- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.4.1-2.4.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
塞拉麦涅斯死后,三十人政权加紧驱逐异己,色拉叙布洛斯占领费勒并在拂晓突袭中大败寡头军队;感到局势不稳的三十人政权遂诱捕并清洗厄琉息斯全城居民,以将其据为私人据点。
Θηραμένης μὲν δὴ οὕτως ἀπέθανεν· οἱ δὲ τριάκοντα, ὡς ἐξὸν ἤδη αὐτοῖς τυραννεῖν ἀδεῶς,1 προεῖπον μὲν τοῖς ἔξω τοῦ καταλόγου μὴ εἰσιέναι εἰς τὸ ἄστυ, ἦγον δὲ ἐκ τῶν χωρίων, ἵνʼ αὐτοὶ καὶ οἱ φίλοι τοὺς τούτων ἀγροὺς ἔχοιεν. φευγόντων δὲ εἰς τὸν Πειραιᾶ καὶ ἐντεῦθεν πολλοὺς ἄγοντες ἐνέπλησαν καὶ τὰ Μέγαρα καὶ τὰς Θήβας τῶν ὑποχωρούντων.
塞拉麦涅斯便这样死去了。三十人政权认为如今他们已无所顾忌、可以实行僭主专制了,便下令禁止名录之外的人进入城内,并把他们从各自的庄园中驱逐出去,好让他们自己及其朋友占据这些人的土地。当人们逃往比雷埃夫斯时,他们又从那里驱赶了许多人,使得墨伽拉和底比斯都挤满了避难者。
ἐκ δὲ τούτου Θρασύβουλος ὁρμηθεὶς ἐκ Θηβῶν ὡς σὺν ἑβδομήκοντα Φυλὴν χωρίον καταλαμβάνει ἰσχυρόν. οἱ δὲ τριάκοντα ἐβοήθουν ἐκ τοῦ ἄστεως σύν τε τοῖς τρισχιλίοις καὶ σὺν τοῖς ἱππεῦσι καὶ μάλʼ εὐημερίας οὔσης. ἐπεὶ δὲ ἀφίκοντο, εὐθὺς μὲν θρασυνόμενοί τινες τῶν νέων προσέβαλλον πρὸς τὸ χωρίον, καὶ ἐποίησαν μὲν οὐδέν, τραύματα δὲ λαβόντες ἀπῆλθον.
此后,色拉叙布洛斯率领大约七十人从底比斯出发,占领了坚固的要塞费勒。三十人政权带领三千人以及骑兵从城中出动前去进剿,当时正值天气极好。到达之后,一些年轻人立刻盲动冒进,向要塞发起进攻,却一无所获,反倒带着创伤撤了下来。
βουλομένων δὲ τῶν τριάκοντα ἀποτειχίζειν, ὅπως ἐκπολιορκήσειαν αὐτοὺς ἀποκλείσαντες τὰς ἐφόδους τῶν ἐπιτηδείων, ἐπιγίγνεται τῆς νυκτὸς χιὼν παμπλήθης καὶ τῇ ὑστεραίᾳ. οἱ δὲ νιφόμενοι ἀπῆλθον εἰς τὸ ἄστυ, μάλα συχνοὺς τῶν σκευοφόρων ὑπὸ τῶν ἐκ Φυλῆς ἀποβαλόντες.
三十人政权原本打算构筑封锁墙,切断补给路线以困死他们,但当夜及次日降下了罕见的大雪。他们顶着风雪撤回城内,许多辎重随从被费勒的守军斩杀掳夺。
γιγνώσκοντες δὲ ὅτι καὶ ἐκ τῶν ἀγρῶν λεηλατήσοιεν, εἰ μή τις φυλακὴ ἔσοιτο, διαπέμπουσιν εἰς τὰς ἐσχατιὰς ὅσον πεντεκαίδεκα στάδια ἀπὸ Φυλῆς τούς τε Λακωνικοὺς πλὴν ὀλίγων φρουροὺς καὶ τῶν ἱππέων δύο φυλάς. οὗτοι δὲ στρατοπεδευσάμενοι ἐν χωρίῳ λασίῳ ἐφύλαττον.
