← 色诺芬

希腊史

§3.4.1-3.4.7

阿格西劳斯远征亚洲与吕山德的权势

获悉波斯正积极整军备舰后,斯巴达在吕山德的推动下任命阿格西劳斯统帅大军远征亚洲。抵达以弗所后,阿格西劳斯与蒂萨费尔尼斯达成停战协定,但在当地,众人皆竞相依附素有名望的吕山德,使其权势风头反倒压过了国王阿格西劳斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.1

μετὰ δὲ ταῦτα Ἡρώδας τις Συρακόσιος ἐν Φοινίκῃ ὢν μετὰ ναυκλήρου τινός, καὶ ἰδὼν τριήρεις Φοινίσσας, τὰς μὲν καταπλεούσας ἄλλοθεν, τὰς δὲ καὶ αὐτοῦ πεπληρωμένας, τὰς δὲ καὶ ἔτι κατασκευαζομένας, προσακούσας δὲ καὶ τοῦτο, ὅτι τριακοσίας αὐτὰς δέοι γενέσθαι, ἐπιβὰς ἐπὶ τὸ πρῶτον ἀναγόμενον πλοῖον εἰς τὴν Ἑλλάδα ἐξήγγειλε τοῖς Λακεδαιμονίοις ὡς βασιλέως καὶ Τισσαφέρνους τὸν στόλον τοῦτον παρασκευαζομένων·1 ὅποι δὲ οὐδὲν ἔφη εἰδέναι.

此后,一名名叫赫罗达斯的叙拉古人在腓尼基与一名船主同行时,目睹了腓尼基的三桨座战船,有的刚从别处驶入港口,有的已在当地配齐水手,还有的仍在建造之中;他又听闻这些战船的总数将达三百艘之多,遂登上第一艘开往希腊的船只,向拉栖代梦人报告波斯王与蒂萨费尔尼斯正在筹备这支庞大舰队;至于其目的地指向何方,他说自己一无所知。

§3.4.2

ἀνεπτερωμένων δὲ τῶν Λακεδαιμονίων καὶ τοὺς συμμάχους συναγόντων καὶ βουλευομένων τί χρὴ ποιεῖν, Λύσανδρος νομίζων καὶ τῷ ναυτικῷ πολὺ περιέσεσθαι τοὺς Ἕλληνας καὶ τὸ πεζὸν λογιζόμενος ὡς ἐσώθη τὸ μετὰ Κύρου ἀναβάν, πείθει τὸν Ἀγησίλαον ὑποστῆναι, ἂν αὐτῷ δῶσι τριάκοντα μὲν Σπαρτιατῶν, εἰς δισχιλίους δὲ τῶν νεοδαμώδων, εἰς ἑξακισχιλίους δὲ τὸ σύνταγμα τῶν συμμάχων, στρατεύεσθαι εἰς τὴν Ἀσίαν.2 πρὸς δὲ τούτῳ τῷ λογισμῷ καὶ αὐτὸς συνεξελθεῖν αὐτῷ ἐβούλετο, ὅπως τὰς δεκαρχίας τὰς κατασταθείσας ὑπʼ ἐκείνου ἐν ταῖς πόλεσιν, ἐκπεπτωκυίας δὲ διὰ τοὺς ἐφόρους, οἳ τὰς πατρίους πολιτείας παρήγγειλαν, πάλιν καταστήσειε μετʼ Ἀγησιλάου.

当拉栖代梦人惊慌不安,召集盟友商讨应付对策时,吕山德认为希腊人在海战中将大占上风,且念及随居鲁士上进的陆军已安然撤回,便劝说阿格西劳斯:若城邦授予他三十名斯巴达公民、约两千名新公民以及约六千名盟邦联军,便承担起进军亚洲的使命。除此盘算外,吕山德本人亦渴望同他一道出征,以便能与阿格西劳斯一起在各城邦重新建立十人政权;这些政权原是他一手扶植设立,后却因宣布恢复祖传政体的监察官们而被废止。

§3.4.3

ἐπαγγειλαμένου δὲ τοῦ Ἀγησιλάου τὴν στρατείαν, διδόασί τε οἱ Λακεδαιμόνιοι ὅσαπερ ᾔτησε καὶ ἑξαμήνου σῖτον. ἐπεὶ δὲ θυσάμενος ὅσα ἔδει καὶ τἆλλα καὶ τὰ διαβατήρια ἐξῆλθε, ταῖς μὲν πόλεσι διαπέμψας ἀγγέλους προεῖπεν ὅσους τε δέοι ἑκασταχόθεν πέμπεσθαι καὶ ὅπου παρεῖναι, αὐτὸς δʼ ἐβουλήθη ἐλθὼν θῦσαι ἐν Αὐλίδι, ἔνθαπερ ὁ Ἀγαμέμνων ὅτʼ εἰς Τροίαν ἔπλει ἐθύετο.

