← 色诺芬

希腊史

§2.4.19-2.4.26

克里提阿斯阵亡与十人政权建立

民主派在穆尼基亚战役中取胜,克里提阿斯等人战死;克雷奥克利托斯呼吁和解,城中三千人废黜三十人政权并选出十人委员会,双方继续对峙备战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.19

καὶ οὐκ ἐψεύσατο, ἀλλʼ ἐπεὶ ἀνέλαβον τὰ ὅπλα, αὐτὸς μὲν ὥσπερ ὑπὸ μοίρας τινὸς ἀγόμενος ἐκπηδήσας πρῶτος ἐμπεσὼν τοῖς πολεμίοις ἀποθνῄσκει, καὶ τέθαπται ἐν τῇ διαβάσει τοῦ Κηφισοῦ· οἱ δʼ ἄλλοι ἐνίκων καὶ κατεδίωξαν μέχρι τοῦ ὁμαλοῦ. ἀπέθανον δʼ ἐνταῦθα τῶν μὲν τριάκοντα Κριτίας τε καὶ Ἱππόμαχος, τῶν δὲ ἐν Πειραιεῖ δέκα ἀρχόντων Χαρμίδης ὁ Γλαύκωνος, τῶν δʼ ἄλλων περὶ ἑβδομήκοντα. καὶ τὰ μὲν ὅπλα ἔλαβον, τοὺς δὲ χιτῶνας οὐδενὸς τῶν πολιτῶν ἐσκύλευσαν. ἐπεὶ δὲ τοῦτο ἐγένετο καὶ τοὺς νεκροὺς ὑποσπόνδους ἀπεδίδοσαν, προσιόντες ἀλλήλοις πολλοὶ διελέγοντο.

他的预言果然没有落空:当他们拿起武器时,他自己宛如受某种命运驱使一般,第一个跃出冲入敌阵,阵亡了;他被安葬在凯菲索斯河的渡口。其余的人赢得了胜利,一直追击到平地。在此战中,三十人政权一方的克里提阿斯和希波马科斯战死,比雷埃夫斯的十人行政官中格劳孔之子沙米德斯阵亡,其余阵亡者约七十人。他们收缴了武器,但没有剥去任何公民的里衣。战斗结束后,在休战协议下交还尸体时,许多人相互走上前去交谈。

§2.4.20

Κλεόκριτος δὲ ὁ τῶν μυστῶν κῆρυξ, μάλʼ εὔφωνος ὤν, κατασιωπησάμενος ἔλεξεν· ἄνδρες πολῖται, τί ἡμᾶς ἐξελαύνετε; τί ἀποκτεῖναι βούλεσθε; ἡμεῖς γὰρ ὑμᾶς κακὸν μὲν οὐδὲν πώποτε ἐποιήσαμεν, μετεσχήκαμεν δὲ ὑμῖν καὶ ἱερῶν τῶν σεμνοτάτων καὶ θυσιῶν καὶ ἑορτῶν τῶν καλλίστων, καὶ συγχορευταὶ καὶ συμφοιτηταὶ γεγενήμεθα καὶ συστρατιῶται, καὶ πολλὰ μεθʼ ὑμῶν κεκινδυνεύκαμεν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὑπὲρ τῆς κοινῆς ἀμφοτέρων ἡμῶν σωτηρίας τε καὶ ἐλευθερίας.

秘仪宣谕官克雷奥克利托斯拥有一副极其洪亮的声音,他让全场肃静下来后说道:“公民同胞们,你们为何驱逐我们?为何想要杀害我们?因为我们从未加害于你们,而是同你们一起参与最庄严的祭仪、最美好的祭祀与节庆,我们曾是同台歌舞的伙伴、同窗与战友,为了我们双方共同的安全与自由,在陆地与海上同你们一起历经了无数险阻。

§2.4.21

πρὸς θεῶν πατρῴων καὶ μητρῴων καὶ συγγενείας καὶ κηδεστίας καὶ ἑταιρίας, πάντων γὰρ τούτων πολλοὶ κοινωνοῦμεν ἀλλήλοις, αἰδούμενοι καὶ θεοὺς καὶ ἀνθρώπους παύσασθε ἁμαρτάνοντες εἰς τὴν πατρίδα, καὶ μὴ πείθεσθε τοῖς ἀνοσιωτάτοις τριάκοντα, οἳ ἰδίων κερδέων ἕνεκα ὀλίγου δεῖν πλείους ἀπεκτόνασιν Ἀθηναίων ἐν ὀκτὼ μησὶν ἢ πάντες Πελοποννήσιοι δέκα ἔτη πολεμοῦντες.

