← 色诺芬

希腊史

§3.2.24-3.2.31

阿基斯再攻厄利斯与和约缔结

阿基斯因地震撤退后于次年再度入侵厄利斯,招降周边城邦并大肆蹂躏其领土。亲斯巴达派发动的政变失败后,厄利斯被迫拆除城防并放弃对周边城镇的统治权以换取和平。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.24

ἄρτι δὲ τοῦ στρατεύματος ὄντος ἐν τῇ πολεμίᾳ καὶ κοπτομένης τῆς χώρας, σεισμὸς ἐπιγίγνεται· ὁ δʼ Ἆγις θεῖον ἡγησάμενος ἐξελθὼν πάλιν ἐκ τῆς χώρας διαφῆκε τὸ στράτευμα. ἐκ δὲ τούτου οἱ Ἠλεῖοι πολὺ θρασύτεροι ἦσαν, καὶ διεπρεσβεύοντο εἰς τὰς πόλεις, ὅσας ᾔδεσαν δυσμενεῖς τοῖς Λακεδαιμονίοις οὔσας.

正当军队进入敌境并开始破坏国土之际,发生了一场地震;阿基斯认为这是神明的预兆,便再次撤出敌境,解散了军队。厄利斯人因此气势大振,向他们所知对拉栖代梦人怀有敌意的各城邦频频派遣使节。

§3.2.25

περιόντι δὲ τῷ ἐνιαυτῷ φαίνουσι πάλιν οἱ ἔφοροι φρουρὰν ἐπὶ τὴν Ἦλιν, καὶ συνεστρατεύοντο τῷ Ἄγιδι πλὴν Βοιωτῶν καὶ Κορινθίων οἵ τε ἄλλοι πάντες σύμμαχοι καὶ οἱ Ἀθηναῖοι. ἐμβαλόντος δὲ τοῦ Ἄγιδος διʼ Αὐλῶνος, εὐθὺς μὲν Λεπρεᾶται ἀποστάντες τῶν Ἠλείων προσεχώρησαν αὐτῷ, εὐθὺς δὲ Μακίστιοι, ἐχόμενοι δʼ Ἐπιταλιεῖς. διαβαίνοντι δὲ τὸν ποταμὸν προσεχώρουν Λετρῖνοι καὶ Ἀμφίδολοι καὶ Μαργανεῖς.

转年之后,监察官们再次宣布征召军队进攻厄利斯;除玻俄提亚人和科林斯人之外,其余全部盟友以及雅典人均随阿基斯一同出征。阿基斯取道奥隆入侵,勒普雷翁人随即脱离厄利斯归顺于他,紧接着马基斯托斯人也归顺了,随后是埃皮塔利翁人。当他渡河时,莱特里诺伊人、安菲多洛伊人和马耳伽内亚人也纷纷归顺。

§3.2.26

ἐκ δὲ τούτου ἐλθὼν εἰς Ὀλυμπίαν ἔθυε τῷ Διὶ τῷ Ὀλυμπίῳ· κωλύειν δὲ οὐδεὶς ἔτι ἐπειρᾶτο. θύσας δὲ πρὸς τὸ ἄστυ ἐπορεύετο, κόπτων καὶ κάων τὴν χώραν, καὶ ὑπέρπολλα μὲν κτήνη, ὑπέρπολλα δὲ ἀνδράποδα ἡλίσκετο ἐκ τῆς χώρας· ὥστε ἀκούοντες καὶ ἄλλοι πολλοὶ τῶν Ἀρκάδων καὶ Ἀχαιῶν ἑκόντες ᾖσαν συστρατευσόμενοι καὶ μετεῖχον τῆς ἁρπαγῆς. καὶ ἐγένετο αὕτη ἡ στρατεία ὥσπερ ἐπισιτισμὸς τῇ Πελοποννήσῳ.

此后他前往奥林匹亚,向奥林匹亚宙斯献祭;此时再无一人企图阻止。献祭完毕后,他向主城进军,沿途焚掠国土,掠获了极其庞大数量的牲畜和奴隶;以至于许多阿卡迪亚人和亚该亚人闻讯后,纷纷自愿赶来从军,分取战利品。这次远征简直成了整个伯罗奔尼撒的一次大筹粮。

