馆走出,并将花冠奉献给阿尔忒弥斯女神。在凡人敬奉神明、修习战艺并恪守军纪之处,那里的万事万物又怎能不充满美好的希望呢?

§3.4.19

ἡγούμενος δὲ καὶ τὸ καταφρονεῖν τῶν πολεμίων ῥώμην τινὰ ἐμβάλλειν πρὸς τὸ μάχεσθαι, προεῖπε τοῖς κήρυξι τοὺς ὑπὸ τῶν λῃστῶν ἁλισκομένους βαρβάρους γυμνοὺς πωλεῖν. ὁρῶντες οὖν οἱ στρατιῶται λευκοὺς μὲν διὰ τὸ μηδέποτε ἐκδύεσθαι, μαλακοὺς δὲ καὶ ἀπόνους διὰ τὸ ἀεὶ ἐπʼ ὀχημάτων εἶναι, ἐνόμισαν οὐδὲν διοίσειν τὸν πόλεμον ἢ εἰ γυναιξὶ δέοι μάχεσθαι.5

阿格西劳斯还认为,蔑视敌人亦能为作战注入某种勇气,于是指令传令官将掠夺小队捕获的蛮族俘虏脱光衣服予以拍卖。士兵们看到这些俘虏由于从不脱衣而肤色白皙,又因总是乘坐车轿而身躯娇弱、未历辛劳,遂认为这场战争与必须和妇人作战毫无二致。

§3.4.20

ἐν δὲ τούτῳ τῷ χρόνῳ καὶ ὁ ἐνιαυτὸς ἤδη ἀφʼ οὗ ἐξέπλευσεν ὁ Ἀγησίλαος διεληλύθει, ὥστε οἱ μὲν περὶ Λύσανδρον τριάκοντα οἴκαδε ἀπέπλεον, διάδοχοι δʼ αὐτοῖς οἱ περὶ Ἡριππίδαν παρῆσαν. τούτων Ξενοκλέα μὲν καὶ ἄλλον ἔταξεν ἐπὶ τοὺς ἱππέας, Σκύθην δὲ ἐπὶ τοὺς νεοδαμώδεις ὁπλίτας, Ἡριππίδαν δʼ ἐπὶ τοὺς Κυρείους, Μύγδωνα δὲ ἐπὶ τοὺς ἀπὸ τῶν πόλεων στρατιώτας, καὶ προεῖπεν αὐτοῖς ὡς εὐθὺς ἡγήσοιτο τὴν συντομωτάτην ἐπὶ τὰ κράτιστα τῆς χώρας, ὅπως αὐτόθεν οὕτω τὰ σώματα καὶ τὴν γνώμην παρασκευάζοιντο ὡς ἀγωνιούμενοι.

在此期间,阿格西劳斯出航以来的一年期限已满,因此吕山德等三十名随员启程返乡,而赫里庇达斯一行作为继任者前来接替。在这些人中,阿格西劳斯指派克塞诺克勒斯与另一人指挥骑兵,斯库特斯指挥新解奴役民重装步兵,赫里庇达斯指挥昔日居鲁士旧部,缪格冬指挥来自各城邦的士兵;他预先向他们宣告,自己将立即沿最短路径直扑敌方境内最富庶之地,以便他们即刻做好身心两方面的准备,如同即将投入决战一般。

§3.4.21

ὁ μέντοι Τισσαφέρνης ταῦτα μὲν ἐνόμισε λέγειν αὐτὸν πάλιν βουλόμενον ἐξαπατῆσαι, εἰς Καρίαν δὲ νῦν τῷ ὄντι ἐμβαλεῖν, καὶ τό τε πεζὸν καθάπερ τὸ πρόσθεν εἰς Καρίαν διεβίβασε καὶ τὸ ἱππικὸν εἰς τὸ Μαιάνδρου πεδίον κατέστησεν. ὁ δʼ Ἀγησίλαος οὐκ ἐψεύσατο, ἀλλʼ ὥσπερ προεῖπεν εὐθὺς εἰς τὸν Σαρδιανὸν τόπον ἐνέβαλε. καὶ τρεῖς μὲν ἡμέρας διʼ ἐρημίας πολεμίων πορευόμενος πολλὰ τὰ ἐπιτήδεια τῇ στρατιᾷ εἶχε, τῇ δὲ τετάρτῃ ἧκον οἱ τῶν πολεμίων ἱππεῖς.

然而,蒂萨费尔尼斯以为他这番言论是企图再度欺骗自己,此次定会真正进犯卡里亚;于是他如先前一样将步兵运送至卡里亚,而将骑兵部署于门德雷斯平原。但阿格西劳斯并未食言,而是正如所宣告的那样,立即攻入了萨尔迪斯地区。他在毫无敌军出没的区域进军了三日,为军队获取了充裕的给养;到了第四日,敌方骑兵赶到了。

语法注5 条
  1. 3.4.15ἄλοβα γίγνεται τὰ ἱερά

    “祭牲被发现缺少肝叶”。在希腊的内脏占卜中,祭牲肝脏缺失肝叶(λοβός)被视为极不吉利的凶兆,预示着进军受阻。此处谓语形容词 ἄλοβα 与主语 τὰ ἱερά 连用,明确指出了这一凶兆。

  2. 3.4.15προειπὼν δέ, ὅστις παρέχοιτο ἵππον καὶ ὅπλα καὶ ἄνδρα δόκιμον, ὅτι ἐξέσται αὐτῷ μὴ στρατεύεσθαι

    间接引语中关系从句与 ὅτι 从句的前置重叠结构。不定关系从句 ὅστις παρέχοιτο... 插入并先于 ὅτι 从句出现;从属动词 παρέχοιτο 受过去分词 προειπών 统辖而使用斜格希求法,而 ὅτι 从句中的谓语 ἐξέσται 则保留了直接引语的将来时直陈式。

  3. 3.4.15ὥσπερ ἄν τις τὸν ὑπὲρ αὑτοῦ ἀποθανούμενον προθύμως ζητοίη

    由 ὥσπερ ἄν 搭配潜在希求法 ζητοίη 构成的假想比较从句(“宛如有人急切寻求……一般”)。定冠词分词短语 τὸν ὑπὲρ αὑτοῦ ἀποθανούμενον 作名词用,意为“代替自己去死的人”,生动描摹了富豪们急于觅得替身以避服兵役的急迫心理。

  4. 3.4.18ἐπερρώσθη δʼ ἄν τις κἀκεῖνο ἰδών

    由 ἄν 搭配直陈式过去时 ἐπερρώσθη 构成的过去潜在句式(“任何人若是看到……都会备受鼓舞”)。不定过去时分词 ἰδών 在此充当条件从句(相当于 εἰ εἶδεν)的职能。

  5. 3.4.19οὐδὲν διοίσειν τὸν πόλεμον ἢ εἰ γυναιξὶ δέοι μάχεσθαι

    比较句式 οὐδὲν διοίσειν... ἢ εἰ...(“这场战争与……毫无二致”)。间接引语中的对格带不定词 διοίσειν 统辖由 ἢ εἰ 接希求法 δέοι 引导的虚拟条件从句,形象地表达了士兵们对波斯军队的极度轻蔑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.4.14-3.4.21