- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.4.10-2.4.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色拉叙布洛斯的队伍占据比雷埃夫斯的穆尼基亚高地迎击三十人政权的来犯军队;他向部众发表讲话,阐述地形优势与神明庇佑以鼓舞士气,并遵照预言家的神谕等待进攻时机。
οἱ δὲ Λακωνικοὶ φρουροὶ ἐν τῷ ἡμίσει τοῦ Ὠιδείου ἐξωπλισμένοι ἦσαν· ἦν δὲ ταῦτα ἀρεστὰ καὶ τῶν πολιτῶν οἷς τὸ πλεονεκτεῖν μόνον ἔμελεν. ἐκ δὲ τούτου λαβὼν ὁ Θρασύβουλος τοὺς ἀπὸ Φυλῆς περὶ χιλίους ἤδη συνειλεγμένους, ἀφικνεῖται τῆς νυκτὸς εἰς τὸν Πειραιᾶ. οἱ δὲ τριάκοντα ἐπεὶ ᾔσθοντο ταῦτα, εὐθὺς ἐβοήθουν σύν τε τοῖς Λακωνικοῖς καὶ σὺν τοῖς ἱππεῦσι καὶ τοῖς ὁπλίταις· ἔπειτα ἐχώρουν κατὰ τὴν εἰς τὸν Πειραιᾶ ἁμαξιτὸν ἀναφέρουσαν.
拉克代蒙卫兵全副武装驻扎在音乐厅的一半场地;这些举措也受到那些只图私利的公民的欢迎。此后,色拉叙布洛斯率领费勒的部众——此时已集结了大约一千人——趁夜抵达比雷埃夫斯。三十人政权得知此事后,立刻带领拉克代蒙卫兵、骑兵以及重装步兵出动救援;随后他们沿着通往比雷埃夫斯的车道进军。
οἱ δὲ ἀπὸ Φυλῆς ἔτι μὲν ἐπεχείρησαν μὴ ἀνιέναι αὐτούς, ἐπεὶ δὲ μέγας ὁ κύκλος ὢν πολλῆς φυλακῆς ἐδόκει δεῖσθαι οὔπω πολλοῖς οὖσι, συνεσπειράθησαν ἐπὶ τὴν Μουνιχίαν. οἱ δʼ ἐκ τοῦ ἄστεως εἰς τὴν Ἱπποδάμειον ἀγορὰν ἐλθόντες πρῶτον μὲν συνετάξαντο, ὥστε ἐμπλῆσαι τὴν ὁδὸν ἣ φέρει πρός τε τὸ ἱερὸν τῆς Μουνιχίας Ἀρτέμιδος καὶ τὸ Βενδίδειον· καὶ ἐγένοντο βάθος οὐκ ἔλαττον ἢ ἐπὶ πεντήκοντα ἀσπίδων. οὕτω δὲ συντεταγμένοι ἐχώρουν ἄνω.
费勒的部众起初试图阻止他们上山,但由于城郭周长广大,对于人数尚少的他们来说显然需要庞大的防守力量,于是他们退缩集结在穆尼基亚高地。城中出动的军队来到希波达摩斯广场后,首先整顿阵形,填满了通向穆尼基亚阿尔忒弥斯神庙和本狄斯神庙的道路;他们的纵深不少于五十排盾牌。他们就这样排成阵列向上攀登。
οἱ δὲ ἀπὸ Φυλῆς ἀντενέπλησαν μὲν τὴν ὁδόν, βάθος δὲ οὐ πλέον ἢ εἰς δέκα ὁπλίτας ἐγένοντο. ἐτάχθησαν μέντοι ἐπʼ αὐτοῖς πελτοφόροι τε καὶ ψιλοὶ ἀκοντισταί, ἐπὶ δὲ τούτοις οἱ πετροβόλοι. οὗτοι μέντοι συχνοὶ ἦσαν· καὶ γὰρ αὐτόθεν προσεγένοντο. ἐν ᾧ δὲ προσῇσαν οἱ ἐναντίοι, Θρασύβουλος τοὺς μεθʼ αὑτοῦ θέσθαι κελεύσας τὰς ἀσπίδας καὶ αὐτὸς θέμενος, τὰ δʼ ἄλλα ὅπλα ἔχων, κατὰ μέσον στὰς ἔλεξεν·
费勒的部众也相对地堵住了道路,但重装步兵的纵深不超过十排。不过,在他们后面部署了持盾轻兵和轻装投枪手,在这些人后面又部署了投石手。这些人数量极为可观,因为他们是从本地补充而来的。正当敌人推进之际,色拉叙布洛斯命令部下放下盾牌,自己也放下盾牌,手持其余武器,站在阵中说道:
ἄνδρες πολῖται, τοὺς μὲν διδάξαι, τοὺς δὲ ἀναμνῆσαι ὑμῶν βούλομαι ὅτι εἰσὶ τῶν προσιόντων οἱ μὲν τὸ δεξιὸν ἔχοντες οὓς ὑμεῖς ἡμέραν πέμπτην τρεψάμενοι ἐδιώξατε, οἱ δʼ ἐπὶ τοῦ εὐωνύμου ἔσχατοι, οὗτοι δὴ οἱ τριάκοντα, οἳ ἡμᾶς καὶ πόλεως ἀπεστέρουν οὐδὲν ἀδικοῦντας καὶ οἰκιῶν ἐξήλαυνον καὶ τοὺς φιλτάτους τῶν ἡμετέρων ἀπεσημαίνοντο. ἀλλὰ νῦν τοι παραγεγένηνται οὗ οὗτοι μὲν οὔποτε ᾤοντο, ἡμεῖς δὲ ἀεὶ ηὐχόμεθα.
