- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.2.1-3.2.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德耳居利达斯与法尔纳巴佐斯停战并在比提尼亚过冬,其色雷斯盟军虽遭伏击但随后合力焚掠,春季他在拉姆普萨科斯接见本土使节,获悉留任决定及赫尔索内索斯筑墙防御的提议。
ὁ μὲν δὴ Δερκυλίδας ταῦτα διαπραξάμενος καὶ λαβὼν ἐν ὀκτὼ ἡμέραις ἐννέα πόλεις, ἐβουλεύετο ὅπως ἂν μὴ ἐν τῇ φιλίᾳ χειμάζων βαρὺς εἴη τοῖς συμμάχοις, ὥσπερ Θίβρων, μηδʼ αὖ Φαρνάβαζος καταφρονῶν τῇ ἵππῳ κακουργῇ τὰς Ἑλληνίδας πόλεις. πέμπει οὖν πρὸς αὐτὸν καὶ ἐρωτᾷ πότερον βούλεται εἰρήνην ἢ πόλεμον ἔχειν. ὁ μέντοι Φαρνάβαζος νομίσας τὴν Αἰολίδα ἐπιτετειχίσθαι τῇ ἑαυτοῦ οἰκήσει Φρυγίᾳ,1 σπονδὰς εἵλετο.
德耳居利达斯办成了这些事,并在八天之内攻克了九座城邦。他随后思量,如何才能不至于像梯布隆那样在友好地区过冬而成为盟邦的重负,同时又不至于让法尔纳巴佐斯依仗骑兵轻视他们、蹂躏希腊各城邦。于是他派人去见法尔纳巴佐斯,询问他是愿战还是愿和。法尔纳巴佐斯认为埃奥利斯已被筑成了针对自己位于弗律吉亚的居所的堡垒,便选择了停战。
ὡς δὲ ταῦτα ἐγένετο, ἐλθὼν ὁ Δερκυλίδας εἰς τὴν Βιθυνίδα Θρᾴκην ἐκεῖ διεχείμαζεν, οὐδὲ τοῦ Φαρναβάζου πάνυ τι ἀχθομένου· πολλάκις γὰρ οἱ Βιθυνοὶ αὐτῷ ἐπολέμουν. καὶ τὰ μὲν ἄλλα ὁ Δερκυλίδας ἀσφαλῶς φέρων καὶ ἄγων τὴν Βιθυνίδα καὶ ἄφθονα ἔχων τὰ ἐπιτήδεια διετέλει· ἐπειδὴ δὲ ἦλθον αὐτῷ παρὰ τοῦ Σεύθου πέραθεν σύμμαχοι τῶν Ὀδρυσῶν ἱππεῖς τε ὡς διακόσιοι καὶ πελτασταὶ ὡς τριακόσιοι, οὗτοι στρατοπεδευσάμενοι καὶ περισταυρωσάμενοι ἀπὸ τοῦ Ἑλληνικοῦ ὡς εἴκοσι στάδια, αἰτοῦντες φύλακας τοῦ στρατοπέδου τὸν Δερκυλίδαν τῶν ὁπλιτῶν, ἐξῇσαν ἐπὶ λείαν, καὶ πολλὰ ἐλάμβανον ἀνδράποδά τε καὶ χρήματα.