§3.2.27

ἐπεὶ δὲ ἀφίκετο πρὸς τὴν πόλιν, τὰ μὲν προάστια καὶ τὰ γυμνάσια καλὰ ὄντα ἐλυμαίνετο, τὴν δὲ πόλιν (ἀτείχιστος γὰρ ἦν) ἐνόμισαν αὐτὸν μὴ βούλεσθαι μᾶλλον ἢ μὴ δύνασθαι ἑλεῖν. δῃουμένης δὲ τῆς χώρας, καὶ οὔσης τῆς στρατιᾶς περὶ Κυλλήνην, βουλόμενοι οἱ περὶ Ξενίαν τὸν λεγόμενον μεδίμνῳ ἀπομετρήσασθαι τὸ παρὰ τοῦ πατρὸς ἀργύριον διʼ αὐτῶν προσχωρῆσαι τοῖς Λακεδαιμονίοις,1 ἐκπεσόντες ἐξ οἰκίας ξίφη ἔχοντες σφαγὰς ποιοῦσι, καὶ ἄλλους τέ τινας ἀποκτείνουσι καὶ ὅμοιόν τινα Θρασυδαίῳ ἀποκτείναντες τῷ τοῦ δήμου προστάτῃ ᾤοντο Θρασυδαῖον ἀπεκτονέναι, ὥστε ὁ μὲν δῆμος παντελῶς κατηθύμησε καὶ ἡσυχίαν εἶχεν, οἱ δὲ σφαγεῖς πάντʼ ᾤοντο πεπραγμένα εἶναι, καὶ οἱ ὁμογνώμονες αὐτοῖς ἐξεφέροντο τὰ ὅπλα εἰς τὴν ἀγοράν. ὁ δὲ Θρασυδαῖος ἔτι καθεύδων ἐτύγχανεν οὗπερ ἐμεθύσθη. ὡς δὲ ᾔσθετο ὁ δῆμος ὅτι οὐ τέθνηκεν ὁ Θρασυδαῖος, περιεπλήσθη ἡ οἰκία ἔνθεν καὶ ἔνθεν, ὥσπερ ὑπὸ ἑσμοῦ μελιττῶν ὁ ἡγεμών.

当他抵达主城时,摧毁了极其优美的郊区与竞技馆;至于城市本身(因为它是未筑城墙的),人们认为他是无意占领而非无力攻取。正当国土遭到蹂躏、大军驻扎在库勒涅附近时,传闻用升斗量取父亲遗留银钱的克塞尼亚斯一党,意图凭借己力将城邦献给拉栖代梦人,便持剑从宅邸冲出进行屠杀;他们杀害了数人,又杀害了一个相貌酷似民众领袖色拉叙代奥斯的人,自以为已经杀死了色拉叙代奥斯;平民因此彻底灰心沮丧,不敢妄动,而凶手们自以为大功告成,与他们同谋者也将武器带到广场上。然而色拉叙代奥斯当时仍旧在醉卧之处酣睡。当平民得知色拉叙代奥斯并未身亡时,宅邸便被四面八方涌来的人挤满,宛如群蜂簇拥着蜂王一般。

§3.2.29

ἐπειδὴ δὲ ἡγεῖτο ὁ Θρασυδαῖος ἀναλαβὼν τὸν δῆμον, γενομένης μάχης ἐκράτησεν ὁ δῆμος, ἐξέπεσον δὲ πρὸς τοὺς Λακεδαιμονίους οἱ ἐγχειρήσαντες ταῖς σφαγαῖς. ἐπεὶ δʼ αὖ ὁ Ἆγις ἀπιὼν διέβη πάλιν τὸν Ἀλφειόν, φρουροὺς καταλιπὼν ἐν Ἐπιταλίῳ πλησίον τοῦ Ἀλφειοῦ καὶ Λύσιππον ἁρμοστὴν καὶ τοὺς ἐξ Ἤλιδος φυγάδας, τὸ μὲν στράτευμα διῆκεν, αὐτὸς δὲ οἴκαδε ἀπῆλθε.

当色拉叙代奥斯重整民众并亲自统领后,爆发了一场战斗,平民取得了胜利,那些图谋屠杀的人则逃往拉栖代梦人营中。阿基斯在撤军再次渡过阿尔斐俄斯河后,在河边的埃皮塔利翁留下一支守备队、督政官吕西普斯以及来自厄利斯的流亡者;随后他解散了主力部队,自己返回国内。

