← 色诺芬

希腊史

§3.2.15-3.2.23

德耳居利达斯休战与斯巴达入侵厄利斯

德耳居利达斯与波斯两位总督隔阵相对但避免了交战,双方商定停战以待向各自上级汇报条件。与此同时,拉栖代梦为报复长久以来的诸种羞辱,决议对厄利斯开战,阿基斯王率军突入厄利斯境内。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.15

καὶ ἀνταναβιβάσαντες εἰς τὰ παρʼ ἑαυτοῖς μνημεῖα καὶ τύρσεις τινὰς καθορῶσι παρατεταγμένους ᾗ αὐτοῖς ἦν ἡ ὁδὸς Κᾶράς τε λευκάσπιδας καὶ τὸ Περσικὸν ὅσον ἐτύγχανε παρὸν στράτευμα καὶ τὸ Ἑλληνικὸν ὅσον εἶχεν ἑκάτερος αὐτῶν καὶ τὸ ἱππικὸν μάλα πολύ, τὸ μὲν Τισσαφέρνους ἐπὶ τῷ δεξιῷ κέρατι, τὸ δὲ Φαρναβάζου ἐπὶ τῷ εὐωνύμῳ.

希腊军也派人登上己方的墓冢与若干守望塔,望见正前方的去路已被列阵整齐的敌军拦阻:有持白盾的卡利亚人、恰好在场的全部波斯部队、两位总督各自拥有的全部希腊雇佣兵,以及极多数量的骑兵;其中提萨斐尼的骑兵位于右翼,法尔纳巴佐斯的骑兵位于左翼。

§3.2.16

ὡς δὲ ταῦτα ᾔσθετο ὁ Δερκυλίδας, τοῖς μὲν ταξιάρχοις καὶ τοῖς λοχαγοῖς εἶπε παρατάττεσθαι τὴν ταχίστην εἰς ὀκτώ, τοὺς δὲ πελταστὰς ἐπὶ τὰ κράσπεδα ἑκατέρωθεν καθίστασθαι καὶ τοὺς ἱππέας, ὅσους γε δὴ καὶ οἵους ἐτύγχανεν ἔχων· αὐτὸς δὲ ἐθύετο.

德耳居利达斯察觉到这一情况,便吩咐各营指挥官与百夫长尽快按八人纵深列阵,并将轻盾兵与他所拥有的全部骑兵——不论数量与状况如何——部署在两侧翼端;他自己则着手进行献祭。

§3.2.17

ὅσον μὲν δὴ ἦν ἐκ Πελοποννήσου στράτευμα, ἡσυχίαν εἶχε καὶ παρεσκευάζετο ὡς μαχούμενον· ὅσοι δὲ ἦσαν ἀπὸ Πριήνης τε καὶ Ἀχιλλείου καὶ ἀπὸ νήσων καὶ τῶν Ἰωνικῶν πόλεων, οἱ μέν τινες καταλιπόντες ἐν τῷ σίτῳ τὰ ὅπλα ἀπεδίδρασκον· καὶ γὰρ ἦν βαθὺς ὁ σῖτος ἐν τῷ Μαιάνδρου πεδίῳ· ὅσοι δὲ καὶ ἔμενον, δῆλοι ἦσαν οὐ μενοῦντες.

来自伯罗奔尼撒的军队保持镇静,做好迎战准备;但来自普里埃内、阿基莱翁、诸海岛及伊奥尼亚各城邦的士兵,有的竟把武器丢在农田里拔腿逃跑——因为迈安得罗斯河平原上的庄稼十分茂密;而那些留在原地的人,也显露出随时准备溃逃的神态。

§3.2.18

τὸν μὲν οὖν Φαρνάβαζον ἐξηγγέλλετο μάχεσθαι κελεύειν· ὁ μέντοι Τισσαφέρνης τό τε Κύρειον στράτευμα καταλογιζόμενος ὡς ἐπολέμησεν αὐτοῖς καὶ τούτῳ πάντας νομίζων ὁμοίους εἶναι τοὺς Ἕλληνας, οὐκ ἐβούλετο μάχεσθαι, ἀλλὰ πέμψας πρὸς Δερκυλίδαν εἶπεν ὅτι εἰς λόγους βούλοιτο αὐτῷ ἀφικέσθαι. καὶ ὁ Δερκυλίδας λαβὼν τοὺς κρατίστους τὰ εἴδη τῶν περὶ αὐτὸν καὶ ἱππέων καὶ πεζῶν προῆλθε πρὸς τοὺς ἀγγέλους, καὶ εἶπεν· ἀλλὰ παρεσκευάσμην μὲν ἔγωγε μάχεσθαι, ὡς ὁρᾶτε· ἐπεὶ μέντοι ἐκεῖνος βούλεται εἰς λόγους ἀφικέσθαι, οὐδʼ ἐγὼ ἀντιλέγω. ἂν μέντοι ταῦτα δέῃ ποιεῖν, πιστὰ καὶ ὁμήρους δοτέον καὶ ληπτέον.

