- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.3.1-3.3.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
国王阿基斯去世后,自称其子的莱奥提基德斯与王弟阿格西劳斯争夺王位,阿格西劳斯在吕珊德拉的支持下即位,随后通过凶险的祭牲征兆牵引出基纳顿谋反案的发觉。
μετὰ δὲ τοῦτο Ἆγις ἀφικόμενος εἰς Δελφοὺς καὶ τὴν δεκάτην ἀποθύσας, πάλιν ἀπιὼν ἔκαμεν ἐν Ἡραίᾳ, γέρων ἤδη ὤν, καὶ ἀπηνέχθη μὲν εἰς Λακεδαίμονα ἔτι ζῶν, ἐκεῖ δὲ ταχὺ ἐτελεύτησε· καὶ ἔτυχε σεμνοτέρας ἢ κατὰ ἄνθρωπον ταφῆς. ἐπεὶ δὲ ὡσιώθησαν αἱ ἡμέραι, καὶ ἔδει βασιλέα καθίστασθαι, ἀντέλεγον περὶ βασιλείας Λεωτυχίδης, υἱὸς φάσκων Ἄγιδος εἶναι, Ἀγησίλαος δὲ ἀδελφός.
此后,阿基斯前往德尔斐献纳了十分之一的战利品作为祭祀。在归途之中,因年事已高,他在赫赖亚病倒;虽然在尚有一口气时被送回拉栖代梦,但不久便在那里去世,并获得了超越凡人规格的庄严葬仪。当法定的居丧之日结束、需要确立新王时,自称阿基斯之子的莱奥提基德斯与阿基斯的兄弟阿格西劳斯就王位继承发生了争执。
εἰπόντος δὲ τοῦ Λεωτυχίδου· ἀλλʼ ὁ νόμος, ὦ Ἀγησίλαε, οὐκ ἀδελφὸν ἀλλʼ υἱὸν βασιλέως βασιλεύειν κελεύει· εἰ δὲ υἱὸς ὢν μὴ τυγχάνοι, ὁ ἀδελφός κα ὣς βασιλεύοι.1 ἐμὲ ἂν δέοι βασιλεύειν. πῶς, ἐμοῦ γε ὄντος;2 ὅτι ὃν τὺ καλεῖς πατέρα, οὐκ ἔφη σε εἶναι ἑαυτοῦ. ἀλλʼ ἡ πολὺ κάλλιον ἐκείνου εἰδυῖα μήτηρ καὶ νῦν ἔτι φησίν. ἀλλὰ ὁ Ποτειδὰν ὡς μάλα σευ ψευδομένω κατεμήνυσεν ἐκ τοῦ θαλάμου ἐξελάσας σεισμῷ εἰς τὸ φανερὸν τὸν σὸν πατέρα. συνεμαρτύρησε δὲ ταῦτʼ αὐτῷ καὶ ὁ ἀληθέστατος λεγόμενος χρόνος εἶναι· ἀφʼ οὗ γάρ τοι ἔφυσέ σε καὶ ἐφάνη ἐν τῷ θαλάμῳ, δεκάτῳ μηνὶ ἐγένου.
莱奥提基德斯说道:“可是,阿格西劳斯啊,法律规定由国王的儿子而非兄弟继承王位;唯有在没有儿子的情况下,兄弟才能依此继位。”阿格西劳斯遂道:“那么理应由我继位。”“我尚健在,岂能由你?”“因为你称为父亲的那个人,曾声明你并非他的血脉。”“然而,比他清楚得多的母亲至今仍然肯定我是他的儿子。”“可是波塞冬揭露了你是在彻头彻尾地说谎,他用一场地震将你的生父从寝室驱赶到大庭广众之下。而被公认为最真实见证者的时间,也同神明一起证实了此事;因为从他在寝室中致你受孕并被人目击算起,你是在第十个月出生的。”
οἱ μὲν τοιαῦτʼ ἔλεγον. Διοπείθης δέ, μάλα χρησμολόγος ἀνήρ, Λεωτυχίδῃ συναγορεύων εἶπεν ὡς καὶ Ἀπόλλωνος χρησμὸς εἴη φυλάξασθαι τὴν χωλὴν βασιλείαν. Λύσανδρος δὲ πρὸς αὐτὸν ὑπὲρ Ἀγησιλάου ἀντεῖπεν ὡς οὐκ οἴοιτο τὸν θεὸν τοῦτο κελεύειν φυλάξασθαι, μὴ προσπταίσας τις χωλεύσαι, ἀλλὰ μᾶλλον μὴ οὐκ ὢν τοῦ γένους βασιλεύσειε.3 παντάπασι γὰρ ἂν χωλὴν εἶναι τὴν βασιλείαν ὁπότε μὴ οἱ ἀφʼ Ἡρακλέους τῆς πόλεως ἡγοῖντο.
