← 色诺芬

希腊史

§3.2.9-3.2.14

筑墙赫尔索内索斯与遭遇波斯联军

德耳居利达斯修筑长墙庇护赫尔索内索斯并平定阿塔尔纽斯的流亡者;随后他奉斯巴达当局之命进军卡利亚,却与提萨斐尼和法尔纳巴佐斯的波斯联军不期而遇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.9

ὁ οὖν Δερκυλίδας πρὸς μὲν ἐκείνους οὐκ εἶπεν ἣν ἔχοι γνώμην ταῦτʼ ἀκούσας, ἀλλʼ ἔπεμψεν αὐτοὺς ἐπʼ Ἐφέσου διὰ τῶν Ἑλληνίδων πόλεων, ἡδόμενος ὅτι ἔμελλον ὄψεσθαι τὰς πόλεις ἐν εἰρήνῃ εὐδαιμονικῶς διαγούσας. οἱ μὲν δὴ ἐπορεύοντο. ὁ δὲ Δερκυλίδας ἐπειδὴ ἔγνω μενετέον ὄν,1 πάλιν πέμψας πρὸς τὸν Φαρνάβαζον ἐπήρετο πότερα βούλοιτο σπονδὰς ἔχειν καθάπερ διὰ τοῦ χειμῶνος ἢ πόλεμον. ἑλομένου δὲ τοῦ Φαρναβάζου καὶ τότε σπονδάς, οὕτω καταλιπὼν καὶ τὰς περὶ ἐκεῖνον πόλεις φιλίας ἐν εἰρήνῃ διαβαίνει τὸν Ἑλλήσποντον σὺν τῷ στρατεύματι εἰς τὴν Εὐρώπην, καὶ διὰ φιλίας τῆς Θρᾴκης πορευθεὶς καὶ ξενισθεὶς ὑπὸ Σεύθου ἀφικνεῖται εἰς Χερρόνησον.

德耳居利达斯听闻此事后,并没有向他们透露自己的打算,而是打发他们途经希腊各城邦前往以弗所,他因使节们将看到这些城邦在和平中安享繁荣而感到高兴。于是使节们启程上路。德耳居利达斯察觉自己必须留任,便再次派人去见法尔纳巴佐斯,询问他是愿意像冬季那样维持休战,还是要诉诸战争。法尔纳巴佐斯这一次也选择了休战,于是德耳居利达斯将周围的友好城邦留在和平之中,率军渡过赫勒斯滂海峡进入欧洲;他在友好的色雷斯境内行军,受到塞乌特斯的热情款待,随后抵达了赫尔索内索斯半岛。

§3.2.10

ἣν καταμαθὼν πόλεις μὲν ἕνδεκα ἢ δώδεκα ἔχουσαν, χώραν δὲ παμφορωτάτην καὶ ἀρίστην οὖσαν, κεκακωμένην δέ, ὥσπερ ἐλέγετο, ὑπὸ τῶν Θρᾳκῶν, ἐπεὶ μετρῶν ηὗρε τοῦ ἰσθμοῦ ἑπτὰ καὶ τριάκοντα στάδια, οὐκ ἐμέλλησεν, ἀλλὰ θυσάμενος ἐτείχιζε, κατὰ μέρη διελὼν τοῖς στρατιώταις τὸ χωρίον· καὶ ἆθλα ὑποσχόμενος δώσειν τοῖς πρώτοις ἐκτειχίσασι, καὶ τοῖς ἄλλοις ὡς ἕκαστοι ἄξιοι εἶεν, ἀπετέλεσε τὸ τεῖχος ἀρξάμενος ἀπὸ ἠρινοῦ χρόνου πρὸ ὀπώρας. καὶ ἐποίησεν ἐντὸς τοῦ τείχους ἕνδεκα μὲν πόλεις, πολλοὺς δὲ λιμένας, πολλὴν δὲ κἀγαθὴν σπόριμον, πολλὴν δὲ πεφυτευμένην, παμπλήθεις δὲ καὶ παγκάλας νομὰς παντοδαποῖς κτήνεσι.

