← 色诺芬

希腊史

§3.1.1-3.1.7

援助居鲁士与希布隆远征小亚细亚

雅典内讧结束后,斯巴达应小居鲁士之请派海军相助;在居鲁士败亡后,斯巴达又应伊奥尼亚诸邦之请派遣希布隆出兵小亚细亚,记述了其在当地展开的军事行动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.1

ἡ μὲν δὴ Ἀθήνησι στάσις οὕτως ἐτελεύτησεν. ἐκ δὲ τούτου πέμψας Κῦρος ἀγγέλους εἰς Λακεδαίμονα ἠξίου, οἷόσπερ αὐτὸς Λακεδαιμονίοις ἦν ἐν τῷ πρὸς Ἀθηναίους πολέμῳ, τοιούτους καὶ Λακεδαιμονίους αὐτῷ γίγνεσθαι. οἱ δʼ ἔφοροι δίκαια νομίσαντες λέγειν αὐτόν, Σαμίῳ τῷ τότε ναυάρχῳ ἐπέστειλαν ὑπηρετεῖν Κύρῳ, εἴ τι δέοιτο. κἀκεῖνος μέντοι προθύμως ὅπερ ἐδεήθη ὁ Κῦρος ἔπραξεν· ἔχων γὰρ τὸ ἑαυτοῦ ναυτικὸν σὺν τῷ Κύρου περιέπλευσεν εἰς Κιλικίαν, καὶ ἐποίησε τὸν τῆς Κιλικίας ἄρχοντα Συέννεσιν μὴ δύνασθαι κατὰ γῆν ἐναντιοῦσθαι Κύρῳ πορευομένῳ ἐπὶ βασιλέα.

雅典的内讧就这样结束了。此后,小居鲁士派遣使者前往拉刻代蒙,要求拉刻代蒙人对待他也应当像他在对雅典人的战争中对待拉刻代蒙人一样。监察官们认为他的要求合情合理,便指示当时的海军统领萨米奥斯,只要居鲁士有所需要,就听凭调遣。萨米奥斯也热心执行了居鲁士的要求;因为他率领自己的舰队与居鲁士的舰队一同绕航至基利基亚,使得基利基亚的统治者绪厄涅西斯无法在陆上阻挡居鲁士向国王进军。

§3.1.2

ὡς μὲν οὖν Κῦρος στράτευμά τε συνέλεξε καὶ τοῦτʼ ἔχων ἀνέβη ἐπὶ τὸν ἀδελφόν, καὶ ὡς ἡ μάχη ἐγένετο, καὶ ὡς ἀπέθανε, καὶ ὡς ἐκ τούτου ἀπεσώθησαν οἱ Ἕλληνες ἐπὶ θάλατταν, Θεμιστογένει τῷ Συρακοσίῳ γέγραπται.

至于居鲁士如何集结军队、率军讨伐他的兄长,战事如何发生,他如何战死,以及希腊军队此后如何安全撤至海边,叙拉古的忒弥斯托革涅斯已有著述。

§3.1.3

ἐπεὶ μέντοι Τισσαφέρνης, πολλοῦ ἄξιος βασιλεῖ δόξας γεγενῆσθαι ἐν τῷ πρὸς τὸν ἀδελφὸν πολέμῳ, σατράπης κατεπέμφθη ὧν τε αὐτὸς πρόσθεν ἦρχε καὶ ὧν Κῦρος,1 εὐθὺς ἠξίου τὰς Ἰωνικὰς πόλεις ἁπάσας ἑαυτῷ ὑπηκόους εἶναι. αἱ δὲ ἅμα μὲν ἐλεύθεραι βουλόμεναι εἶναι, ἅμα δὲ φοβούμεναι τὸν Τισσαφέρνην, ὅτι Κῦρον, ὅτʼ ἔζη, ἀντʼ ἐκείνου ᾑρημέναι ἦσαν, εἰς μὲν τὰς πόλεις οὐκ ἐδέχοντο αὐτόν, εἰς Λακεδαίμονα δὲ ἔπεμπον πρέσβεις, καὶ ἠξίουν, ἐπεὶ πάσης τῆς Ἑλλάδος προστάται εἰσίν, ἐπιμεληθῆναι καὶ σφῶν τῶν ἐν τῇ Ἀσίᾳ Ἑλλήνων, ὅπως ἥ τε χώρα μὴ δῃοῖτο αὐτῶν καὶ αὐτοὶ ἐλεύθεροι εἶεν.