据报法尔纳巴佐斯竭力主张进攻;然而提萨斐尼顾及当年小居鲁士的军队如何与他们交战,并认为所有希腊人都与那支军队同样精锐,因而不想交战,反倒派人去见德耳居利达斯,表示希望与他会晤商谈。德耳居利达斯挑选了身旁骑兵和步兵中相貌最为魁伟的战士,迎向前来的使者说道:“正如你们所见,我本人已做好交战准备;但既然他想要会谈,我也不持异议。不过若要如此,双方必须互换誓言与人质。”

§3.2.19

δόξαντα δὲ ταῦτα καὶ περανθέντα,1 τὰ μὲν στρατεύματα ἀπῆλθε, τὸ μὲν βαρβαρικὸν εἰς Τράλλεις τῆς Καρίας, τὸ δʼ Ἑλληνικὸν εἰς Λεύκοφρυν, ἔνθα ἦν Ἀρτέμιδός τε ἱερὸν μάλα ἅγιον καὶ λίμνη πλέον ἢ σταδίου ὑπόψαμμος ἀέναος ποτίμου καὶ θερμοῦ ὕδατος. καὶ τότε μὲν ταῦτα ἐπράχθη· τῇ δʼ ὑστεραίᾳ εἰς τὸ συγκείμενον χωρίον ἦλθον, καὶ ἔδοξεν αὐτοῖς πυθέσθαι ἀλλήλων ἐπὶ τίσιν ἂν τὴν εἰρήνην ποιήσαιντο.

这些条件得到认可并付诸实施后,两军各自退走:蛮族军队退往卡利亚的特拉勒斯,希腊军队则退往琉科弗里斯,该地有一座极其神圣的阿耳忒弥斯神庙,还有一个周长逾一斯塔狄翁、底部为砂层、源源不绝流淌着温热可饮用之水的池沼。当天的事情便如此了结;次日,双方前往约定的地点,决定相互探询在何种条件下可以达成和平。

§3.2.20

ὁ μὲν δὴ Δερκυλίδας εἶπεν, εἰ αὐτονόμους ἐῴη βασιλεὺς τὰς Ἑλληνίδας πόλεις, ὁ δὲ Τισσαφέρνης καὶ Φαρνάβαζος εἶπαν ὅτι, εἰ ἐξέλθοι τὸ Ἑλληνικὸν στράτευμα ἐκ τῆς χώρας καὶ οἱ Λακεδαιμονίων ἁρμοσταὶ ἐκ τῶν πόλεων. ταῦτα δὲ εἰπόντες ἀλλήλοις σπονδὰς ἐποιήσαντο, ἕως ἀπαγγελθείη τὰ λεχθέντα Δερκυλίδᾳ μὲν εἰς Λακεδαίμονα, Τισσαφέρνει δὲ ἐπὶ βασιλέα.

德耳居利达斯提出,条件应当是波斯王准许希腊各城邦自治;提萨斐尼与法尔纳巴佐斯则提出,条件应当是希腊军队撤出该领土,且拉栖代梦人的总督撤出各城邦。双方各自陈述后,便缔结了停战协定,直至德耳居利达斯将所言内容报送拉栖代梦、提萨斐尼报送波斯王为止。

§3.2.21

τούτων δὲ πραττομένων ἐν τῇ Ἀσίᾳ ὑπὸ Δερκυλίδα, Λακεδαιμόνιοι κατὰ τὸν αὐτὸν χρόνον, πάλαι ὀργιζόμενοι τοῖς Ἠλείοις καὶ ὅτι ἐποιήσαντο συμμαχίαν πρὸς Ἀθηναίους καὶ Ἀργείους καὶ Μαντινέας, καὶ ὅτι δίκην φάσκοντες καταδεδικάσθαι αὐτῶν2 ἐκώλυον καὶ τοῦ ἱππικοῦ καὶ τοῦ γυμνικοῦ ἀγῶνος, καὶ οὐ μόνον ταῦτʼ ἤρκει, ἀλλὰ καὶ Λίχα παραδόντος Θηβαίοις τὸ ἅρμα, ἐπεὶ ἐκηρύττοντο νικῶντες, ὅτε εἰσῆλθε Λίχας στεφανώσων τὸν ἡνίοχον, μαστιγοῦντες αὐτόν, ἄνδρα γέροντα, ἐξήλασαν·