他发现该半岛拥有十一或十二座城邦,土地极其肥沃富庶,但正如传闻所言,正遭受色雷斯人的蹂躏。他测得地峡宽度为三十七斯塔狄翁后,便毫不迟疑,在举行献祭后立即着手筑墙,将地段分派给士兵分段修筑;他许诺给最先筑成墙垣者予以奖赏,并按其余各人的功劳依次赏赐,从春季动工,在秋收之前便建成了整道长墙。他由此将十一座城邦、众多港口、广阔肥沃的耕地、大片果林以及供饲养各类牲畜的辽阔上等牧场全部纳入墙内保护之中。

§3.2.11

ταῦτα δὲ πράξας διέβαινε πάλιν εἰς τὴν Ἀσίαν. ἐπισκοπῶν δὲ τὰς πόλεις ἑώρα τὰ μὲν ἄλλα καλῶς ἐχούσας, Χίων δὲ φυγάδας ηὗρεν Ἀταρνέα ἔχοντας χωρίον ἰσχυρόν, καὶ ἐκ τούτου ὁρμωμένους φέροντας καὶ ἄγοντας τὴν Ἰωνίαν, καὶ ζῶντας ἀπὸ τούτου. πυθόμενος δὲ ὅτι πολὺς σῖτος ἐνῆν αὐτοῖς, περιστρατοπεδευσάμενος ἐπολιόρκει· καὶ ἐν ὀκτὼ μησὶ παραστησάμενος αὐτούς, καταστήσας ἐν αὐτῷ Δράκοντα Πελληνέα ἐπιμελητήν, καὶ κατασκευάσας ἐν τῷ χωρίῳ ἔκπλεω πάντα τὰ ἐπιτήδεια, ἵνα εἴη αὐτῷ καταγωγή, ὁπότε ἀφικνοῖτο, ἀπῆλθεν εἰς Ἔφεσον, ἣ ἀπέχει ἀπὸ Σάρδεων τριῶν ἡμερῶν ὁδόν.

办成此事后,他又渡海返回亚洲。视察各城邦时,他见它们在其他方面均秩序良好,却发现奇奥斯的流亡者占领了坚固的要塞阿塔尔纽斯,并以此为基地抢掠伊奥尼亚,以此谋生。得知该地存有大量粮食后,他便扎下围营进行围攻;在八个月内迫使他们投降后,他在要塞中任命佩莱涅人德拉孔为长官,并在该要塞备齐充足的物资,以便自己日后每次前来时均有下榻之所,随后便动身前往距萨耳狄斯三日程的以弗所。

§3.2.12

καὶ μέχρι τούτου τοῦ χρόνου ἐν εἰρήνῃ διῆγον Τισσαφέρνης τε καὶ Δερκυλίδας καὶ οἱ ταύτῃ Ἕλληνες καὶ οἱ βάρβαροι. ἐπεὶ δὲ ἀφικνούμενοι πρέσβεις εἰς Λακεδαίμονα ἀπὸ τῶν Ἰωνίδων πόλεων ἐδίδασκον ὅτι εἴη ἐπὶ Τισσαφέρνει, εἰ βούλοιτο, ἀφιέναι αὐτονόμους τὰς Ἑλληνίδας πόλεις· εἰ οὖν κακῶς πάσχοι Καρία, ἔνθαπερ ὁ Τισσαφέρνους οἶκος, οὕτως ἂν ἔφασαν τάχιστα νομίζειν αὐτὸν συγχωρῆσαι αὐτονόμους σφᾶς ἀφεῖναι· ἀκούσαντες ταῦτα οἱ ἔφοροι ἔπεμψαν πρὸς Δερκυλίδαν, καὶ ἐκέλευον αὐτὸν διαβαίνειν σὺν τῷ στρατεύματι ἐπὶ Καρίαν καὶ Φάρακα τὸν ναύαρχον σὺν ταῖς ναυσὶ παραπλεῖν.

