← 色诺芬

希腊史

§3.3.6-3.3.11

基纳顿被捕与叛乱阴谋的平定

监察官从告发者处得知叛乱波及阶层之广以及武器筹措方式后深感震惊,遂暗设圈套将首脑基纳顿诱至奥隆逮捕,进而将其同党一网打尽并处以极刑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.6

ἐρωτώντων δὲ τῶν ἐφόρων πόσους φαίη καὶ τοὺς συνειδότας τὴν πρᾶξιν εἶναι, λέγειν καὶ περὶ τούτου ἔφη αὐτὸν ὡς σφίσι μὲν τοῖς προστατεύουσιν οὐ πάνυ πολλοί, ἀξιόπιστοι δὲ συνειδεῖεν· αὐτοὶ μέντοι πᾶσιν ἔφασαν συνειδέναι καὶ εἵλωσι καὶ νεοδαμώδεσι καὶ τοῖς ὑπομείοσι καὶ τοῖς περιοίκοις· ὅπου γὰρ ἐν τούτοις τις λόγος γένοιτο περὶ Σπαρτιατῶν, οὐδένα δύνασθαι κρύπτειν τὸ μὴ οὐχ ἡδέως ἂν καὶ ὠμῶν ἐσθίειν αὐτῶν.1

当监察官询问据他说有多少人参与了这一密谋时,告发者称关于此事基纳顿也曾谈及:与他们这些首领共谋的人其实并不多,但皆可靠;然而首领们声称,所有的黑劳士、新公民、下等民以及边民都与他们心意相通。因为在这些人当中,每当谈及斯巴达人时,没有一个人能掩饰自己恨不得将他们生吞活剥的心情。

§3.3.7

πάλιν οὖν ἐρωτώντων· ὅπλα δὲ πόθεν ἔφασαν λήψεσθαι; τὸν δʼ εἰπεῖν ὅτι οἱ μὲν δήπου συντεταγμένοι ἡμῶν αὐτοὶ ὅπλα κεκτήμεθα, τῷ δʼ ὄχλῳ, ἀγαγόντα εἰς τὸν σίδηρον ἐπιδεῖξαι αὐτὸν ἔφη2 πολλὰς μὲν μαχαίρας, πολλὰ δὲ ξίφη, πολλοὺς δὲ ὀβελίσκους, πολλοὺς δὲ πελέκεις καὶ ἀξίνας, πολλὰ δὲ δρέπανα. λέγειν δʼ αὐτὸν ἔφη ὅτι καὶ ταῦτα ὅπλα πάντʼ εἴη ὁπόσοις ἄνθρωποι καὶ γῆν καὶ ξύλα καὶ λίθους ἐργάζονται, καὶ τῶν ἄλλων δὲ τεχνῶν τὰς πλείστας τὰ ὄργανα ὅπλα ἔχειν ἀρκοῦντα, ἄλλως τε καὶ πρὸς ἀόπλους. πάλιν αὖ ἐρωτώμενος ἐν τίνι χρόνῳ μέλλοι ταῦτα πράττεσθαι, εἶπεν ὅτι ἐπιδημεῖν οἱ παρηγγελμένον εἴη.

当监察官再次询问“他们说从何处获取武器”时,告发者答称,基纳顿曾说“我们这些编入组织的人自是拥有武器”;至于平民大众,告发者说基纳顿曾带他到铁器市场,指给他看大量的短刀、大量的剑、大量的铁钎、大量的斧头与手斧,以及大量的镰刀。告发者还说,基纳顿指出凡是人们用来加工土地、木材和石料的工具皆是武器,而且大多数其他手艺的工具也足以作为武器,尤其是在面对赤手空拳之人时。当告发者再次被问及行动预定在何时发动时,他答称自己接到的指示是留在城中待命。