然而,提萨斐尼因在对国王之弟的战争中被认为为国王立下了大功,被降派兼任自己此前管辖的和居鲁士管辖的属地的总督,他随即要求所有伊奥尼亚的城邦臣服于他。这些城邦一方面希望保持自由,另一方面由于在居鲁士生前拥护了居鲁士而背弃提萨斐尼,因而在畏惧提萨斐尼之下,拒绝接纳他入城,反而向拉刻代蒙派遣使节,要求拉刻代蒙人既然作为全希腊的领袖,就应当眷顾他们这些在亚细亚的希腊人,免使他们的土地遭到蹂躏,并使他们自身得以自由。

§3.1.4

οἱ οὖν Λακεδαιμόνιοι πέμπουσιν αὐτοῖς Θίβρωνα ἁρμοστήν, δόντες στρατιώτας τῶν μὲν νεοδαμώδων εἰς χιλίους, τῶν δὲ ἄλλων Πελοποννησίων εἰς τετρακισχιλίους. ᾐτήσατο δʼ ὁ Θίβρων καὶ παρʼ Ἀθηναίων τριακοσίους ἱππέας, εἰπὼν ὅτι αὐτὸς μισθὸν παρέξει. οἱ δʼ ἔπεμψαν τῶν ἐπὶ τῶν τριάκοντα ἱππευσάντων,2 νομίζοντες κέρδος τῷ δήμῳ, εἰ ἀποδημοῖεν καὶ ἐναπόλοιντο.

于是拉刻代蒙人派遣希布隆作为长官前往他们那里,给了他大约一千名新公民士兵,以及大约四千名其他伯罗奔尼撒士兵。希布隆还向雅典人索要三百名骑兵,声称自己会支付军饷。雅典人便从三十僭主时期服过骑兵役的人中派遣了这些人,认为他们若是客死异乡,对平民大众倒是一件有利之事。

§3.1.5

ἐπεὶ δʼ εἰς τὴν Ἀσίαν ἀφίκοντο, συνήγαγε στρατιώτας καὶ ἐκ τῶν ἐν τῇ ἠπείρῳ Ἑλληνίδων πόλεων· πᾶσαι γὰρ τότε αἱ πόλεις ἐπείθοντο ὅ τι Λακεδαιμόνιος ἀνὴρ ἐπιτάττοι. καὶ σὺν μὲν ταύτῃ τῇ στρατιᾷ ὁρῶν Θίβρων τὸ ἱππικὸν εἰς τὸ πεδίον οὐ κατέβαινεν, ἠγάπα δὲ εἰ ὅπου τυγχάνοι ὤν, δύναιτο ταύτην τὴν χώραν ἀδῄωτον διαφυλάττειν.

当他们到达亚细亚后,他又从大陆上的希腊城邦征集了士兵;因为当时所有的城邦对于拉刻代蒙人发出的任何命令都唯命是从。即使拥有这支军队,希布隆看到敌方的骑兵也不敢下到平原,只要能在自己所在之处保全那片土地不遭劫掠,便心满意足了。

§3.1.6

ἐπεὶ δὲ σωθέντες οἱ ἀναβάντες μετὰ Κύρου συνέμειξαν αὐτῷ, ἐκ τούτου ἤδη καὶ ἐν τοῖς πεδίοις ἀντετάττετο τῷ Τισσαφέρνει, καὶ πόλεις Πέργαμον μὲν ἑκοῦσαν προσέλαβε καὶ Τευθρανίαν καὶ Ἁλίσαρναν, ὧν Εὐρυσθένης τε καὶ Προκλῆς ἦρχον οἱ ἀπὸ Δαμαράτου τοῦ Λακεδαιμονίου· ἐκείνῳ δʼ αὕτη ἡ χώρα δῶρον ἐκ βασιλέως ἐδόθη ἀντὶ τῆς ἐπὶ τὴν Ἑλλάδα συστρατείας· προσεχώρησαν δὲ αὐτῷ καὶ Γοργίων καὶ Γογγύλος, ἀδελφοὶ ὄντες, ἔχοντες ὁ μὲν Γάμβριον καὶ Παλαιγάμβριον, ὁ δὲ Μύριναν καὶ Γρύνειον· δῶρον δὲ καὶ αὗται αἱ πόλεις ἦσαν παρὰ βασιλέως Γογγύλῳ, ὅτι μόνος Ἐρετριέων μηδίσας ἔφυγεν.