两人各执此说。精通神谕的占卜者迪奥佩特斯为莱奥提基德斯帮腔,称阿波罗的神谕亦警示“谨防跛足的王权”。吕山德则替阿格西劳斯反驳道,他认为神明绝非命令他们防备某人因失足而跛行,而是防备非王族血统之人称王;因为一旦统率城邦者不再是赫拉克勒斯的后裔,王权才会彻底变成跛足。
τοιαῦτα δὲ ἀκούσασα ἡ πόλις ἀμφοτέρων Ἀγησίλαον εἵλοντο βασιλέα. οὔπω δʼ ἐνιαυτὸν ὄντος ἐν τῇ βασιλείᾳ Ἀγησιλάου, θύοντος αὐτοῦ τῶν τεταγμένων τινὰ θυσιῶν ὑπὲρ τῆς πόλεως εἶπεν ὁ μάντις ὅτι ἐπιβουλήν τινα τῶν δεινοτάτων φαίνοιεν οἱ θεοί. ἐπεὶ δὲ πάλιν ἔθυεν, ἔτι δεινότερα ἔφη τὰ ἱερὰ φαίνεσθαι. τὸ τρίτον δὲ θύοντος, εἶπεν· ὦ Ἀγησίλαε, ὥσπερ εἰ ἐν αὐτοῖς εἴημεν τοῖς πολεμίοις, οὕτω μοι σημαίνεται. ἐκ δὲ τούτου θύοντες καὶ τοῖς ἀποτροπαίοις καὶ τοῖς σωτῆρσι, καὶ μόλις καλλιερήσαντες, ἐπαύσαντο. ληγούσης δὲ τῆς θυσίας ἐντὸς πένθʼ ἡμερῶν καταγορεύει τις πρὸς τοὺς ἐφόρους ἐπιβουλὴν καὶ τὸν ἀρχηγὸν τοῦ πράγματος Κινάδωνα.
听取了双方的这番论辩后,全城邦推选阿格西劳斯为王。阿格西劳斯在位尚不满一年,在为城邦主持某次例行祭祀时,占卜官指出,神明显示了一场极其凶险的阴谋征兆。当他再次献祭时,占卜官称祭牲的征兆显得更为骇人。第三次献祭时,占卜官说道:“阿格西劳斯啊,征兆向我显现出的情形,宛如我们正身陷重重敌围之中。”于是他们又向辟邪消灾之神与拯救诸神献祭,勉强获得吉兆后方才停止。祭祀结束不到五天,便有人向监察官们告发了一场阴谋,并指认其首脑为基纳顿。
οὗτος δʼ ἦν καὶ τὸ εἶδος νεανίσκος καὶ τὴν ψυχὴν εὔρωστος, οὐ μέντοι τῶν ὁμοίων. ἐρομένων δὲ τῶν ἐφόρων πῶς φαίη τὴν πρᾶξιν ἔσεσθαι, εἶπεν ὁ εἰσαγγείλας ὅτι ὁ Κινάδων ἀγαγὼν αὐτὸν ἐπὶ τὸ ἔσχατον τῆς ἀγορᾶς ἀριθμῆσαι κελεύοι ὁπόσοι εἶεν Σπαρτιᾶται ἐν τῇ ἀγορᾷ. καὶ ἐγώ, ἔφη, ἀριθμήσας βασιλέα τε καὶ ἐφόρους καὶ γέροντας καὶ ἄλλους ὡς τετταράκοντα, ἠρόμην· τί δή με τούτους, ὦ Κινάδων, ἐκέλευσας ἀριθμῆσαι; ὁ δὲ εἶπε· τούτους, ἔφη, νόμιζέ σοι πολεμίους εἶναι, τοὺς δʼ ἄλλους πάντας συμμάχους πλέον ἢ τετρακισχιλίους ὄντας τοὺς ἐν τῇ ἀγορᾷ. ἐπιδεικνύναι δʼ αὐτὸν ἔφη ἐν ταῖς ὁδοῖς ἔνθα μὲν ἕνα, ἔνθα δὲ δύο πολεμίους ἀπαντῶντας, τοὺς δʼ ἄλλους ἅπαντας συμμάχους· καὶ ὅσοι δὴ ἐν τοῖς χωρίοις Σπαρτιατῶν τύχοιεν ὄντες, ἕνα μὲν πολέμιον τὸν δεσπότην, συμμάχους δʼ ἐν ἑκάστῳ πολλούς.
此人面貌年轻且意志坚韧,但并非属于同等者阶层。当监察官询问谋反行动将如何实施时,告发者回禀称,基纳顿曾带他到广场边沿,命他清点广场上有多少斯巴达人。“而我,”告发者说道,“在清点出国王、监察官、元老以及其他约四十人之后,问道:‘基纳顿,你为何命我清点这些人?’他回答道:‘你要将这些人视为你的敌人,而广场上其余四千多名所有人,都是你的盟友。’”告发者还说,基纳顿在街道上向他指点,此处遇上一名敌人,彼处遇上两名敌人,而其余所有人皆是盟友;至于斯巴达人田庄上的情况,唯有庄园主一人是敌人,而每处庄园内的盟友却有许多。
- 3.3.2ὁ ἀδελφός κα ὣς βασιλεύοι
多利斯方言形式:虚词 κα 相当于雅典方言的 ἄν,ὣς 相当于 οὕτως。承接前文“若没有儿子”的假定条件从句,表结论“唯有在那种情况下兄弟才可为王”。
- 3.3.2ἐμὲ ἂν δέοι βασιλεύειν. πῶς, ἐμοῦ γε ὄντος;
无叙述者引导语的连贯直接引语结构。接应莱奥提基德斯“无子时兄弟方能继位”之语,阿格西劳斯插话指出“那么理应由我继位”,莱奥提基德斯随即反问“我尚在世,岂能由你”。
- 3.3.3μὴ προσπταίσας τις χωλεύσαι, ἀλλὰ μᾶλλον μὴ οὐκ ὢν τοῦ γένους βασιλεύσειε
由表示防备戒惧的动词 φυλάξασθαι 所支配、并列接续连词 μή 的从句结构。吕珊德拉在此对比了两种解释:神谕所令防备者并非“有人跌伤致跛(肉体缺陷)”,而是“非王室血统之人称王(血统缺陷)”。