“公民同胞们,我想要教导你们当中的一些人,并提醒另一些人:在推进的敌人当中,占据右翼的正是你们四天前击溃并追击的人,而处于最左翼的正是三十人政权本身,正是他们剥夺了毫无罪过的我们的城邦,将我们逐出家园,并抄没了我们最亲近之人的家产。但如今他们确实来到了他们自己从未料到、而我们却一直祈求的境地。
ἔχοντες γὰρ ὅπλα μὲν ἐναντίοι αὐτοῖς καθέσταμεν· οἱ δὲ θεοί, ὅτι ποτὲ καὶ δειπνοῦντες συνελαμβανόμεθα καὶ καθεύδοντες καὶ ἀγοράζοντες, οἱ δὲ καὶ οὐχ ὅπως ἀδικοῦντες, ἀλλʼ οὐδʼ ἐπιδημοῦντες1 ἐφυγαδευόμεθα, νῦν φανερῶς ἡμῖν συμμαχοῦσι. καὶ γὰρ ἐν εὐδίᾳ χειμῶνα ποιοῦσιν, ὅταν ἡμῖν συμφέρῃ, καὶ ὅταν ἐγχειρῶμεν, πολλῶν ὄντων ἐναντίων ὀλίγοις οὖσι τροπαῖα ἵστασθαι διδόασι·
因为我们手持武器与他们相对峙;而由于我们昔日无论在用餐、就寝还是在广场上都遭到逮捕,有些人不仅没有作恶甚至都不在城中却惨遭流放,如今神明公开成为我们的同盟。每当对我们有利时,他们就在晴空中掀起风暴;每当我们要发起进攻时,即便敌人众多而我们人数寥寥,他们也让我们树立战胜纪念碑。
καὶ νῦν δὲ κεκομίκασιν ἡμᾶς εἰς χωρίον ἐν ᾧ οὗτοι μὲν οὔτε βάλλειν οὔτε ἀκοντίζειν ὑπὲρ τῶν προτεταγμένων διὰ τὸ πρὸς ὄρθιον ἰέναι δύναιντʼ ἄν, ἡμεῖς δὲ εἰς τὸ κάταντες καὶ δόρατα ἀφιέντες καὶ ἀκόντια καὶ πέτρους ἐξιξόμεθά τε αὐτῶν καὶ πολλοὺς κατατρώσομεν.
现在,神明又将我们带到这样一个地方:敌人因向斜坡上方推进,既不能越过前排头顶投石也不能投枪,而我们居高临下抛掷长矛、标枪和石块,定能击中他们并使许多人受伤。
καὶ ᾤετο μὲν ἄν τις δεήσειν τοῖς γε πρωτοστάταις ἐκ τοῦ ἴσου μάχεσθαι· νῦν δέ, ἂν ὑμεῖς, ὥσπερ προσήκει, προθύμως ἀφιῆτε τὰ βέλη, ἁμαρτήσεται μὲν οὐδεὶς ὧν γε μεστὴ ἡ ὁδός,2 φυλαττόμενοι δὲ δραπετεύσουσιν ἀεὶ ὑπὸ ταῖς ἀσπίσιν· ὥστε ἐξέσται ὥσπερ τυφλοὺς καὶ τύπτειν ὅπου ἂν βουλώμεθα καὶ ἐναλλομένους ἀνατρέπειν.
