- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.1.15-3.1.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梅狄亚斯谋杀玛尼娅后遭法尔纳巴佐斯严辞拒绝,德耳居利达斯乘势进军,兵不血刃接连收服埃奥利斯诸城及凯布伦要塞,解放斯凯普西斯并进逼盖尔吉斯。
ταῦτα δὲ ποιήσας Σκῆψιν καὶ Γέργιθα ἐχυρὰς πόλεις κατέσχεν, ἔνθα καὶ τὰ χρήματα μάλιστα ἦν τῇ Μανίᾳ. αἱ δʼ ἄλλαι πόλεις οὐκ ἐδέχοντο αὐτόν, ἀλλὰ Φαρναβάζῳ ἔσῳζον αὐτὰς οἱ ἐνόντες φρουροί. ἐκ δὲ τούτου ὁ Μειδίας πέμψας δῶρα τῷ Φαρναβάζῳ ἠξίου ἔχειν τὴν χώραν ὥσπερ ἡ Μανία. ὁ δʼ ἀπεκρίνατο φυλάττειν αὐτά, ἔστʼ ἂν αὐτὸς ἐλθὼν σὺν αὐτῷ ἐκείνῳ λάβῃ τὰ δῶρα·1 οὐ γὰρ ἂν ἔφη ζῆν βούλεσθαι μὴ τιμωρήσας Μανίᾳ.2
梅狄亚斯做完这些事后,便控制了斯凯普西斯和盖尔吉斯两座要塞,玛尼娅的大部分财物也正存放在那里。然而其余诸城并不接纳他,驻守其中的卫兵为法尔纳巴佐斯守住了各城。梅狄亚斯随即派人给法尔纳巴佐斯送去礼物,请求像玛尼娅那样保有该地。法尔纳巴佐斯却回复说,叫他妥善看管好它们,直到自己亲自前来并连同那个人一并接收那些礼物;因为他说,如果不为玛尼娅报仇,自己誓不欲生。
ὁ δὲ Δερκυλίδας ἐν τούτῳ τῷ καιρῷ ἀφικνεῖται, καὶ εὐθὺς μὲν ἐν μιᾷ ἡμέρᾳ Λάρισαν καὶ Ἁμαξιτὸν καὶ Κολωνὰς τὰς ἐπιθαλαττίους πόλεις ἑκούσας παρέλαβε· πέμπων δὲ καὶ πρὸς τὰς Αἰολίδας πόλεις ἠξίου ἐλευθεροῦσθαί τε αὐτὰς καὶ εἰς τὰ τείχη δέχεσθαι καὶ συμμάχους γίγνεσθαι. οἱ μὲν οὖν Νεανδρεῖς καὶ Ἰλιεῖς καὶ Κοκυλῖται ἐπείθοντο· καὶ γὰρ οἱ φρουροῦντες Ἕλληνες ἐν αὐταῖς, ἐπεὶ ἡ Μανία ἀπέθανεν, οὐ πάνυ τι καλῶς περιείποντο·
德耳居利达斯正是在这一关头赶到,并在一天之内便接管了沿海的拉里萨、哈马克西托斯和科洛奈诸城,它们皆是自愿归附的;他又派人前往埃奥利斯诸城,要求它们重获自由,接纳他进城并结为盟友。于是尼安德里亚、伊利翁和科库利翁的居民遵从了要求;因为自玛尼娅死后,驻防这些城池的希腊人受到的待遇极差。
ὁ δʼ ἐν Κεβρῆνι, μάλα ἰσχυρῷ χωρίῳ, τὴν φυλακὴν ἔχων, νομίσας, εἰ διαφυλάξειε Φαρναβάζῳ τὴν πόλιν, τιμηθῆναι ἂν ὑπʼ ἐκείνου, οὐκ ἐδέχετο τὸν Δερκυλίδαν. ὁ δὲ ὀργιζόμενος παρεσκευάζετο προσβάλλειν. ἐπεὶ δὲ θυομένῳ αὐτῷ οὐκ ἐγίγνετο τὰ ἱερὰ τῇ πρώτῃ, τῇ ὑστεραίᾳ πάλιν ἐθύετο. ὡς δὲ οὐδὲ ταῦτα ἐκαλλιερεῖτο, πάλιν τῇ τρίτῃ· καὶ μέχρι τεττάρων ἡμερῶν ἐκαρτέρει θυόμενος, μάλα χαλεπῶς φέρων· ἔσπευδε γὰρ πρὶν Φαρνάβαζον βοηθῆσαι ἐγκρατὴς γενέσθαι πάσης τῆς Αἰολίδος.
