- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.1.22-3.1.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德耳居利达斯携梅狄亚斯进入盖尔吉斯,向雅典娜献祭后收编了其卫兵,并以战胜波斯为由查封没收了玛尼娅的财宝以确保全军军饷,最后将梅狄亚斯遣回斯凯普西斯的祖宅隐退。
ὁ δὲ Μειδίας παρεπόμενος αὐτῷ ἠξίου τὴν τῶν Γεργιθίων πόλιν παραδοῦναι αὑτῷ. καὶ ὁ Δερκυλίδας μέντοι ἔλεγεν ὡς τῶν δικαίων οὐδενὸς ἀτυχήσοι· ἅμα δὲ ταῦτα λέγων ᾔει πρὸς τὰς πύλας σὺν τῷ Μειδίᾳ, καὶ τὸ στράτευμα ἠκολούθει αὐτῷ εἰρηνικῶς εἰς δύο.1 οἱ δʼ ἀπὸ τῶν πύργων καὶ μάλα ὑψηλῶν ὄντων ὁρῶντες τὸν Μειδίαν σὺν αὐτῷ οὐκ ἔβαλλον· εἰπόντος δὲ τοῦ Δερκυλίδα· κέλευσον, ὦ Μειδία, ἀνοῖξαι τὰς πύλας, ἵνα ἡγῇ μὲν σύ, ἐγὼ δὲ σὺν σοὶ εἰς τὸ ἱερὸν ἔλθω κἀνταῦθα θύσω τῇ Ἀθηνᾷ, ὁ Μειδίας ὤκνει μὲν ἀνοίγειν τὰς πύλας, φοβούμενος δὲ μὴ παραχρῆμα συλληφθῇ, ἐκέλευεν ἀνοῖξαι.
梅狄亚斯跟随着德耳居利达斯,要求把盖尔吉斯人的城邦交给自己。德耳居利达斯则答复说,他在合理的权益上绝不会受到任何亏待;说罢,他便与梅狄亚斯一同走向城门,军队也排成两人并行的队形平和地尾随其后。城楼极为高耸,但楼上的人见梅狄亚斯与他走在一起,便没有放箭投石;德耳居利达斯说道:“梅狄亚斯,下令开门吧,由你引路,我好同你一起前往圣所,在那里向雅典娜献祭。”梅狄亚斯虽不愿开门,但惧怕当场被擒,便下令打开城门。
ὁ δʼ ἐπεὶ εἰσῆλθεν, ἔχων αὖ τὸν Μειδίαν ἐπορεύετο πρὸς τὴν ἀκρόπολιν· καὶ τοὺς μὲν ἄλλους στρατιώτας ἐκέλευε θέσθαι περὶ τὰ τείχη τὰ ὅπλα,2 αὐτὸς δὲ σὺν τοῖς περὶ αὐτὸν ἔθυε τῇ Ἀθηνᾷ. ἐπεὶ δʼ ἐτέθυτο, ἀνεῖπε καὶ τοὺς Μειδίου δορυφόρους θέσθαι τὰ ὅπλα ἐπὶ τῷ στόματι τοῦ ἑαυτοῦ στρατεύματος, ὡς μισθοφορήσοντας· Μειδίᾳ γὰρ οὐδὲν ἔτι δεινὸν εἶναι.
德耳居利达斯进城后,依然带着梅狄亚斯走向卫城;他命令其余士兵沿城墙放下武器歇息待命,自己则与随从一同向雅典娜献祭。献祭完毕后,他宣布梅狄亚斯的卫兵也应当在自己军队的先头放下武器待命,当作领取军饷的雇佣兵;因为他说,梅狄亚斯已不再面临任何危险。
ὁ μέντοι Μειδίας ἀπορῶν ὅ τι ποιοίη, εἶπεν· ἐγὼ μὲν τοίνυν ἄπειμι, ἔφη, ξένιά σοι παρασκευάσων. ὁ δέ, Οὔ, μὰ Δίʼ, ἔφη, ἐπεὶ αἰσχρὸν ἐμὲ τεθυκότα ξενίζεσθαι ὑπὸ σοῦ, ἀλλὰ μὴ ξενίζειν σέ. μένε οὖν παρʼ ἡμῖν· ἐν ᾧ δʼ ἂν τὸ δεῖπνον παρασκευάζηται, ἐγὼ καὶ σὺ τὰ δίκαια πρὸς ἀλλήλους καὶ διασκεψώμεθα καὶ ποιήσωμεν.
梅狄亚斯不知所措,便说:“那么,我先行告退,去为你准备款待之礼。”德耳居利达斯却说:“指着宙斯起誓,万万不可!我刚行过祭礼,由你来宴请我,而不是我来宴请你,实属可耻。所以你且留在此处;趁着准备晚餐之际,你我二人正可共同商讨并实行彼此之间合乎公道之事。”
ἐπεὶ δʼ ἐκαθέζοντο, ἠρώτα ὁ Δερκυλίδας· εἰπέ μοι, ὦ Μειδία, ὁ πατήρ σε ἄρχοντα τοῦ οἴκου κατέλιπε; μάλιστα, ἔφη. καὶ πόσαι σοι οἰκίαι ἦσαν; πόσοι δὲ χῶροι; πόσαι δὲ νομαί; ἀπογράφοντος δʼ αὐτοῦ οἱ παρόντες τῶν Σκηψίων εἶπον· ψεύδεταί σε οὗτος, ὦ Δερκυλίδα.