§3.3.8

ἀκούσαντες ταῦτα οἱ ἔφοροι ἐσκεμμένα τε λέγειν ἡγήσαντο αὐτὸν καὶ ἐξεπλάγησαν, καὶ οὐδὲ τὴν μικρὰν καλουμένην ἐκκλησίαν συλλέξαντες, ἀλλὰ συλλεγόμενοι τῶν γερόντων ἄλλος ἄλλοθι ἐβουλεύσαντο πέμψαι τὸν Κινάδωνα εἰς Αὐλῶνα σὺν ἄλλοις τῶν νεωτέρων καὶ κελεῦσαι ἥκειν ἄγοντα τῶν Αὐλωνιτῶν τέ τινας καὶ τῶν εἱλώτων τοὺς ἐν τῇ σκυτάλῃ γεγραμμένους. ἀγαγεῖν δὲ ἐκέλευον καὶ τὴν γυναῖκα, ἣ καλλίστη μὲν αὐτόθι ἐλέγετο εἶναι, λυμαίνεσθαι δʼ ἐῴκει τοὺς ἀφικνουμένους Λακεδαιμονίων καὶ πρεσβυτέρους καὶ νεωτέρους.

监察官听取这番汇报后,认为其所言系经过深谋远虑的周密计划,大为震惊。他们甚至未召集所谓的“小民众会”,而是分别在各处与元老们个别商议,最终决定派遣基纳顿与若干其他青年一同前往奥隆,命他带回若干奥隆人以及木牌上所记录的黑劳士。他们还命他带回一名女子,据说此女是当地最美貌之人,但似乎在败坏前来此处的无论年长或年轻的拉栖代梦人。

§3.3.9

ὑπηρετήκει δὲ καὶ ἄλλʼ ἤδη ὁ Κινάδων τοῖς ἐφόροις τοιαῦτα. καὶ τότε δὴ ἔδοσαν τὴν σκυτάλην ἐκείνῳ, ἐν ᾗ γεγραμμένοι ἦσαν οὓς ἔδει συλληφθῆναι. ἐρομένου δὲ τίνας ἄγοι μεθʼ ἑαυτοῦ τῶν νέων, Ἴθι, ἔφασαν, καὶ τὸν πρεσβύτατον τῶν ἱππαγρετῶν κέλευέ σοι συμπέμψαι ἓξ ἢ ἑπτὰ οἳ ἂν τύχωσι παρόντες. ἐμεμελήκει δὲ αὐτοῖς ὅπως ὁ ἱππαγρέτης εἰδείη οὓς δέοι πέμπειν, καὶ οἱ πεμπόμενοι εἰδεῖεν ὅτι Κινάδωνα δέοι συλλαβεῖν. εἶπον δὲ καὶ τοῦτο τῷ Κινάδωνι, ὅτι πέμψοιεν τρεῖς ἁμάξας, ἵνα μὴ πεζοὺς ἄγωσι τοὺς ληφθέντας, ἀφανίζοντες ὡς ἐδύναντο μάλιστα ὅτι ἐφʼ ἕνα ἐκεῖνον ἔπεμπον.

基纳顿此前曾为监察官执行过数次此类差役。于是当时他们便将写有应予逮捕者名单的木牌交给了他。当他询问应当带领哪些青年同去时,他们答道:“你去命骑兵选拔官中最年长者,从在场之人中指派六七人与你同去。”但监察官已事先妥善安排,使骑兵选拔官知晓应派遣何人,并使被派遣者明白他们实则是去逮捕基纳顿。他们还对基纳顿说,会派出三辆马车,以免他们徒步押解被俘之人,以此尽最大可能隐瞒他们实际针对的目标只是基纳顿一人。

§3.3.10

ἐν δὲ τῇ πόλει οὐ συνελάμβανον αὐτόν, ὅτι τὸ πρᾶγμα οὐκ ᾔδεσαν ὁπόσον τὸ μέγεθος εἴη, καὶ ἀκοῦσαι πρῶτον ἐβούλοντο τοῦ Κινάδωνος οἵτινες εἶεν οἱ συμπράττοντες, πρὶν αἰσθέσθαι αὐτοὺς ὅτι μεμήνυνται, ἵνα μὴ ἀποδρῶσιν. ἔμελλον δὲ οἱ συλλαβόντες αὐτὸν μὲν κατέχειν, τοὺς δὲ συνειδότας πυθόμενοι αὐτοῦ γράψαντες ἀποπέμπειν τὴν ταχίστην τοῖς ἐφόροις. οὕτω δʼ ἔσχον οἱ ἔφοροι πρὸς τὸ πρᾶγμα, ὥστε καὶ μόραν ἱππέων ἔπεμψαν τοῖς ἐπʼ Αὐλῶνος.