事情定下之后,德耳居利达斯前往比提尼亚领色雷斯并在那里过冬,对此法尔纳巴佐斯也丝毫不以为忤,因为比提尼亚人常常与他交战。在其他方面,德耳居利达斯在比提尼亚安全地进行劫掠,粮饷物资十分充裕,日子过得安稳;然而,当塞乌特斯从海峡对岸派来约两百名奥德鲁赛人骑兵和约三百名轻盾兵作为盟军前来支援时,这些人扎下营盘,并在距希腊军营约二十斯塔狄翁处立起木栅,向德耳居利达斯索要了一批重装步兵看守营地,随后便外出抢劫,虏获了大量奴隶与财物。
ἤδη δʼ ὄντος μεστοῦ τοῦ στρατοπέδου αὐτοῖς πολλῶν αἰχμαλώτων, καταμαθόντες οἱ Βιθυνοὶ ὅσοι τʼ ἐξῇσαν καὶ ὅσους κατέλιπον Ἕλληνας φύλακας, συλλεγέντες παμπλήθεις πελτασταὶ καὶ ἱππεῖς ἅμʼ ἡμέρᾳ προσπίπτουσι τοῖς ὁπλίταις ὡς διακοσίοις οὖσιν. ἐπειδὴ δʼ ἐγγὺς ἐγένοντο, οἱ μὲν ἔβαλλον, οἱ δʼ ἠκόντιζον εἰς αὐτούς. οἱ δʼ ἐπεὶ ἐτιτρώσκοντο μὲν καὶ ἀπέθνῃσκον, ἐποίουν δʼ οὐδὲν κατειργμένοι ἐν τῷ σταυρώματι ὡς ἀνδρομήκει ὄντι,2 διασπάσαντες τὸ αὑτῶν ὀχύρωμα ἐφέροντο εἰς αὐτούς·
当他们的营地里已经塞满了大批俘虏时,比提尼亚人探知了外出抢劫的人数以及他们留下的希腊守卫人数,便集结了大量的轻盾兵和骑兵,天刚破晓就向守营的约两百名重装步兵发起了进攻。他们逼近之后,有的投石,有的向希腊人掷枪。重装步兵死伤渐多,但因被圈禁在人高的木栅之内而无计可施,于是他们拆毁了自己的工事,向敌人冲了过去。
οἱ δὲ ᾗ μὲν ἐκθέοιεν ὑπεχώρουν, καὶ ῥᾳδίως ἀπέφευγον πελτασταὶ ὁπλίτας, ἔνθεν δὲ καὶ ἔνθεν ἠκόντιζον, καὶ πολλοὺς αὐτῶν ἐφʼ ἑκάστῃ ἐκδρομῇ κατέβαλλον· τέλος δὲ ὥσπερ ἐν αὐλίῳ σηκασθέντες κατηκοντίσθησαν. ἐσώθησαν μέντοι αὐτῶν ἀμφὶ τοὺς πεντεκαίδεκα εἰς τὸ Ἑλληνικόν, καὶ οὗτοι, ἐπεὶ εὐθέως ᾔσθοντο τὸ πρᾶγμα, ἀποχωρήσαντες, ἐν τῇ μάχῃ διαπεσόντες ἀμελησάντων τῶν Βιθυνῶν.
然而,重装步兵无论向哪里冲锋,比提尼亚人都步步后退;作为轻盾兵,他们很容易摆脱重装步兵,并从两侧投掷标枪,希腊人每次出击都伤亡惨重;最终,他们如同被圈进羊圈的牲畜一般,全遭标枪射杀。不过,他们当中约有十五人逃回了希腊军营;这些人一察觉险情便及时撤离,趁着比提尼亚人疏忽不备,在混战中逃脱了出来。
ταχὺ δὲ ταῦτα διαπραξάμενοι οἱ Βιθυνοὶ καὶ τοὺς σκηνοφύλακας τῶν Ὀδρυσῶν Θρᾳκῶν ἀποκτείναντες, ἀπολαβόντες πάντα τὰ αἰχμάλωτα ἀπῆλθον· ὥστε οἱ Ἕλληνες ἐπεὶ ᾔσθοντο, βοηθοῦντες οὐδὲν ἄλλο ηὗρον ἢ νεκροὺς γυμνοὺς ἐν τῷ στρατοπέδῳ. ἐπεὶ μέντοι ἐπανῆλθον οἱ Ὀδρύσαι, θάψαντες τοὺς ἑαυτῶν καὶ πολὺν οἶνον ἐκπιόντες ἐπʼ αὐτοῖς καὶ ἱπποδρομίαν ποιήσαντες, ὁμοῦ δὴ τὸ λοιπὸν τοῖς Ἕλλησι στρατοπεδευσάμενοι ἦγον καὶ ἔκαον τὴν Βιθυνίδα.