待众人就坐后,德耳居利达斯问道:“告诉我,梅狄亚斯,你父亲可曾立你为家业的继承人?”梅狄亚斯答道:“千真万确。”“那么你曾拥有多少房产?多少田地?多少牧场?”在他逐项登记时,在场的斯凯普西斯人说道:“德耳居利达斯大人,这家伙在对你说谎。”
ὑμεῖς δέ γʼ, ἔφη, μὴ λίαν μικρολογεῖσθε. ἐπειδὴ δὲ ἀπεγέγραπτο τὰ πατρῷα· εἰπέ μοι, ἔφη, Μανία δὲ τίνος ἦν; οἱ δὲ πάντες εἶπον ὅτι Φαρναβάζου. οὐκοῦν καὶ τὰ ἐκείνης, ἔφη, Φαρναβάζου; μάλιστα, ἔφασαν. ἡμέτερʼ ἂν εἴη, ἔφη, ἐπεὶ κρατοῦμεν· πολέμιος γὰρ ἡμῖν Φαρνάβαζος. ἀλλʼ ἡγείσθω τις, ἔφη, ὅπου κεῖται τὰ Μανίας καὶ τὰ Φαρναβάζου.
德耳居利达斯说道:“你们休要这般斤斤计较。”待到父系家产登记完毕,他又问:“告诉我,玛尼娅又归属于谁?”众人都答道:“属于法尔纳巴佐斯。”“那么她的产业,岂不也属于法尔纳巴佐斯?”他们说:“千真万确。”德耳居利达斯说:“既然我们是征服者,它们就当归我们所有;因为法尔纳巴佐斯是我们的敌人。来人,带路前往存放玛尼娅和法尔纳巴佐斯财宝的地方。”
ἡγουμένων δὲ τῶν ἄλλων ἐπὶ τὴν Μανίας οἴκησιν, ἣν παρειλήφει ὁ Μειδίας, ἠκολούθει κἀκεῖνος. ἐπεὶ δʼ εἰσῆλθεν, ἐκάλει ὁ Δερκυλίδας τοὺς ταμίας, φράσας δὲ τοῖς ὑπηρέταις λαβεῖν αὐτοὺς προεῖπεν αὐτοῖς ὡς εἴ τι κλέπτοντες ἁλώσοιντο τῶν Μανίας, παραχρῆμα ἀποσφαγήσοιντο. οἱ δʼ ἐδείκνυσαν. ὁ δʼ ἐπεὶ εἶδε πάντα, κατέκλεισεν αὐτὰ καὶ κατεσημήνατο καὶ φύλακας κατέστησεν.
在其他人引路前往梅狄亚斯所侵占的玛尼娅宅邸时,梅狄亚斯也跟在后面。德耳居利达斯进宅后,召来账房司库,吩咐仆役将他们拘押,并预先警告他们说,若发现他们私窃玛尼娅分毫财物,立斩不赦。司库们便指引示出所有财宝。德耳居利达斯察看完一切后,将其锁闭并加盖印封,布置了守卫。
ἐξιὼν δὲ οὓς ηὗρεν ἐπὶ ταῖς θύραις τῶν ταξιάρχων καὶ λοχαγῶν, εἶπεν αὐτοῖς· μισθὸς μὲν ἡμῖν, ὦ ἄνδρες, εἴργασται τῇ στρατιᾷ ἐγγὺς ἐνιαυτοῦ ὀκτακισχιλίοις ἀνδράσιν·3 ἂν δέ τι προσεργασώμεθα, καὶ ταῦτα προσέσται. ταῦτα δʼ εἶπε γιγνώσκων ὅτι ἀκούσαντες πολὺ εὐτακτότεροι καὶ θεραπευτικώτεροι ἔσοιντο. ἐρομένου δὲ τοῦ Μειδίου· ἐμὲ δὲ ποῦ χρὴ οἰκεῖν, ὦ Δερκυλίδα; ἀπεκρίνατο· ἔνθαπερ καὶ δικαιότατον, ὦ Μειδία, ἐν τῇ πατρίδι τῇ σαυτοῦ Σκήψει καὶ ἐν τῇ πατρῴᾳ οἰκίᾳ.
他走出门外,见到在门旁的几位连队长和小队长,便对他们说道:“诸位,我们已为全军八千人筹措了近一年的军饷;若再有进项,也自当追加其中。”他说这番话,深知士兵听闻后必将更加严守纪律、竭力效忠。梅狄亚斯此时问道:“德耳居利达斯大人,那我该住在何处呢?”德耳居利达斯回答说:“正在最为公道之处,梅狄亚斯:就在你自己的祖国斯凯普西斯,在你父亲的故居之中。”
- 3.1.22εἰς δύο
军事阵列术语,指行军时的排阵宽度,即“二人并肩排成纵队前进”(成二路纵队),而非战列上的两层横阵。
- 3.1.23θέσθαι περὶ τὰ τείχη τὰ ὅπλα
由军事习语“θέσθαι τὰ ὅπλα”(放下武器就地歇息/排定武装驻止)与表示方位的介词短语组合而成,指士兵在城墙四周就地放下盾矛歇息戒备,而非向敌方交出武器投降。
- 3.1.28μισθὸς μὲν ἡμῖν, ὦ ἄνδρες, εἴργασται τῇ στρατιᾷ ἐγγὺς ἐνιαυτοῦ ὀκτακισχιλίοις ἀνδράσιν
以完成时被动态动词 εἴργασται(源自 ἐργάζομαι,作被动态“被获取、被筹得”)为核心,叠加了数个与格:ἡμῖν(关系与格/施事与格)、τῇ στρατιᾷ(利益与格)、ὀκτακισχιλίοις ἀνδράσιν(同格说明全军人数)。ἐγγὺς ἐνιαυτοῦ 则是修饰 μισθός、表示时间数量的属格短语。
