- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.4.27-2.4.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在寡头派求援后吕山德介入,但斯巴达国王保萨尼亚斯因警惕吕山德而率盟军介入雅典,经过数次前哨战后与比雷埃夫斯的民主派展开激战。
ἀνταπέκτειναν δὲ καὶ οἱ ἐν Πειραιεῖ τῶν ἱππέων ἐπʼ ἀγροῦ λαβόντες Καλλίστρατον φυλῆς Λεοντίδος. καὶ γὰρ ἤδη μέγα ἐφρόνουν, ὥστε καὶ πρὸς τὸ τεῖχος τοῦ ἄστεως προσέβαλλον. εἰ δὲ καὶ τοῦτο δεῖ εἰπεῖν τοῦ μηχανοποιοῦ1 τοῦ ἐν τῷ ἄστει, ὃς ἐπεὶ ἔγνω ὅτι κατὰ τὸν ἐκ Λυκείου δρόμον μέλλοιεν τὰς μηχανὰς προσάγειν, τὰ ζεύγη ἐκέλευσε πάντα ἁμαξιαίους λίθους ἄγειν καὶ καταβάλλειν ὅπου ἕκαστος βούλοιτο τοῦ δρόμου. ὡς δὲ τοῦτο ἐγένετο, πολλὰ εἷς ἕκαστος τῶν λίθων πράγματα παρεῖχε.
比雷埃夫斯的人也采取报复,在乡野从骑兵中捕获并杀害了莱昂提斯部族的卡利斯特拉托斯。因为他们此时已经士气大振,甚至开始向城墙发起攻击。如果关于城内的攻城工程师也当提及此事的话:当他得知敌军打算沿着从吕克昂通来的跑道推进攻城器械时,便命令所有的车队运载大车容量的巨石,倾倒在跑道上各自愿意放置的任何地方。此事付诸实施后,每一块石头都给敌军造成了极大的麻烦。
πεμπόντων δὲ πρέσβεις εἰς Λακεδαίμονα τῶν μὲν τριάκοντα ἐξ Ἐλευσῖνος, τῶν δʼ ἐν τῷ καταλόγῳ ἐξ ἄστεως, καὶ βοηθεῖν κελευόντων, ὡς ἀφεστηκότος τοῦ δήμου ἀπὸ Λακεδαιμονίων, Λύσανδρος λογισάμενος ὅτι οἷόν τε εἴη ταχὺ ἐκπολιορκῆσαι τοὺς ἐν τῷ Πειραιεῖ κατά τε γῆν καὶ κατὰ θάλατταν, εἰ τῶν ἐπιτηδείων ἀποκλεισθείησαν, συνέπραξεν ἑκατόν τε τάλαντα αὐτοῖς δανεισθῆναι, καὶ αὐτὸν μὲν κατὰ γῆν ἁρμοστήν, Λίβυν δὲ τὸν ἀδελφὸν ναυαρχοῦντα ἐκπεμφθῆναι.
当埃琉西斯的三十人政权和城中登记册上的人向拉刻代蒙派遣使节请求援助,声称平民背叛了拉刻代蒙人时,吕山德算定,如果切断比雷埃夫斯之人的补给,就有可能从陆地和海上迅速通过围困将其攻克,于是促成借给他们一百塔兰同,并使自己作为陆军指挥官、其弟利比斯作为海军舰队长官被派遣前往。
καὶ ἐξελθὼν αὐτὸς μὲν Ἐλευσῖνάδε συνέλεγεν ὁπλίτας πολλοὺς Πελοποννησίους· ὁ δὲ ναύαρχος κατὰ θάλατταν ἐφύλαττεν ὅπως μηδὲν εἰσπλέοι αὐτοῖς τῶν ἐπιτηδείων· ὥστε ταχὺ πάλιν ἐν ἀπορίᾳ ἦσαν οἱ ἐν Πειραιεῖ, οἱ δʼ ἐν τῷ ἄστει πάλιν αὖ μέγα ἐφρόνουν ἐπὶ τῷ Λυσάνδρῳ. οὕτω δὲ προχωρούντων Παυσανίας ὁ βασιλεὺς φθονήσας Λυσάνδρῳ, εἰ κατειργασμένος ταῦτα ἅμα μὲν εὐδοκιμήσοι, ἅμα δὲ ἰδίας ποιήσοιτο τὰς Ἀθήνας, πείσας τῶν ἐφόρων τρεῖς ἐξάγει φρουράν.