当阿格西劳斯承诺承担此次远征时,拉栖代梦人授予了他所要求的一切兵力以及六个月的粮饷。他在献祭了所有应献的祭牲,包括常规祭礼与过境祭之后,便启程出发;他向各城邦派遣信使,预先通知各地应派遣的人数及应当报到的集结地。至于他本人,则希望前往奥利斯献祭,阿伽门农航向特洛伊时正是在那里献祭的。

§3.4.4

ὡς δʼ ἐκεῖ ἐγένετο, πυθόμενοι οἱ βοιώταρχοι ὅτι θύοι, πέμψαντες ἱππέας τοῦ τε λοιποῦ εἶπαν μὴ θύειν καὶ οἷς ἐνέτυχον ἱεροῖς τεθυμένοις διέρριψαν ἀπὸ τοῦ βωμοῦ. ὁ δʼ ἐπιμαρτυράμενος τοὺς θεοὺς καὶ ὀργιζόμενος, ἀναβὰς ἐπὶ τὴν τριήρη ἀπέπλει. ἀφικόμενος δὲ ἐπὶ Γεραστόν, καὶ συλλέξας ἐκεῖ ὅσον ἐδύνατο τοῦ στρατεύματος πλεῖστον, εἰς Ἔφεσον τὸν στόλον ἐποιεῖτο.

当他抵达该地时,彼奥提亚长官们获悉他正在献祭,便派出骑兵,警告他今后不得再献祭,并将他们撞见的已献祭牲从祭坛上扔了下去。阿格西劳斯呼求诸神为证,满怀愤懑地登上三桨座战船驶离。抵达格赖斯托斯后,他在那里集结了尽可能多的军队,随后率舰队驶向以弗所。

§3.4.5

ἐπεὶ δὲ ἐκεῖσε ἀφίκετο, πρῶτον μὲν Τισσαφέρνης πέμψας ἤρετο αὐτὸν τίνος δεόμενος ἥκοι. ὁ δʼ εἶπεν αὐτονόμους καὶ τὰς ἐν τῇ Ἀσίᾳ πόλεις εἶναι, ὥσπερ καὶ τὰς ἐν τῇ παρʼ ἡμῖν Ἑλλάδι. πρὸς ταῦτʼ εἶπεν ὁ Τισσαφέρνης· εἰ τοίνυν θέλεις σπείσασθαι ἕως ἂν ἐγὼ πρὸς βασιλέα πέμψω, οἶμαι ἄν σε ταῦτα διαπραξάμενον ἀποπλεῖν, εἰ βούλοιο.3 ἀλλὰ βουλοίμην ἄν, ἔφη, εἰ μὴ οἰοίμην γε ὑπὸ σοῦ ἐξαπατᾶσθαι. ἀλλʼ ἔξεστιν, ἔφη, σοὶ τούτων πίστιν λαβεῖν ἦ μὴν ἀδόλως σοῦ πράττοντος ταῦτα ἡμᾶς μηδὲν τῆς σῆς ἀρχῆς ἀδικήσειν ἐν ταῖς σπονδαῖς.

当他抵达该处时,蒂萨费尔尼斯首先派人询问他究竟为何事而来。他答道,亚洲的城邦应当享有自治,一如我们希腊本地的城邦。对此,蒂萨费尔尼斯说道:“那么,若你愿意缔结休战协定,直至我向波斯王呈报,我想只要你愿意,你在达成这些诉求后便可扬帆启航。”阿格西劳斯答道:“若非我以为自己会受你欺骗,我倒确实情愿如此。”对方又说:“你完全可以就此取得保证:只要你毫无诡诈地行事,我们在休战期间绝不侵害你的统治区域。”