§3.2.30

καὶ τὸ μὲν λοιπὸν θέρος καὶ τὸν ἐπιόντα χειμῶνα ὑπὸ τοῦ Λυσίππου καὶ τῶν περὶ αὐτὸν ἐφέρετο καὶ ἤγετο ἡ τῶν Ἠλείων χώρα. τοῦ δʼ ἐπιόντος θέρους πέμψας Θρασυδαῖος εἰς Λακεδαίμονα συνεχώρησε Φέας τε τὸ τεῖχος περιελεῖν καὶ Κυλλήνης καὶ τὰς Τριφυλίδας πόλεις ἀφεῖναι Φρίξαν καὶ Ἐπιτάλιον καὶ Λετρίνους καὶ Ἀμφιδόλους καὶ Μαργανέας, πρὸς δὲ ταύταις καὶ Ἀκρωρείους καὶ Λασιῶνα τὸν ὑπʼ Ἀρκάδων ἀντιλεγόμενον. Ἤπειον μέντοι τὴν μεταξὺ πόλιν Ἡραίας καὶ Μακίστου ἠξίουν οἱ Ἠλεῖοι ἔχειν· πρίασθαι γὰρ ἔφησαν τὴν χώραν ἅπασαν παρὰ τῶν τότε ἐχόντων τὴν πόλιν τριάκοντα ταλάντων, καὶ τὸ ἀργύριον δεδωκέναι. οἱ δὲ Λακεδαιμόνιοι γνόντες μηδὲν δικαιότερον εἶναι βίᾳ πριαμένους ἢ βίᾳ ἀφελομένους παρὰ τῶν ἡττόνων λαμβάνειν,2 ἀφιέναι καὶ ταύτην ἠνάγκασαν· τοῦ μέντοι προεστάναι τοῦ Διὸς τοῦ Ὀλυμπίου ἱεροῦ, καίπερ οὐκ ἀρχαίου Ἠλείοις ὄντος, οὐκ ἀπήλασαν αὐτούς, νομίζοντες τοὺς ἀντιποιουμένους χωρίτας εἶναι καὶ οὐχ ἱκανοὺς προεστάναι. τούτων δὲ συγχωρηθέντων εἰρήνη τε γίγνεται καὶ συμμαχία Ἠλείων πρὸς Λακεδαιμονίους. καὶ οὕτω μὲν δὴ ὁ Λακεδαιμονίων καὶ Ἠλείων πόλεμος ἔληξε.

在那个夏季的剩余时间及接下来的冬季,厄利斯的国土一直遭到吕西普斯及其部属的劫掠与蹂躏。次年夏季,色拉叙代奥斯遣使前往拉栖代梦,同意拆除费阿与库勒涅的城墙,并放弃特里费利亚的诸城邦——弗里克萨、埃皮塔利翁、莱特里诺伊、安菲多洛伊和马耳伽内亚,此外还放弃阿克罗雷亚人以及阿卡迪亚人一直提出争议的拉西翁。然而,厄利斯人主张保留位于赫赖亚与马基斯托斯之间的城市厄佩翁;因为他们声称当年从占据该城的人手中以三十塔兰同买下了整片土地,且早已付清价款。 但拉栖代梦人认定,强行购买者从弱者手中获取土地,其正当性并不比强行夺取者更高,遂强迫他们连这座城市也一并放弃。不过,关于掌管奥林匹亚宙斯神庙的特权,尽管这一特权起初并不属于厄利斯人,拉栖代梦人却并未剥夺;因为他们认为与之争夺该特权的人都是些乡野村夫,没有资格掌管神庙。这些条件达成一致后,厄利斯人与拉栖代梦人之间缔结了和平与同盟。拉栖代梦人与厄利斯人的战争遂告结束。

语法注2 条
  1. 3.2.27βουλόμενοι οἱ περὶ Ξενίαν τὸν λεγόμενον μεδίμνῳ ἀπομετρήσασθαι τὸ παρὰ τοῦ πατρὸς ἀργύριον διʼ αὐτῶν προσχωρῆσαι τοῖς Λακεδαιμονίοις

    不定词 προσχωρῆσαι 依附于分词 βουλόμενοι。因 προσχωρέω 为不及物动词(“归顺、倒戈”),该不定词在逻辑上的主语为语境中省略的“城邦”(τὴν πόλιν)。介词短语 διʼ αὐτῶν(“凭借他们自身、通过他们自身”)表示克塞尼亚斯一党企图由己方全权促成城邦倒向斯巴达以居首功。

  2. 3.2.31μηδὲν δικαιότερον εἶναι βίᾳ πριαμένους ἢ βίᾳ ἀφελομένους παρὰ τῶν ἡττόνων λαμβάνειν

    宾格分词 πριαμένους 与 ἀφελομένους 充当不定词 λαμβάνειν 的泛指逻辑主语。句式骨架为比较结构:“强行购买者(βίᾳ πριαμένους)自弱者处获取(παρὰ τῶν ἡττόνων λαμβάνειν),其正当性绝不比(μηδὲν δικαιότερον εἶναι)强行夺取者(βίᾳ ἀφελομένους)更高”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.2.24-3.2.31