但是,当跟随居鲁士远征内陆并幸存撤退的人与他汇合之后,自此他便开始在平原上也与提萨斐尼列阵对抗,并收纳了多座城邦:自愿归附的珀耳加蒙,以及忒特拉尼亚和哈利萨耳纳——这些城邦由拉刻代蒙人达玛拉托斯的后裔欧律斯忒涅斯和普罗克勒斯统治;这片土地正是国王因达玛拉托斯随同远征希腊而赐予他的封赏;身为兄弟的戈耳吉翁和贡居洛斯也归附了他,前者占有甘布利翁和旧甘布利翁,后者占有米利那和格律尼翁;这些城邦也是国王赐给贡居洛斯的礼物,因为他是厄瑞特里亚人中唯一因通敌投奔波斯而流亡的人。

§3.1.7

ἦν δὲ ἃς3 ἀσθενεῖς οὔσας καὶ κατὰ κράτος ὁ Θίβρων ἐλάμβανε· Λάρισάν γε μὴν τὴν Αἰγυπτίαν καλουμένην, ἐπεὶ οὐκ ἐπείθετο, περιστρατοπεδευσάμενος ἐπολιόρκει. ἐπεὶ δὲ ἄλλως οὐκ ἐδύνατο ἑλεῖν, φρεατίαν τεμόμενος ὑπόνομον ὤρυττεν, ὡς ἀφαιρησόμενος τὸ ὕδωρ αὐτῶν. ὡς δʼ ἐκ τοῦ τείχους ἐκθέοντες πολλάκις ἐνέβαλον εἰς τὸ ὄρυγμα καὶ ξύλα καὶ λίθους, ποιησάμενος αὖ χελώνην ξυλίνην ἐπέστησεν ἐπὶ τῇ φρεατίᾳ. καὶ ταύτην μέντοι ἐκδραμόντες οἱ Λαρισαῖοι νύκτωρ κατέκαυσαν. δοκοῦντος δʼ αὐτοῦ οὐδὲν ποιεῖν, πέμπουσιν οἱ ἔφοροι ἀπολιπόντα Λάρισαν στρατεύεσθαι4 ἐπὶ Καρίαν.

此外还有一些弱小的城邦,希布隆用强力攻占了它们。然而对于被称为“埃及〔拉里萨〕”的拉里萨,由于它不肯顺从,希布隆便安营扎寨将其围困。当他无法用其他方法攻克时,便开凿竖井挖掘地道,企图断绝他们的水源。但当守军屡次从城墙上冲出,将木材和石块投入坑道时,他又制作了一个木制掩体架设在竖井之上。然而拉里萨人在夜间冲出,将这掩体也烧毁了。鉴于他似乎劳而无功,监察官们遂派人命他离开拉里萨,出兵攻打卡里亚。

语法注4 条
  1. 3.1.3ὧν τε αὐτὸς πρόσθεν ἦρχε καὶ ὧν Κῦρος

    此处省略了先行词 τούτων,由两个带属格关系代词 ὧν 的关系从句并列构成(ὧν 由从句动词 ἦρχε 支配),整体作为说明总督(σατράπης)管辖领域的属格成分。

  2. 3.1.4τῶν ἐπὶ τῶν τριάκοντα ἱππευσάντων

    部分属格。作动词 ἔπεμψαν 的直接宾语,句中省略了表示部分的不定代词(如 τινάς),意为“派遣了三十僭主时期服过骑兵役的人当中的[一些人]”。

  3. 3.1.7ἦν δὲ ἃς

    惯用习语 ἔστιν οἵ(有些人/有些事物)在未完成过去时及宾格阴性形式下的变体(相当于 ἦσαν δέ τινες ἃς)。单数动词 ἦν 已成固定表达,而宾格关系代词 ἃς 则作为从句动词 ἐλάμβανε 的直接宾语。

  4. 3.1.7ἀπολιπόντα Λάρισαν στρατεύεσθαι

    动词 πέμπουσιν 在此蕴含有指示、命令的涵义(即“遣使命令”),支配不定式 στρατεύεσθαι,其逻辑主语由修饰希布隆的宾格分词短语 ἀπολιπόντα Λάρισαν 承担。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:3.1.1-3.1.7