凭着父系与母系的神明,凭着血亲、姻亲和友谊——因为我们许多人在这一切中彼此相通——敬畏神明与世人吧,停止危害祖国,不要听信穷凶极恶的三十人政权;他们为了私利,在八个月内杀害的雅典人,几乎比所有伯罗奔尼撒人在十年战争中杀害的还要多。

§2.4.22

ἐξὸν δʼ ἡμῖν ἐν εἰρήνῃ πολιτεύεσθαι,1 οὗτοι τὸν πάντων αἴσχιστόν τε καὶ χαλεπώτατον καὶ ἀνοσιώτατον καὶ ἔχθιστον καὶ θεοῖς καὶ ἀνθρώποις πόλεμον ἡμῖν πρὸς ἀλλήλους παρέχουσιν. ἀλλʼ εὖ γε μέντοι ἐπίστασθε ὅτι καὶ τῶν νῦν ὑφʼ ἡμῶν ἀποθανόντων οὐ μόνον ὑμεῖς ἀλλὰ καὶ ἡμεῖς ἔστιν οὓς πολλὰ κατεδακρύσαμεν.2 ὁ μὲν τοιαῦτα ἔλεγεν· οἱ δὲ λοιποὶ ἄρχοντες καὶ διὰ τὸ τοιαῦτα προσακούειν τοὺς μεθʼ αὑτῶν ἀπήγαγον εἰς τὸ ἄστυ.

在我们本可以在和平中治理城邦之际,这些人却让我们彼此陷入了一场最可耻、最残酷、最不虔敬、在神与人面前都最可憎恶的内战。然而你们当深知,在刚才死于我们之手的人当中,有些人不仅是你们,连我们也为之痛哭流涕。”他说了这番话;其余的掌权者由于部下倾听这样的演说,便将他们带回城中。

§2.4.23

τῇ δʼ ὑστεραίᾳ οἱ μὲν τριάκοντα πάνυ δὴ ταπεινοὶ καὶ ἔρημοι συνεκάθηντο ἐν τῷ συνεδρίῳ· τῶν δὲ τρισχιλίων ὅπου ἕκαστοι τεταγμένοι ἦσαν, πανταχοῦ διεφέροντο πρὸς ἀλλήλους. ὅσοι μὲν γὰρ ἐπεποιήκεσάν τι βιαιότερον καὶ ἐφοβοῦντο, ἐντόνως ἔλεγον ὡς οὐ χρείη καθυφίεσθαι τοῖς ἐν Πειραιεῖ· ὅσοι δὲ ἐπίστευον μηδὲν ἠδικηκέναι, αὐτοί τε ἀνελογίζοντο καὶ τοὺς ἄλλους ἐδίδασκον ὡς οὐδὲν δέοιντο τούτων τῶν κακῶν, καὶ τοῖς τριάκοντα οὐκ ἔφασαν χρῆναι πείθεσθαι οὐδʼ ἐπιτρέπειν ἀπολλύναι τὴν πόλιν. καὶ τὸ τελευταῖον ἐψηφίσαντο ἐκείνους μὲν καταπαῦσαι, ἄλλους δὲ ἑλέσθαι. καὶ εἵλοντο δέκα, ἕνα ἀπὸ φυλῆς.

次日,三十人政权的成员在议事厅中垂头丧气、孤立无援地聚坐在一起;而在三千人公民队伍中,无论各自驻扎何处,到处都在彼此争执。凡是犯下了较严重暴行而心生恐惧的人,都极力主张绝不能向比雷埃夫斯的人让步;而凡确信自己未犯任何罪过的人,自己反思并劝导他人,表示自己绝不需要承受这些灾祸,并声称不应顺从三十人政权,也不应任由他们毁灭城邦。最终,他们表决罢免那些人,另选他人;他们选出了十人,每个部族一人。

§2.4.24

καὶ οἱ μὲν τριάκοντα Ἐλευσῖνάδε ἀπῆλθον· οἱ δὲ δέκα τῶν ἐν ἄστει καὶ μάλα τεταραγμένων καὶ ἀπιστούντων ἀλλήλοις σὺν τοῖς ἱππάρχοις ἐπεμέλοντο. ἐξεκάθευδον δὲ καὶ οἱ ἱππεῖς ἐν τῷ Ὠιδείῳ, τούς τε ἵππους καὶ τὰς ἀσπίδας ἔχοντες, καὶ διʼ ἀπιστίαν ἐφώδευον τὸ μὲν ἀφʼ ἑσπέρας σὺν ταῖς ἀσπίσι κατὰ τείχη, τὸ δὲ πρὸς ὄρθρον σὺν τοῖς ἵπποις, ἀεὶ φοβούμενοι μὴ ἐπεισπέσοιέν τινες αὐτοῖς τῶν ἐκ τοῦ Πειραιῶς.