比提尼亚人迅速办完这事,斩杀了奥德鲁赛色雷斯人的看帐士兵,夺回了全部俘虏便撤走了;以致希腊人闻讯赶来救援时,在营地里除了赤裸的尸体外一无所获。然而奥德鲁赛人返回之后,安葬了同伴,为他们痛饮了大量烈酒,举行了赛马,自此以后便与希腊人合营驻扎,一同焚掠比提尼亚地区。
ἅμα δὲ τῷ ἦρι ἀποπορευόμενος ὁ Δερκυλίδας ἐκ τῶν Βιθυνῶν ἀφικνεῖται εἰς Λάμψακον. ἐνταῦθα δʼ ὄντος αὐτοῦ ἔρχονται ἀπὸ τῶν οἴκοι τελῶν Ἄρακός τε καὶ Ναυβάτης καὶ Ἀντισθένης. οὗτοι δʼ ἦλθον ἐπισκεψόμενοι τά τε ἄλλα ὅπως ἔχοι τὰ ἐν τῇ Ἀσίᾳ, καὶ Δερκυλίδᾳ ἐροῦντες μένοντι ἄρχειν καὶ τὸν ἐπιόντα ἐνιαυτόν· ἐπιστεῖλαι δὲ σφίσιν αὐτοῖς τοὺς ἐφόρους3 καὶ συγκαλέσαντας τοὺς στρατιώτας εἰπεῖν ὡς ὧν μὲν πρόσθεν ἐποίουν μέμφοιντο αὐτοῖς, ὅτι δὲ νῦν οὐδὲν ἠδίκουν, ἐπαινοῖεν· καὶ περὶ τοῦ λοιποῦ χρόνου εἰπεῖν ὅτι ἂν μὲν ἀδικῶσιν, οὐκ ἐπιτρέψουσιν, ἂν δὲ δίκαια περὶ τοὺς συμμάχους ποιῶσιν, ἐπαινέσονται αὐτούς.
春初,德耳居利达斯离开比提尼亚人之地,抵达拉姆普萨科斯。在他逗留当地时,本土执政官派来的阿拉库斯、瑙巴特斯和安提斯塞内斯抵达了那里。他们前来,一方面是为了视察亚洲的整体局势,另一方面也是为了告知德耳居利达斯继续留任统帅来年军务;他们还转达了监察官给他们的指令:召集士兵,告诉他们对其先前的所作所为予以指责,但对其如今未犯任何过错表示赞许;并谈及今后,如果他们再有不法行为,监察官绝不姑息,但如果他们公道对待盟邦,监察官便会赞扬他们。
ἐπεὶ μέντοι συγκαλέσαντες τοὺς στρατιώτας ταῦτʼ ἔλεγον, ὁ τῶν Κυρείων προεστηκὼς ἀπεκρίνατο· ἀλλʼ, ὦ ἄνδρες Λακεδαιμόνιοι, ἡμεῖς μέν ἐσμεν οἱ αὐτοὶ νῦν τε καὶ πέρυσιν· ἄρχων δὲ ἄλλος μὲν νῦν, ἄλλος δὲ τὸ παρελθόν. τὸ οὖν αἴτιον τοῦ νῦν μὲν μὴ ἐξαμαρτάνειν, τότε δέ, αὐτοὶ ἤδη ἱκανοί ἐστε γιγνώσκειν.