但在凯布伦——一个极为险要的堡垒——统领守军之人认为,若是为法尔纳巴佐斯守住该城,必将受到重赏,因此不肯接纳德耳居利达斯。德耳居利达斯大怒,准备发起强攻。然而当他献祭时,第一天祭兆不吉,次日便再度献祭。由于这次献祭仍未获吉兆,第三天又再次献祭;他极为焦虑地连续献祭长达四天,因为他急于在法尔纳巴佐斯引援到来之前控制整个埃奥利斯。
Ἀθηνάδας δέ τις Σικυώνιος λοχαγός, νομίσας τὸν μὲν Δερκυλίδαν φλυαρεῖν διατρίβοντα, αὐτὸς δʼ ἱκανὸς εἶναι τὸ ὕδωρ ἀφελέσθαι τοὺς Κεβρηνίους,3 προσδραμὼν σὺν τῇ ἑαυτοῦ τάξει ἐπειρᾶτο τὴν κρήνην συγχοῦν. οἱ δὲ ἔνδοθεν ἐπεξελθόντες αὐτόν τε συνέτρωσαν καὶ δύο ἀπέκτειναν, καὶ τοὺς ἄλλους παίοντες καὶ βάλλοντες ἀπήλασαν. ἀχθομένου δὲ τοῦ Δερκυλίδου, καὶ νομίζοντος ἀθυμοτέραν καὶ τὴν προσβολὴν ἔσεσθαι, ἔρχονται ἐκ τοῦ τείχους παρὰ τῶν Ἑλλήνων κήρυκες, καὶ εἶπον ὅτι ἃ μὲν ὁ ἄρχων ποιοίη οὐκ ἀρέσκοι σφίσιν, αὐτοὶ δὲ βούλοιντο σὺν τοῖς Ἕλλησι μᾶλλον ἢ σὺν τῷ βαρβάρῳ εἶναι.
此时有一位西库翁的连队长阿忒纳达斯,以为德耳居利达斯拖延时间实属荒唐,而自己有能力切断凯布伦人的水源,便率领本部人马冲上前去,试图填塞泉眼。然而城内守军杀出,将他本人击伤,斩杀二人,其余人则在击打和掷石投枪之下被击溃逐退。正当德耳居利达斯为此恼火、并认为接下来的攻城士气必将更为低落时,从城墙内来了希腊人派出的传令官,称长官的所作所为非他们所愿,他们宁愿与希腊人站在一起,而不愿依附于蛮族。
ἔτι δὲ διαλεγομένων αὐτῶν ταῦτα, παρὰ τοῦ ἄρχοντος αὐτῶν ἧκε λέγων ὅτι ὅσα λέγοιεν οἱ πρόσθεν καὶ αὐτῷ δοκοῦντα λέγοιεν. ὁ οὖν Δερκυλίδας εὐθὺς ὥσπερ ἔτυχε κεκαλλιερηκὼς ταύτῃ τῇ ἡμέρᾳ, ἀναλαβὼν τὰ ὅπλα ἡγεῖτο πρὸς τὰς πύλας· οἱ δʼ ἀναπετάσαντες ἐδέξαντο. καταστήσας δὲ καὶ ἐνταῦθα φρουροὺς εὐθὺς ᾔει ἐπὶ τὴν Σκῆψιν καὶ τὴν Γέργιθα.
就在他们还在商谈这些事情时,他们长官手下的一名使者也赶到,声称先前那些人所说的一切也正合长官的心意。德耳居利达斯恰在当天获得了吉兆,便立即整军执械引兵走向城门;守军大开城门将他迎入。在此地也安置了守备军后,他随即进军讨伐斯凯普西斯和盖尔吉斯。
ὁ δὲ Μειδίας προσδοκῶν μὲν τὸν Φαρνάβαζον, ὀκνῶν δʼ ἤδη τοὺς πολίτας, πέμψας πρὸς τὸν Δερκυλίδαν εἶπεν ὅτι ἔλθοι ἂν εἰς λόγους, εἰ ὁμήρους λάβοι. ὁ δὲ πέμψας αὐτῷ ἀπὸ πόλεως ἑκάστης τῶν συμμάχων ἕνα ἐκέλευσε λαβεῖν τούτων ὁπόσους τε καὶ ὁποίους βούλοιτο. ὁ δὲ λαβὼν δέκα ἐξῆλθε, καὶ συμμείξας τῷ Δερκυλίδᾳ ἠρώτα ἐπὶ τίσιν ἂν σύμμαχος γένοιτο. ὁ δʼ ἀπεκρίνατο ἐφʼ ᾧτε τοὺς πολίτας ἐλευθέρους τε καὶ αὐτονόμους ἐᾶν.4 καὶ ἅμα ταῦτα λέγων ᾔει πρὸς τὴν Σκῆψιν.