吕山德亲自前往埃琉西斯,集结了许多伯罗奔尼撒重装步兵;舰队长官则在海上封锁,防备有任何生活物资运入比雷埃夫斯;以致比雷埃夫斯的人很快再次陷入窘境,而城内的人因依靠吕山德而再度意气风发。局势如此发展之际,国王保萨尼亚斯嫉妒吕山德,担心他若完成这些功业,既会赢得巨大声誉,又会将雅典变为私产,便说服了五长官中的三人,率领大军出征。
συνείποντο δὲ καὶ οἱ σύμμαχοι πάντες πλὴν Βοιωτῶν καὶ Κορινθίων· οὗτοι δὲ ἔλεγον μὲν ὅτι οὐ νομίζοιεν εὐορκεῖν ἂν στρατευόμενοι2 ἐπʼ Ἀθηναίους μηδὲν παράσπονδον ποιοῦντας· ἔπραττον δὲ ταῦτα, ὅτι ἐγίγνωσκον Λακεδαιμονίους βουλομένους τὴν τῶν Ἀθηναίων χώραν οἰκείαν καὶ πιστὴν ποιήσασθαι. ὁ δὲ Παυσανίας ἐστρατοπεδεύσατο μὲν ἐν τῷ Ἁλιπέδῳ καλουμένῳ πρὸς τῷ Πειραιεῖ δεξιὸν ἔχων κέρας, Λύσανδρος δὲ σὺν τοῖς μισθοφόροις τὸ εὐώνυμον.
除维奥蒂亚人和科林斯人之外,所有的同盟军都随军出征;这两邦声称,出兵攻打并未违反任何条约的雅典人,并不符合信守誓言的原则;但他们之所以这样做,是因为他们看穿了拉刻代蒙人企图将雅典人的土地变为自己顺从可靠的领地。保萨尼亚斯在比雷埃夫斯附近被称为哈利佩顿的地方扎营,掌管右翼,吕山德则率雇佣军掌管左翼。
πέμπων δὲ πρέσβεις ὁ Παυσανίας πρὸς τοὺς ἐν Πειραιεῖ ἐκέλευεν ἀπιέναι ἐπὶ τὰ ἑαυτῶν· ἐπεὶ δʼ οὐκ ἐπείθοντο, προσέβαλλεν ὅσον ἀπὸ βοῆς ἕνεκεν, ὅπως μὴ δῆλος εἴη εὐμενὴς αὐτοῖς ὤν. ἐπεὶ δʼ οὐδὲν ἀπὸ τῆς προσβολῆς πράξας ἀπῆλθε, τῇ ὑστεραίᾳ λαβὼν τῶν μὲν Λακεδαιμονίων δύο μόρας, τῶν δὲ Ἀθηναίων ἱππέων τρεῖς φυλάς, παρῆλθεν ἐπὶ τὸν κωφὸν λιμένα, σκοπῶν πῇ εὐαποτειχιστότατος εἴη ὁ Πειραιεύς.
保萨尼亚斯遣使前往比雷埃夫斯的人那里,命令他们各自返回家中;当他们不肯服从时,他便发起进攻,但这仅仅是为了虚张声势,以免暴露出自己对他们心怀善意。在进攻无果而退却后,次日他率领拉刻代蒙人的两个莫拉和雅典骑兵的三个部族,推进到哑港,巡查比雷埃夫斯何处最容易构筑封锁墙。
ἐπεὶ δὲ ἀπιόντος αὐτοῦ προσέθεόν τινες καὶ πράγματα αὐτῷ παρεῖχον, ἀχθεσθεὶς παρήγγειλε τοὺς μὲν ἱππέας ἐλᾶν εἰς αὐτοὺς ἐνέντας, καὶ τὰ δέκα ἀφʼ ἥβης3 συνέπεσθαι· σὺν δὲ τοῖς ἄλλοις αὐτὸς ἐπηκολούθει. καὶ ἀπέκτειναν μὲν ἐγγὺς τριάκοντα τῶν ψιλῶν, τοὺς δʼ ἄλλους κατεδίωξαν πρὸς τὸ Πειραιοῖ θέατρον.
