- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.4.35-2.4.43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在保萨尼亚斯国王的斡旋下,雅典城内的寡头派与比雷埃夫斯的民主派达成和解,色拉叙布洛斯劝告民众保持自制并恢复民主制,最终与埃琉西斯实现和平统一。
ὁ δὲ Παυσανίας τροπαῖον στησάμενος ἀνεχώρησε· καὶ οὐδʼ ὣς ὠργίζετο αὐτοῖς, ἀλλὰ λάθρᾳ πέμπων ἐδίδασκε τοὺς ἐν Πειραιεῖ οἷα χρὴ λέγοντας πρέσβεις πέμπειν πρὸς ἑαυτὸν καὶ τοὺς παρόντας ἐφόρους. οἱ δʼ ἐπείθοντο. διίστη δὲ καὶ τοὺς ἐν τῷ ἄστει, καὶ ἐκέλευε πρὸς σφᾶς προσιέναι ὡς πλείστους συλλεγομένους, λέγοντας1 ὅτι οὐδὲν δέονται τοῖς ἐν τῷ Πειραιεῖ πολεμεῖν, ἀλλὰ διαλυθέντες κοινῇ ἀμφότεροι Λακεδαιμονίοις φίλοι εἶναι.
保萨尼亚斯树立起战胜纪念碑后便撤军了;即便在如此情况下,他也没有对他们怀恨在心,反倒暗中派人教导比雷埃夫斯的人,应当让使节向他本人和在场的监察官提出何种言辞。他们遵照执行。他还使城内的人分化,命他们尽可能多地集结起来前来见〔保萨尼亚斯〕他们,声明他们完全无需与比雷埃夫斯的人作战,而是应当实现和解,双方共同成为拉刻代蒙人的朋友。
ἡδέως δὲ ταῦτα καὶ Ναυκλείδας ἔφορος ὢν συνήκουεν· ὥσπερ γὰρ νομίζεται σὺν βασιλεῖ δύο τῶν ἐφόρων συστρατεύεσθαι, καὶ τότε παρῆν οὗτός τε καὶ ἄλλος, ἀμφότεροι τῆς μετὰ Παυσανίου γνώμης ὄντες μᾶλλον ἢ τῆς μετὰ Λυσάνδρου. διὰ ταῦτα οὖν καὶ εἰς τὴν Λακεδαίμονα προθύμως ἔπεμπον τούς τʼ ἐκ τοῦ Πειραιῶς ἔχοντας τὰς πρὸς Λακεδαιμονίους σπονδὰς καὶ τοὺς ἀπὸ τῶν ἐν τῷ ἄστει ἰδιώτας, Κηφισοφῶντά τε καὶ Μέλητον.
身为监察官的瑙克莱达斯也欣然倾听这些话;因为依照惯例,有两名监察官随国王一同出征,当时他与另一名监察官随行,两人都赞同保萨尼亚斯的意见,而非吕山德的意见。因此,他们热心地向拉刻代蒙派遣了使者,其中包括携有与拉刻代蒙人讲和协议的比雷埃夫斯代表,以及城内平民代表凯菲索丰和梅勒托斯。
ἐπεὶ μέντοι οὗτοι ᾤχοντο εἰς Λακεδαίμονα, ἔπεμπον δὴ καὶ οἱ ἀπὸ τοῦ κοινοῦ ἐκ τοῦ ἄστεως λέγοντας ὅτι αὐτοὶ μὲν παραδιδόασι καὶ τὰ τείχη ἃ ἔχουσι καὶ σφᾶς αὐτοὺς Λακεδαιμονίοις χρῆσθαι ὅ τι βούλονται· ἀξιοῦν δʼ ἔφασαν καὶ τοὺς ἐν Πειραιεῖ, εἰ φίλοι φασὶν εἶναι Λακεδαιμονίοις, παραδιδόναι τόν τε Πειραιᾶ καὶ τὴν Μουνιχίαν.
然而,当这些人前往拉刻代蒙时,城邦当局也派出使者,声明他们将所占据的城墙与自身全都交由拉刻代蒙人随意处置;他们还声称,他们要求比雷埃夫斯的人,若自称是拉刻代蒙人的朋友,也应当交出比雷埃夫斯和穆尼基亚。
ἀκούσαντες δὲ πάντων αὐτῶν οἱ ἔφοροι καὶ οἱ ἔκκλητοι, ἐξέπεμψαν πεντεκαίδεκα ἄνδρας εἰς τὰς Ἀθήνας, καὶ ἐπέταξαν σὺν Παυσανίᾳ διαλλάξαι ὅπῃ δύναιντο κάλλιστα. οἱ δὲ διήλλαξαν ἐφʼ ᾧτε εἰρήνην μὲν ἔχειν ὡς πρὸς ἀλλήλους, ἀπιέναι δὲ ἐπὶ τὰ ἑαυτῶν ἕκαστον2 πλὴν τῶν τριάκοντα καὶ τῶν ἕνδεκα καὶ τῶν ἐν Πειραιεῖ ἀρξάντων δέκα. εἰ δέ τινες φοβοῖντο τῶν ἐξ ἄστεως, ἔδοξεν αὐτοῖς Ἐλευσῖνα κατοικεῖν.