当他们召集士兵宣读了这些话之后,居鲁士旧部的领袖回答道:“拉栖代梦人啊,如今的我们和去年的我们原本是同一些人;只是统帅如今是一人,过去则是另一人。因此,如今不再犯错而当时犯错的原因究竟何在,诸位自己现在已有足够的能力看清了。”
συσκηνούντων δὲ τῶν τε οἴκοθεν πρέσβεων καὶ τοῦ Δερκυλίδα, ἐπεμνήσθη τις τῶν περὶ τὸν Ἄρακον ὅτι καταλελοίποιεν πρέσβεις τῶν Χερρονησιτῶν ἐν Λακεδαίμονι. τούτους δὲ λέγειν ἔφασαν ὡς νῦν μὲν οὐ δύναιντο τὴν Χερρόνησον ἐργάζεσθαι· φέρεσθαι γὰρ καὶ ἄγεσθαι ὑπὸ τῶν Θρᾳκῶν· εἰ δʼ ἀποτειχισθείη ἐκ θαλάττης εἰς θάλατταν, καὶ σφίσιν ἂν γῆν πολλὴν καὶ ἀγαθὴν εἶναι ἐργάζεσθαι4 καὶ ἄλλοις ὁπόσοι βούλοιντο Λακεδαιμονίων· ὥστʼ ἔφασαν οὐκ ἂν θαυμάζειν εἰ καὶ πεμφθείη τις Λακεδαιμονίων ἀπὸ τῆς πόλεως σὺν δυνάμει ταῦτα πράξων.
本土使节与德耳居利达斯在同一军帐中共进晚餐时,阿拉库斯的随员中有人提及,他们把赫尔索内索斯人的使节留在了拉栖代梦。据他们说,使节们曾表示,如今他们已无法耕种赫尔索内索斯半岛,因为它正遭受色雷斯人的蹂躏与掳掠;但若能修筑一道连接两海的长墙,不仅他们自己将有大片肥沃土地可供耕种,拉栖代梦人无论多少有意前去者亦能如此;因此他们说,如果城邦派出某位拉栖代梦人率领一支军队去完成这项工程,他们也毫不奇怪。
- 3.2.1ἐπιτετειχίσθαι τῇ ἑαυτοῦ οἰκήσει Φρυγίᾳ
与完成时被动态不定式 ἐπιτετειχίσθαι 连用,与格 τῇ ἑαυτοῦ οἰκήσει Φρυγίᾳ 是由前缀 ἐπί- 引出的受害/不利与格,意为“被筑成针对其弗律吉亚居所的敌对要塞”。虽然语法上也可尝试读为方位与格(“在其弗律吉亚居所处筑垒”),但结合 ἐπιτειχίζω 的标准军事专门用法(“建立针对敌方的进逼性堡垒”),取受害与格最为恰当。
- 3.2.3ὡς ἀνδρομήκει ὄντι
分词 ὄντι 与前面的与格名词 τῷ σταυρώματι 一致,连词 ὡς 表示原因或伴随情况(“因为木栅有一人高”)。该短语修饰 κατειργμένοι(“被圈禁”),说明了重装步兵因无法隔着栅栏有效还击而陷于束手无策的物理原因。
- 3.2.6ἐπιστεῖλαι δὲ σφίσιν αὐτοῖς τοὺς ἐφόρους
不定式 ἐπιστεῖλαι 延续了使节们转述指令的间接引语,在句法上受省略的支配动词(如 ἔφασαν “他们说”)支配。代词 σφίσιν αὐτοῖς 是间接反身代词,指使节自身。
- 3.2.8καὶ σφίσιν ἂν γῆν πολλὴν καὶ ἀγαθὴν εἶναι ἐργάζεσθαι
此处 ἄν + 不定式 εἶναι 属于间接引语结构,对应于直接引语中的潜能希求法(ἂν εἴη),构成条件从句 εἰ δʼ ἀποτειχισθείη(希求法)的归结从句。不定式 ἐργάζεσθαι 作修饰性/目的性用法,限定名词短语 γῆν πολλὴν καὶ ἀγαθήν(“大片可供耕种的肥沃土地”)。