有人原本或许会以为,前排士兵必须在平等条件下交锋;但如今,只要你们按照应有的热忱奋力倾泻投掷物,没有人会打不中密布在道路上的敌人,他们为了自保只能不断蜷缩在盾牌之下;以至于我们可以像对待盲人一样,随意击打任何想打的部位,飞跃而上将他们掀翻。
ἀλλʼ, ὦ ἄνδρες, οὕτω χρὴ ποιεῖν ὅπως ἕκαστός τις ἑαυτῷ συνείσεται τῆς νίκης αἰτιώτατος ὤν. αὕτη γὰρ ἡμῖν, ἂν θεὸς θέλῃ, νῦν ἀποδώσει καὶ πατρίδα καὶ οἴκους καὶ ἐλευθερίαν καὶ τιμὰς καὶ παῖδας, οἷς εἰσί, καὶ γυναῖκας. ὦ μακάριοι δῆτα, οἳ ἂν ἡμῶν νικήσαντες ἐπίδωσι τὴν πασῶν ἡδίστην ἡμέραν. εὐδαίμων δὲ καὶ ἄν τις ἀποθάνῃ· μνημείου γὰρ οὐδεὶς οὕτω πλούσιος ὢν καλοῦ τεύξεται. ἐξάρξω μὲν οὖν ἐγὼ ἡνίκʼ ἂν καιρὸς ᾖ παιᾶνα· ὅταν δὲ τὸν Ἐνυάλιον παρακαλέσωμεν, τότε πάντες ὁμοθυμαδὸν ἀνθʼ ὧν ὑβρίσθημεν τιμωρώμεθα τοὺς ἄνδρας.
诸位同胞,我们必须这样行动,好让每个人都自觉是取得胜利的最大功臣。因为只要神明眷顾,这场胜利现在就会将祖国、家园、自由、荣誉、孩子(对有孩子的人而言)以及妻子归还给我们。我们当中取胜并亲眼见到这最美妙之日的人,是何等幸福啊!而若有人战死,他也同样是幸运的,因为没有任何人哪怕再富有,能获得如此荣耀的纪念碑。待到时机来临,我将领唱凯歌;当我们向恩倪阿利俄斯祈求时,大家就万众一心,向这些人彻底清算我们所遭受的侮辱!”
ταῦτα δʼ εἰπὼν καὶ μεταστραφεὶς πρὸς τοὺς ἐναντίους, ἡσυχίαν εἶχε· καὶ γὰρ ὁ μάντις παρήγγελλεν αὐτοῖς μὴ πρότερον ἐπιτίθεσθαι, πρὶν τῶν σφετέρων ἢ πέσοι τις ἢ τρωθείη·3 ἐπειδὰν μέντοι τοῦτο γένηται, ἡγησόμεθα μέν, ἔφη, ἡμεῖς, νίκη δʼ ὑμῖν ἔσται ἑπομένοις, ἐμοὶ μέντοι θάνατος, ὥς γέ μοι δοκεῖ.
说完这番话并转身面向敌人后,他静候不动;因为预言家指示他们,在己方有人倒下或受伤之前绝不可发起进攻。“然而一旦发生这种事,”他说,“我们将一马当先,胜利将属于紧随其后的你们,而死亡将属于我——至少依我看来是如此。”
- 2.4.14οὐχ ὅπως ἀδικοῦντες, ἀλλʼ οὐδʼ ἐπιδημοῦντες
短语 οὐχ ὅπως ... ἀλλʼ οὐδὲ ... 为希腊语固定惯用句式,意为“不仅不……甚至连……都不……”(历史上省略了 οὐ λέγω 等主句动词)。此处表示“不仅没有为非作歹,甚至根本不在城里居住”。
- 2.4.16ἁμαρτήσεται μὲν οὐδεὶς ὧν γε μεστὴ ἡ ὁδός
动词 ἁμαρτάνω 表示“射偏、错失目标”时接属格。先行词 τούτων 被省略,关系代词 ὧν 既受从句中形容词 μεστή(充斥着……)要求而用属格,又兼作主句动词 ἁμαρτήσεται 的宾语属格,意为“谁也不会错失道路所密布的那些目标”。
- 2.4.18πρὶν τῶν σφετέρων ἢ πέσοι τις ἢ τρωθείη
在否定主句(μὴ πρότερον ἐπιτίθεσθαι)之后,πρίν 引导的时间从句在直接引语中本应使用 ἄν + 虚拟式,但因置于过去时动词 παρήγγελλεν 引导的间接命令中,故转变为间接引语希求法(πέσοι, τρωθείη)。