直到此时,提萨斐尼与德耳居利达斯,以及该地区的希腊人和蛮族人一直维持着和平。然而,从伊奥尼亚诸城邦抵达拉栖代梦的使节们向当局陈述道:如果提萨斐尼愿意,准许希腊各城邦自治完全在于他的掌握之中;使节们声称,若使提萨斐尼的庄园所在之卡利亚遭受打击,他们认为提萨斐尼便会最迅速地同意准予他们自治。监察官们听取这些汇报后,便遣使前往德耳居利达斯处,命令他率军渡河进攻卡利亚,并令海军将领法拉克司率舰队沿海岸巡航呼应。

§3.2.13

οἱ μὲν δὴ ταῦτʼ ἐποίουν. ἐτύγχανε δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ Φαρνάβαζος πρὸς Τισσαφέρνην ἀφιγμένος, ἅμα μὲν ὅτι στρατηγὸς τῶν πάντων ἀπεδέδεικτο Τισσαφέρνης, ἅμα δὲ διαμαρτυρόμενος ὅτι ἕτοιμος εἴη κοινῇ πολεμεῖν καὶ συμμάχεσθαι καὶ συνεκβάλλειν τοὺς Ἕλληνας ἐκ τῆς βασιλέως·2 ἄλλως τε γὰρ ὑπεφθόνει τῆς στρατηγίας τῷ Τισσαφέρνει καὶ τῆς Αἰολίδος χαλεπῶς ἔφερεν ἀπεστερημένος. ὁ δʼ ἀκούων, Πρῶτον μὲν τοίνυν, ἔφη, διάβηθι σὺν ἐμοὶ ἐπὶ Καρίαν, ἔπειτα δὲ καὶ περὶ τούτων βουλευσόμεθα.

他们便照此执行。正当此时,法尔纳巴佐斯也恰好来到了提萨斐尼处,一方面是因为提萨斐尼已被任命为全体军务的总指挥,另一方面也是为了声明自己已准备好共同进行战争、并肩作战,并一道把希腊人赶出波斯王的领土;因为他暗中嫉妒提萨斐尼的总指挥职位,并对失去埃奥利斯深感愤恨。提萨斐尼听罢说道:“那么首先,请随我渡河前往卡利亚,随后我们再就这些事情共同商议。”

§3.2.14

ἐπεὶ δʼ ἐκεῖ ἦσαν, ἔδοξεν αὐτοῖς ἱκανὰς φυλακὰς εἰς τὰ ἐρύματα καταστήσαντας διαβαίνειν πάλιν ἐπὶ τὴν Ἰωνίαν. ὡς δʼ ἤκουσεν ὁ Δερκυλίδας ὅτι πάλιν πεπερακότες εἰσὶ τὸν Μαίανδρον, εἰπὼν τῷ Φάρακι ὡς ὀκνοίη μὴ ὁ Τισσαφέρνης καὶ ὁ Φαρνάβαζος ἐρήμην οὖσαν καταθέοντες φέρωσι καὶ ἄγωσι τὴν χώραν, διέβαινε καὶ αὐτός. πορευόμενοι δὲ οὗτοι οὐδέν τι συντεταγμένῳ τῷ στρατεύματι, ὡς προεληλυθότων τῶν πολεμίων εἰς τὴν Ἐφεσίαν,3 ἐξαίφνης ὁρῶσιν ἐκ τοῦ ἀντιπέρας σκοποὺς ἐπὶ τῶν μνημάτων·

他们抵达卡利亚后,决定在各要塞留驻充足的守军,再次渡河返回伊奥尼亚。德耳居利达斯得知他们已重新渡过迈安得罗斯河,便对法拉克司表示他担心提萨斐尼和法尔纳巴佐斯会趁防备空虚而突袭掠夺这片土地,于是他也渡过了河。希腊军行军时毫无戒备整队,以为敌军早已进抵以弗所境内,却突然望见对面墓冢之上出现敌人的哨兵。

语法注3 条
  1. 3.2.9ἔγνω μενετέον ὄν

    动词 ἔγνω 带有由动词性形容词中性单数 μενετέον 与分词 ὄν 构成的宾格结构,相当于间接引语中的非人称不定词结构(δεῖν μένειν),表示“应当留任”。

  2. 3.2.13ἐκ τῆς βασιλέως

    阴性冠词 τῆς 所修饰的名词(χώρας 或 γῆς,“土地、领土”)被省略,构成了指代“从波斯王的领土中”的定型省略表达。

  3. 3.2.14ὡς προεληλυθότων τῶν πολεμίων εἰς τὴν Ἐφεσίαν

    由小词 ὡς 引导的属格绝对构式,表达主句主语(希腊士兵)的主观推测或判断,即“以为敌军已经进抵以弗所境内”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.2.9-3.2.14