于是三十人政权前往埃琉西斯;而在城中极度混乱且彼此互不信任的情况下,新选出的十人与骑兵队长们一同主持大局。骑兵们带着马匹和盾牌露宿在音乐厅中,出于互不信任,他们从傍晚起持盾沿城墙巡逻,破晓时分则骑马巡查,时刻提防比雷埃夫斯的人突袭。

§2.4.25

οἱ δὲ πολλοί τε ἤδη ὄντες καὶ παντοδαποί, ὅπλα ἐποιοῦντο, οἱ μὲν ξύλινα, οἱ δὲ οἰσύινα, καὶ ταῦτα ἐλευκοῦντο. πρὶν δὲ ἡμέρας δέκα γενέσθαι, πιστὰ δόντες, οἵτινες συμπολεμήσειαν, καὶ εἰ ξένοι εἶεν, ἰσοτέλειαν ἔσεσθαι,3 ἐξῇσαν πολλοὶ μὲν ὁπλῖται, πολλοὶ δὲ γυμνῆτες· ἐγένοντο δὲ αὐτοῖς καὶ ἱππεῖς ὡσεὶ ἑβδομήκοντα· προνομὰς δὲ ποιούμενοι, καὶ λαμβάνοντες ξύλα καὶ ὀπώραν, ἐκάθευδον πάλιν ἐν Πειραιεῖ.

比雷埃夫斯的人此时人数众多,来自各阶层,他们制造武器,有的用木头,有的用柳条,并将它们涂白。不出十天,他们便立下誓约,保证凡共同作战的人,即使是外邦人也将获得同等税赋权;随后大批重装步兵和轻装步兵开拔出城;他们还组建了大约七十名骑兵。他们出外搜寻给养,获取木柴和果实,然后返回比雷埃夫斯歇宿。

§2.4.26

τῶν δʼ ἐκ τοῦ ἄστεως ἄλλος μὲν οὐδεὶς σὺν ὅπλοις ἐξῄει, οἱ δὲ ἱππεῖς ἔστιν ὅτε καὶ λῃστὰς ἐχειροῦντο τῶν ἐκ τοῦ Πειραιῶς, καὶ τὴν φάλαγγα αὐτῶν ἐκακούργουν. περιέτυχον δὲ καὶ τῶν Αἰξωνέων τισὶν εἰς τοὺς αὑτῶν ἀγροὺς ἐπὶ τὰ ἐπιτήδεια πορευομένοις· καὶ τούτους Λυσίμαχος ὁ ἵππαρχος ἀπέσφαξε, πολλὰ λιτανεύοντας καὶ πολλῶν χαλεπῶς φερόντων ἱππέων.

城里除骑兵外无人全副武装出城,骑兵有时俘获比雷埃夫斯出来的抢掠者,并袭扰其步兵方阵。他们还碰上了几位前往自家田地筹措给养的艾克索涅人;骑兵队长吕西马科斯不顾他们的一再哀求,也不顾许多骑兵的强烈不满,将他们残忍杀害。

语法注3 条
  1. 2.4.22ἐξὸν δʼ ἡμῖν ἐν εἰρήνῃ πολιτεύεσθαι

    非人称动词 ἔξεστι 的中性单数宾格分词 ἐξόν 构成的宾格绝对独立结构,表示让步或背景情况,意为“在我们本可以在和平中参政/生活之际”。

  2. 2.4.22οὐ μόνον ὑμεῖς ἀλλὰ καὶ ἡμεῖς ἔστιν οὓς πολλὰ κατεδακρύσαμεν

    惯用短语 ἔστιν οὕς(ἔστιν οἵ 的宾格形式,意为“其中有些人”)充当动词 κατεδακρύσαμεν 的直接宾语。其先行指涉由前面的部分属格 τῶν νῦν ὑφʼ ἡμῶν ἀποθανόντων 引出,πολλά 为副词性宾格(“深深地”、“痛切地”)。

  3. 2.4.25πιστὰ δόντες, οἵτινες συμπολεμήσειαν, καὶ εἰ ξένοι εἶεν, ἰσοτέλειαν ἔσεσθαι

    由 πιστὰ δόντες(“立下誓约”)引导的间接引语结构。誓约的内容体现为宾格不定式 ἰσοτέλειαν ἔσεσθαι(“享有同等税权”),其限定条件从句 οἵτινες συμπολεμήσειαν(“凡共同作战之人”)及让步从句 καὶ εἰ ξένοι εἶεν 因处于历史时态语境而采用间接引语中的希求法(optative in indirect discourse)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.4.19-2.4.26