监察官与公民大会听取了所有这些人的发言后,派遣十五人前往雅典,责成他们与保萨尼亚斯一起,以尽可能妥善的方式实现和解。他们达成了和解,条件是:彼此维持和平,除了三十人政权、十一人委员会以及曾统治比雷埃夫斯的十人委员会之外,每人各自回归己业。若城内有人心存恐惧,则决议让他们定居于埃琉西斯。
τούτων δὲ περανθέντων Παυσανίας μὲν διῆκε τὸ στράτευμα, οἱ δʼ ἐκ τοῦ Πειραιῶς ἀνελθόντες σὺν τοῖς ὅπλοις εἰς τὴν ἀκρόπολιν ἔθυσαν τῇ Ἀθηνᾷ. ἐπεὶ δὲ κατέβησαν οἱ στρατηγοί, ἔνθα δὴ ὁ Θρασύβουλος ἔλεξεν·
这些事情办妥后,保萨尼亚斯解散了军队;比雷埃夫斯的人全副武装登上卫城,向雅典娜献祭。当将领们下来后,色拉叙布洛斯便发表讲话说:
ὑμῖν, ἔφη, ὦ ἐκ τοῦ ἄστεως ἄνδρες, συμβουλεύω ἐγὼ γνῶναι ὑμᾶς αὐτούς. μάλιστα δʼ ἂν γνοίητε, εἰ ἀναλογίσαισθε ἐπὶ τίνι ὑμῖν μέγα φρονητέον ἐστίν, ὥστε ἡμῶν ἄρχειν ἐπιχειρεῖν.3 πότερον δικαιότεροί ἐστε; ἀλλʼ ὁ μὲν δῆμος πενέστερος ὑμῶν ὢν οὐδὲν πώποτε ἕνεκα χρημάτων ὑμᾶς ἠδίκηκεν· ὑμεῖς δὲ πλουσιώτεροι πάντων ὄντες πολλὰ καὶ αἰσχρὰ ἕνεκα κερδέων πεποιήκατε. ἐπεὶ δὲ δικαιοσύνης οὐδὲν ὑμῖν προσήκει, σκέψασθε εἰ ἄρα ἐπʼ ἀνδρείᾳ ὑμῖν μέγα φρονητέον.
“城内的人啊,”他说,“我劝你们认清自己。只要你们反思自己究竟凭何自视甚高,以至于企图统治我们,你们就能最清楚地认清这一点。是因为你们更加公正吗?然而平民虽然比你们贫穷,却从未为了金钱侵害过你们;而你们身为最富有的人,却为了谋求利益做下了许多可耻的勾当。既然你们与正义毫无干系,那就审视一下你们是否当凭勇敢而自视甚高吧。
καὶ τίς ἂν καλλίων κρίσις τούτου γένοιτο ἢ ὡς ἐπολεμήσαμεν πρὸς ἀλλήλους; ἀλλὰ γνώμῃ φαίητʼ ἂν προέχειν, οἳ ἔχοντες καὶ τεῖχος καὶ ὅπλα καὶ χρήματα καὶ συμμάχους Πελοποννησίους ὑπὸ τῶν οὐδὲν τούτων ἐχόντων περιείληφθε; ἀλλʼ ἐπὶ Λακεδαιμονίοις δὴ οἴεσθε μέγα φρονητέον εἶναι; πῶς, οἵγε ὥσπερ τοὺς δάκνοντας κύνας κλοιῷ δήσαντες παραδιδόασιν, οὕτω κἀκεῖνοι ὑμᾶς παραδόντες τῷ ἠδικημένῳ τούτῳ δήμῳ οἴχονται ἀπιόντες;4
对此,难道还有比我们彼此交战的情形更佳的评判标准吗?或者你们会说自己在才智上高人一等?你们拥有城墙、武器、金钱以及伯罗奔尼撒盟友,却被这些东西一样也没有的人逼入绝境。难道你们自以为应当仰仗拉刻代蒙人而自傲吗?怎么会呢,他们就像把咬人的恶犬套上颈圈交出一样,将你们交给了这群受欺凌的平民,然后径自离去了。
οὐ μέντοι γε ὑμᾶς, ὦ ἄνδρες, ἀξιῶ ἐγὼ ὧν ὀμωμόκατε παραβῆναι οὐδέν,5 ἀλλὰ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις καλοῖς ἐπιδεῖξαι, ὅτι καὶ εὔορκοι καὶ ὅσιοί ἐστε. εἰπὼν δὲ ταῦτα καὶ ἄλλα τοιαῦτα, καὶ ὅτι οὐδὲν δέοι ταράττεσθαι, ἀλλὰ τοῖς νόμοις τοῖς ἀρχαίοις χρῆσθαι, ἀνέστησε τὴν ἐκκλησίαν.