他们之所以未在城内实施抓捕,是因为尚不知晓这场事态的规模究竟有多大,并且希望在同谋者察觉已被告发而潜逃之前,先从基纳顿口中探明同党是谁。实施抓捕之人受命将基纳顿拘禁,并在探得同谋者的名单后,立即书写成文,以最快速度送交监察官。监察官对此事的重视程度非同寻常,甚至还派遣了一支骑兵队前往奥隆接应抓捕队伍。

§3.3.11

ἐπεὶ δʼ εἰλημμένου τοῦ ἀνδρὸς ἧκεν ἱππεὺς φέρων τὰ ὀνόματα ὧν ὁ Κινάδων ἀπέγραψε, παραχρῆμα τόν τε μάντιν Τισαμενὸν καὶ τοὺς ἄλλους τοὺς ἐπικαιριωτάτους συνελάμβανον. ὡς δʼ ἀνήχθη ὁ Κινάδων καὶ ἠλέγχετο, καὶ ὡμολόγει πάντα καὶ τοὺς συνειδότας ἔλεγε, τέλος αὐτὸν ἤροντο τί καὶ βουλόμενος ταῦτα πράττοι. ὁ δʼ ἀπεκρίνατο, μηδενὸς ἥττων εἶναι3 ἐν Λακεδαίμονι. ἐκ τούτου μέντοι ἤδη δεδεμένος καὶ τὼ χεῖρε καὶ τὸν τράχηλον ἐν κλοιῷ μαστιγούμενος καὶ κεντούμενος αὐτός τε καὶ οἱ μετʼ αὐτοῦ κατὰ τὴν πόλιν περιήγοντο. καὶ οὗτοι μὲν δὴ τῆς δίκης ἔτυχον.

当该男子被擒获,一名骑兵带着基纳顿所供出并记录的名单返回时,监察官立即抓捕了占卜官提萨梅诺斯及其他最关键的头目。当基纳顿被押解回城并接受严讯时,他招认了一切并指认了同谋者。最后监察官问他究竟怀着何种意图行此叛举,他回答道:“为了在拉栖代梦不屈居任何人之下。”随即,他的双手和颈项便被套上颈枷锁住,他与党羽一边遭受鞭笞与针刺,一边被押解游街示众。这些人就这样受到了应得的惩罚。

语法注3 条
  1. 3.3.6τὸ μὴ οὐχ ἡδέως ἂν καὶ ὠμῶν ἐσθίειν αὐτῶν

    此处为跟在带否定词的动词短语(οὐδένα δύνασθαι κρύπτειν)之后、由冠词与双重否定词构成的 τὸ μὴ οὐ 接不定式 ἐσθίειν 的固定句式。在表示隐瞒、否认或阻碍的动词被否定时,其宾语从句常冗余地使用 μὴ οὐ,意为“无法隐瞒他们甚至愿意……”。小词 ἄν 修饰不定式 ἐσθίειν,表示潜势。属格短语 ὠμῶν αὐτῶν 受 ἐσθίειν 支配,形容词 ὠμός(生的)作表语性修饰,意为“生吞他们”,系生动表达极度仇恨的成语性用法。

  2. 3.3.7τῷ δʼ ὄχλῳ, ἀγαγόντα εἰς τὸν σίδηρον ἐπιδεῖξαι αὐτὸν ἔφη

    句首的与格 τῷ δʼ ὄχλῳ 为关涉与格或受格(意为“至于平民大众 / 为平民”),与前文的 οἱ μὲν συντεταγμένοι(已编入组织的我们)形成对比。在主动词 ἔφη 引出的间接引语中,阳性单数宾格分词 ἀγαγόντα 与代词 αὐτόν 一致,充当不定式 ἐπιδεῖξαι 的逻辑主语(指基纳顿)。

  3. 3.3.11μηδενὸς ἥττων εἶναι

    该不定式短语回应了前文的问题 τέλος αὐτὸν ἤροντο τί καὶ βουλόμενος ταῦτα πράττοι(“最终他们问他怀着何种意图做此事”)。表语形容词 ἥττων 采用了主格而非宾格,是因为不定式的逻辑主语与支配它的主动词 ἀπεκρίνατο 的主语(基纳顿)一致,构成了“主格与不定式”(nominativus cum infinitivo)的同格吸引现象。属格 μηδενός 为 ἥττων 所要求的比较属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.3.6-3.3.11