梅狄亚斯一方面盼望法尔纳巴佐斯赶来援救,另一方面又已经畏惧本城公民,遂派使者去见德耳居利达斯,表示若能得到人质便愿前来会谈。德耳居利达斯从每个盟邦城邦中挑出一人送去,命他任选其中所需人数与人选。梅狄亚斯挑选了十人后出城,与德耳居利达斯相会,询问在何种条件下可以成为盟友。德耳居利达斯回答说,条件是听凭公民自由自主。说罢,便同时引兵向斯凯普西斯开进。
γνοὺς δὲ ὁ Μειδίας ὅτι οὐκ ἂν δύναιτο κωλύειν βίᾳ τῶν πολιτῶν, εἴασεν αὐτὸν εἰσιέναι. ὁ δὲ Δερκυλίδας θύσας τῇ Ἀθηνᾷ ἐν τῇ τῶν Σκηψίων ἀκροπόλει τοὺς μὲν τοῦ Μειδίου φρουροὺς ἐξήγαγε, παραδοὺς δὲ τοῖς πολίταις τὴν πόλιν, καὶ παρακελευσάμενος, ὥσπερ Ἕλληνας καὶ ἐλευθέρους χρή, οὕτω πολιτεύειν, ἐξελθὼν ἡγεῖτο ἐπὶ τὴν Γέργιθα. συμπρούπεμπον δὲ πολλοὶ αὐτὸν καὶ τῶν Σκηψίων, τιμῶντές τε καὶ ἡδόμενοι τοῖς πεπραγμένοις.
梅狄亚斯自知违背公民意志强行阻拦绝无可能,便放任他入城。德耳居利达斯在斯凯普西斯人的卫城中向雅典娜献祭,随后逐出梅狄亚斯的守军,将城邦交还给公民,并劝导他们应当以身为自由的希腊人应有的方式治理城邦,之后出城引军奔向盖尔吉斯。许多斯凯普西斯公民也为他送行,礼敬于他,并为眼前所成就之事欣喜万分。
- 3.1.15φυλάττειν αὐτά, ἔστʼ ἂν αὐτὸς ἐλθὼν σὺν αὐτῷ ἐκείνῳ λάβῃ τὰ δῶρα
由动词 ἀπεκρίνατο 引出的不定式 φυλάττειν 在间接引语中表达命令(命令性不定式)。短语 σὺν αὐτῷ ἐκείνῳ 意为“连同那人[梅狄亚斯]自己一并”,包含了法尔纳巴佐斯严酷的讽刺与威胁,暗示来取礼品的同时将处置凶手梅狄亚斯本人。
- 3.1.15οὐ γὰρ ἂν ἔφη ζῆν βούλεσθαι μὴ τιμωρήσας Μανίᾳ
间接引语(由 ἔφη 支配)中的 ἂν ... βούλεσθαι 相当于直接引语中带有 ἄν 的潜能祈愿语气(οὐκ ἂν ζῆν βουλοίμην)。带有否定词 μή 的分词 μὴ τιμωρήσας 起条件从句作用(“若不为玛尼娅报仇”)。
- 3.1.18τὸ ὕδωρ ἀφελέσθαι τοὺς Κεβρηνίους
动词 ἀφαιρέομαι(意为“剥夺某人的某物”)在此接双宾格:被剥夺之物(τὸ ὕδωρ)与被剥夺之人(τοὺς Κεβρηνίους)。
- 3.1.20ἐφʼ ᾧτε τοὺς πολίτας ἐλευθέρους τε καὶ αὐτονόμους ἐᾶν
连词 ἐφʼ ᾧτε 连同不定式 ἐᾶν 表示协议或和约中的附加条件(“以听凭公民自由自主为条件”)。