当他撤退时,有些人跑上前去骚扰他,他被激怒,遂下令骑兵全速策马冲入敌群,成年前十个年龄段的士兵紧随其后;他本人则率其余兵力跟进。他们杀死了将近三十名轻装兵,并将其余的人一直追击到比雷埃夫斯的剧场。
ἐκεῖ δὲ ἔτυχον ἐξοπλιζόμενοι οἵ τε πελτασταὶ πάντες καὶ οἱ ὁπλῖται τῶν ἐκ Πειραιῶς. καὶ οἱ μὲν ψιλοὶ εὐθὺς ἐκδραμόντες ἠκόντιζον, ἔβαλλον, ἐτόξευον, ἐσφενδόνων· οἱ δὲ Λακεδαιμόνιοι, ἐπεὶ αὐτῶν πολλοὶ ἐτιτρώσκοντο, μάλα πιεζόμενοι ἀνεχώρουν ἐπὶ πόδα·4 οἱ δʼ ἐν τούτῳ πολὺ μᾶλλον ἐπέκειντο. ἐνταῦθα καὶ ἀποθνῄσκει Χαίρων τε καὶ Θίβραχος, ἄμφω πολεμάρχω, καὶ Λακράτης ὁ Ὀλυμπιονίκης καὶ ἄλλοι οἱ τεθαμμένοι Λακεδαιμονίων πρὸ τῶν πυλῶν ἐν Κεραμεικῷ.
在那里,比雷埃夫斯的所有标枪兵与重装步兵恰巧正在全副披挂。轻装兵立刻奔出,投掷标枪、掷石、射箭并用投石索射击;拉刻代蒙人因许多人负伤,在极度窘迫下正面向敌缓步后撤;在此期间敌军攻击得更加猛烈。在此役中,同为军职长官的凯隆和提布拉科斯阵亡,奥林匹克优胜者拉克拉特斯以及葬在陶工区城门前的其他拉刻代蒙人亦战死于此。
ὁρῶν δὲ ταῦτα ὁ Θρασύβουλος καὶ οἱ ἄλλοι ὁπλῖται, ἐβοήθουν, καὶ ταχὺ παρετάξαντο πρὸ τῶν ἄλλων ἐπʼ ὀκτώ. ὁ δὲ Παυσανίας μάλα πιεσθεὶς καὶ ἀναχωρήσας ὅσον στάδια τέτταρα ἢ πέντε πρὸς λόφον τινά, παρήγγελλε τοῖς Λακεδαιμονίοις καὶ τοῖς ἄλλοις συμμάχοις ἐπιχωρεῖν πρὸς ἑαυτόν. ἐκεῖ δὲ συνταξάμενος παντελῶς βαθεῖαν τὴν φάλαγγα ἦγεν ἐπὶ τοὺς Ἀθηναίους. οἱ δʼ εἰς χεῖρας μὲν ἐδέξαντο, ἔπειτα δὲ οἱ μὲν ἐξεώσθησαν εἰς τὸν ἐν ταῖς Ἁλαῖς πηλόν, οἱ δὲ ἐνέκλιναν· καὶ ἀποθνῄσκουσιν αὐτῶν ὡς πεντήκοντα καὶ ἑκατόν.
色拉叙布洛斯与其他重装步兵见状,赶来增援,迅速在其余人前方排成八列深度的战阵。保萨尼亚斯受到极大压制,退至约四五斯塔德之外的一座山丘上,下令拉刻代蒙人及其他盟军向他靠拢。他在那里将方阵排布得极深,然后率军向雅典人发起冲锋。雅典人与之展开白兵肉搏,但随后有些人被挤压进哈莱的泥沼中,另一些人溃散败退;他们中大约有一百五十人战死。
- 2.4.27εἰ δὲ καὶ τοῦτο δεῖ εἰπεῖν τοῦ μηχανοποιοῦ
属格 τοῦ μηχανοποιοῦ 可视作表归属的谓语性属格或相关属格(“如果这件业绩也应当归于那位工程师而加以叙述的话”)。宾格 τοῦτο 先行指代后文的关系代词从句(ὃς ἐπεὶ ἔγνω...)。
- 2.4.30οὐ νομίζοιεν εὐορκεῖν ἂν στρατευόμενοι
间接引语中分词+ἄν+不定式的结构。分词 στρατευόμενοι 表条件,相当于直接引语中的虚拟/可能条件句:οὐκ ἂν εὐορκοῖμεν εἰ στρατευοίμεθα(“如果我们出兵,就不会是在信守誓言”)。
- 2.4.32τὰ δέκα ἀφʼ ἥβης
斯巴达军制中的习惯表达法,中性复数宾格,指达到成年(ἥβη,通常为20岁)之后的前十个年龄梯队(即20至29岁左右的年轻士兵)。
- 2.4.33ἀνεχώρουν ἐπὶ πόδα
军事习惯用语,指背不转向敌方、正面对敌保持步调后撤(缓步后撤)。