然而,诸位,我绝不要求你们违背所立的任何誓言,而是希望你们在其他美德之外,还要证明自己是信守誓言、虔敬正派的人。”他说完这些话以及其他诸如此类的话,并表示无须骚乱扰动,而应当遵守古代的法律,随后便解散了大会。
καὶ τότε μὲν ἀρχὰς καταστησάμενοι ἐπολιτεύοντο· ὑστέρῳ δὲ χρόνῳ ἀκούσαντες ξένους μισθοῦσθαι τοὺς Ἐλευσῖνι, στρατευσάμενοι πανδημεὶ ἐπʼ αὐτοὺς τοὺς μὲν στρατηγοὺς αὐτῶν εἰς λόγους ἐλθόντας ἀπέκτειναν, τοῖς δὲ ἄλλοις εἰσπέμψαντες τοὺς φίλους καὶ ἀναγκαίους ἔπεισαν συναλλαγῆναι. καὶ ὀμόσαντες ὅρκους ἦ μὴν μὴ μνησικακήσειν, ἔτι καὶ νῦν ὁμοῦ τε πολιτεύονται καὶ τοῖς ὅρκοις ἐμμένει ὁ δῆμος.
当时,他们任命了执政官员,治理城邦政务;后来,他们听说埃琉西斯的人在招募雇佣军,便全军出动征讨他们,将前来谈判的敌方将领处死,又派出亲友劝说其余的人和解。在庄严起誓决不记前嫌之后,直到今天,他们仍然一同治理政务,平民亦坚守誓言。
- 2.4.35ἐκέλευε πρὸς σφᾶς προσιέναι ὡς πλείστους συλλεγομένους, λέγοντας
间接反身代词 σφᾶς 指代主句主语保萨尼亚斯及其随行监察官。分词 λέγοντας 为宾格,在语法上与不定式 προσιέναι 的逻辑主语 ὡς πλείστους συλλεγομένους(城内集结的众人)保持一致。
- 2.4.38ἐφʼ ᾧτε εἰρήνην μὲν ἔχειν ὡς πρὸς ἀλλήλους, ἀπιέναι δὲ ἐπὶ τὰ ἑαυτῶν ἕκαστον
ἐφʼ ᾧτε 接不定式 ἔχειν 和 ἀπιέναι 表示条约或协议的条件(“条件是……”)。宾格 ἕκαστον 作不定式 ἀπιέναι 的逻辑主语。
- 2.4.40ἐπὶ τίνι ὑμῖν μέγα φρονητέον ἐστίν, ὥστε ἡμῶν ἄρχειν ἐπιχειρεῖν
中性单数动形容词 φρονητέον 与 ἐστίν 构成表示义务或必要的非人称句式,与格 ὑμῖν 表示动作的主体(行为者)。其后的 ὥστε 引导的不定式表示程度或结果(“以至于企图统治我们”)。
- 2.4.41οἵγε ὥσπερ τοὺς δάκνοντας κύνας κλοιῷ δήσαντες παραδιδόασιν, οὕτω κἀκεῖνοι ὑμᾶς παραδόντες τῷ ἠδικημένῳ τούτῳ δήμῳ οἴχονται ἀπιόντες;
在疑问副词 πῶς 之后承前省略了谓语部分。带语气助词的关系代词 οἵγε 引导表示反驳理由的从句(“既然他们……”)。οἴχονται ἀπιόντες 是 οἴχομαι 搭配现在分词的惯用表达,表示“已经离去/扬长而去”。
- 2.4.42ὧν ὀμωμόκατε παραβῆναι οὐδέν
属格 ὧν 是由于先行词 τούτων 省略而发生的关系代词吸引(attraction),其原形应为作为 ὀμωμόκατε 内在宾语的 ἃ,整体作 οὐδέν 所修饰的部分属格(即 οὐδὲν τούτων ἃ ὀμωμόκατε,“在你们所发誓的诸事中无一件”)。