正当德耳居利达斯在亚洲经营这些事务之际,拉栖代梦人在此期间对厄利斯人的怒火蓄积已久:一方面是因为厄利斯人与雅典人、阿尔戈斯人及曼提尼亚人结盟;另一方面是因为他们声称拉栖代梦人被判罚,从而禁止拉栖代梦人参加赛马和竞技比赛。不仅如此,当利卡斯将战车借与底比斯人、他们被宣布获胜时,利卡斯走入场内准备为驭手加冠,厄利斯人竟鞭笞这位老人并将他逐出赛场。

§3.2.22

τούτων δʼ ὕστερον καὶ Ἄγιδος πεμφθέντος θῦσαι τῷ Διὶ κατὰ μαντείαν τινὰ ἐκώλυον οἱ Ἠλεῖοι μὴ προσεύχεσθαι3 νίκην πολέμου, λέγοντες ὡς καὶ τὸ ἀρχαῖον εἴη οὕτω νόμιμον, μὴ χρηστηριάζεσθαι τοὺς Ἕλληνας ἐφʼ Ἑλλήνων πολέμῳ· ὥστε ἄθυτος ἀπῆλθεν.

在此之后,阿基斯王遵照某条神谕奉命向宙斯献祭时,厄利斯人又阻止他祈求战争胜利,声称古老的规矩正是禁止希腊人就针对希腊同胞的战争求问神谕;结果阿基斯未行献祭便离去了。

§3.2.23

ἐκ τούτων οὖν πάντων ὀργιζομένοις ἔδοξε τοῖς ἐφόροις καὶ τῇ ἐκκλησίᾳ4 σωφρονίσαι αὐτούς. πέμψαντες οὖν πρέσβεις εἰς Ἦλιν εἶπον ὅτι τοῖς τέλεσι τῶν Λακεδαιμονίων δίκαιον δοκοίη εἶναι ἀφιέναι αὐτοὺς τὰς περιοικίδας πόλεις αὐτονόμους. ἀποκριναμένων δὲ τῶν Ἠλείων ὅτι οὐ ποιήσοιεν ταῦτα, ἐπιληίδας γὰρ ἔχοιεν τὰς πόλεις, φρουρὰν ἔφηναν οἱ ἔφοροι. ἄγων δὲ τὸ στράτευμα Ἆγις ἐνέβαλε διὰ τῆς Ἀχαΐας εἰς τὴν Ἠλείαν κατὰ Λάρισον.

因所有这些罪状而震怒的监察官与公民大会遂决议予以惩戒。他们遣使前往厄利斯,宣布拉栖代梦当权者认为厄利斯人让周边城邦自治乃是合乎正义之举。厄利斯人回答说他们决不照办,因为这些城邦是他们的战利品;于是监察官们下令征召军队出征。阿基斯统帅大军,穿过亚该亚,沿拉里索斯河突入厄利斯境内。

语法注4 条
  1. 3.2.19δόξαντα δὲ ταῦτα καὶ περανθέντα

    伴随中性复数代词 ταῦτα 及分词的“宾格绝对独立结构”(accusative absolute)。该结构类比于无人称分词(如 δόξαν),在此充当表示时间或原因的独立成分,意为“当这些事项获得赞同并得到执行后”。

  2. 3.2.21δίκην φάσκοντες καταδεδικάσθαι αὐτῶν

    καταδεδικάσθαι 是司法动词 καταδικάζω 的完成时中动态/被动态不定式,其主语为 δίκην(判决)。属格 αὐτῶν 为“不利属格”(genitive of disadvantage),指判决所针对的对象,意为“声称一项判决已被判定针对他们(拉栖代梦人)”。

  3. 3.2.22ἐκώλυον οἱ Ἠλεῖοι μὴ προσεύχεσθαι

    典型的不定式连用多余否定词(redundant negative)μή 的用法,由表示阻碍或禁止的动词(ἐκώλυον)支配。句意并非“阻止其不祈祷”,而是“阻止/禁止其祈求”。

  4. 3.2.23ὀργιζομένοις ἔδοξε τοῖς ἐφόροις καὶ τῇ ἐκκλησίᾳ

    现在分词 ὀργιζομένοις 在性、数、格上与随后的 τοῖς ἐφόροις καὶ τῇ ἐκκλησίᾳ(监察官们与公民大会)一致,均作无人称动词 ἔδοξε 所支配的与格补足语。语序倒置(hyperbaton)将情绪动机置于句首加以强调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.2.15-3.2.23