§3.4.6

ἐπὶ τούτοις ῥηθεῖσι Τισσαφέρνης μὲν ὤμοσε τοῖς πεμφθεῖσι πρὸς αὐτὸν Ἡριππίδᾳ καὶ Δερκυλίδᾳ καὶ Μεγίλλῳ ἦ μὴν πράξειν ἀδόλως τὴν εἰρήνην, ἐκεῖνοι δὲ ἀντώμοσαν ὑπὲρ Ἀγησιλάου Τισσαφέρνει ἦ μὴν ταῦτα πράττοντος αὐτοῦ ἐμπεδώσειν τὰς σπονδάς. ὁ μὲν δὴ Τισσαφέρνης ἃ ὤμοσεν εὐθὺς ἐψεύσατο· ἀντὶ γὰρ τοῦ εἰρήνην ἔχειν στράτευμα πολὺ παρὰ βασιλέως πρὸς ᾧ εἶχε πρόσθεν μετεπέμπετο. Ἀγησίλαος δέ, καίπερ αἰσθανόμενος ταῦτα, ὅμως ἐπέμενε ταῖς σπονδαῖς.

商定这些话后,蒂萨费尔尼斯对受命前往交涉的赫里皮达斯、德耳基利达斯和梅吉罗斯起誓,坚决真诚地促成和平;他们亦代表阿格西劳斯向蒂萨费尔尼斯宣誓,只要对方如约行事,便恪守休战协定。然而,蒂萨费尔尼斯随即背弃了誓言;他不仅未维持和平,反而从波斯王那里调集了大批援军,以扩充原有的军力。阿格西劳斯虽然察觉了这一动向,却依然严格遵守休战协定。

§3.4.7

ὡς δὲ ἡσυχίαν τε καὶ σχολὴν ἔχων ὁ Ἀγησίλαος διέτριβεν ἐν τῇ Ἐφέσῳ, ἅτε συντεταραγμένων ἐν ταῖς πόλεσι τῶν πολιτειῶν, καὶ οὔτε δημοκρατίας ἔτι οὔσης, ὥσπερ ἐπʼ Ἀθηναίων, οὔτε δεκαρχίας, ὥσπερ ἐπὶ Λυσάνδρου, ἅτε γιγνώσκοντες πάντες τὸν Λύσανδρον, προσέκειντο αὐτῷ ἀξιοῦντες διαπράττεσθαι αὐτὸν παρʼ Ἀγησιλάου ὧν ἐδέοντο·4 καὶ διὰ ταῦτα ἀεὶ παμπλήθης ὄχλος θεραπεύων αὐτὸν ἠκολούθει, ὥστε ὁ μὲν Ἀγησίλαος ἰδιώτης ἐφαίνετο, ὁ δὲ Λύσανδρος βασιλεύς.

当阿格西劳斯在以弗所安闲休整之时,由于各城邦的政制一片混乱——既不再有雅典人时期的民主政体,亦无吕山德时期的十人政权——加之众人皆熟识吕山德,纷纷依附于他,恳请他代为向阿格西劳斯求取他们所企盼的事物。因此,始终有大批人群簇拥奉承着吕山德,以致阿格西劳斯看起来倒像个普通百姓,而吕山德反倒如同王者一般。

语法注4 条
  1. 3.4.1ὡς βασιλέως καὶ Τισσαφέρνους τὸν στόλον τοῦτον παρασκευαζομένων

    连词 ὡς 引导的属格独立结构(βασιλέως καὶ Τισσαφέρνους παρασκευαζομένων)。动词 παρασκευάζω 的中动态分词带宾格宾语 τὸν στόλον τοῦτον。小辞 ὡς 表述报告人赫罗达斯所陈述的传闻或主观看法。

  2. 3.4.2ὑποστῆναι, ἂν αὐτῷ δῶσι ... στρατεύεσθαι εἰς τὴν Ἀσίαν

    动词 ὑποστῆναι(承诺、承担)支配后置的不定词 στρατεύεσθαι(出征),其间插入了条件从句 ἂν αὐτῷ δῶσι ...。整体骨架为“劝说阿格西劳斯承诺进军亚洲,只要他们授予他……”。

  3. 3.4.5οἶμαι ἄν σε ταῦτα διαπραξάμενον ἀποπλεῖν, εἰ βούλοιο

    小辞 ἄν 与不定词 ἀποπλεῖν 搭配,相当于直接引语中的潜势希求法(ἀποπλέοις ἄν)。分词 διαπραξάμενον 表示情态或时间(在达成这些条件之后),与希求法条件从句 εἰ βούλοιο 呼应。

  4. 3.4.7ὧν ἐδέοντο

    关系代词的格吸引(attraction)。先行词(ταῦτα)被省略,关系代词本应作为 διαπράττεσθαι 的宾格宾语(ἅ),但受其自身从句中的动词 δεῖσθαι 支配属格的影响而被同化为属格 ὧν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.4.1-3.4.7