他们意识到如果不设防备,农田也会遭到劫掠,便派驻军前往距费勒大约十五斯塔狄翁的边陲之地,其中包括除少数留守外的拉克代蒙卫兵以及两个部落的骑兵。这些人便在树木茂密的灌木地带安营扎寨、严加把守。
ὁ δὲ Θρασύβουλος, ἤδη συνειλεγμένων εἰς τὴν Φυλὴν περὶ ἑπτακοσίους, λαβὼν αὐτοὺς καταβαίνει τῆς νυκτός· θέμενος δὲ τὰ ὅπλα ὅσον τρία ἢ τέτταρα στάδια ἀπὸ τῶν φρουρῶν ἡσυχίαν εἶχεν.
然而,当费勒集结的人数已达大约七百人时,色拉叙布洛斯率领他们趁夜下山;他们在距敌军岗哨约三至四斯塔狄翁处放下武器歇宿,保持静默。
ἐπεὶ δὲ πρὸς ἡμέραν ἐγίγνετο, καὶ ἤδη ἀνίσταντο ὅποι ἐδεῖτο ἕκαστος ἀπὸ τῶν ὅπλων,2 καὶ οἱ ἱπποκόμοι ψήχοντες τοὺς ἵππους ψόφον ἐποίουν, ἐν τούτῳ ἀναλαβόντες οἱ περὶ Θρασύβουλον τὰ ὅπλα δρόμῳ προσέπιπτον· καὶ ἔστι μὲν οὓς αὐτῶν κατέβαλον, πάντας δὲ τρεψάμενοι ἐδίωξαν ἓξ ἢ ἑπτὰ στάδια, καὶ ἀπέκτειναν τῶν μὲν ὁπλιτῶν πλέον ἢ εἴκοσι καὶ ἑκατόν, τῶν δὲ ἱππέων Νικόστρατόν τε τὸν καλὸν ἐπικαλούμενον, καὶ ἄλλους δὲ δύο, ἔτι καταλαβόντες ἐν ταῖς εὐναῖς.
当天色渐明、士兵们已经离开堆放武器之处前往各自需要方便的去处、马夫们也正在刷马弄出声响时,色拉叙布洛斯麾下的人就在这当口拿起武器飞奔突袭。他们击倒了敌军的一部分人,将所有人击溃并追击了六七个斯塔狄翁,杀死了重装步兵一百二十余人,骑兵方面则杀死了被称为“美男子”的尼科斯特拉托斯以及另外两人,他们是在寝具中尚未来得及起身时被擒杀的。
ἐπαναχωρήσαντες δὲ καὶ τροπαῖον στησάμενοι καὶ συσκευασάμενοι ὅπλα τε ὅσα ἔλαβον καὶ σκεύη ἀπῆλθον ἐπὶ Φυλῆς. οἱ δὲ ἐξ ἄστεως ἱππεῖς βοηθήσαντες τῶν μὲν πολεμίων οὐδένα ἔτι εἶδον, προσμείναντες δὲ ἕως τοὺς νεκροὺς ἀνείλοντο οἱ προσήκοντες ἀνεχώρησαν εἰς ἄστυ.
他们撤回战场树立起战胜纪念碑,收拾好缴获的一切武器和辎重,便退回费勒。从城中赶来增援的骑兵已见不到任何敌人,他们一直等到死者亲属将尸体收殓运走之后,才撤回城中。
ἐκ δὲ τούτου οἱ τριάκοντα, οὐκέτι νομίζοντες ἀσφαλῆ σφίσι τὰ πράγματα, ἐβουλήθησαν Ἐλευσῖνα ἐξιδιώσασθαι, ὥστε εἶναι σφίσι καταφυγήν, εἰ δεήσειε. καὶ παραγγείλαντες τοῖς ἱππεῦσιν ἦλθον εἰς Ἐλευσῖνα Κριτίας τε καὶ οἱ ἄλλοι τῶν τριάκοντα· ἐξέτασίν τε ποιήσαντες ἐν τοῖς ἱππεῦσι, φάσκοντες εἰδέναι βούλεσθαι πόσοι εἶεν καὶ πόσης φυλακῆς προσδεήσοιντο, ἐκέλευον ἀπογράφεσθαι πάντας· τὸν δὲ ἀπογραψάμενον ἀεὶ διὰ τῆς πυλίδος ἐπὶ τὴν θάλατταν ἐξιέναι. ἐπὶ δὲ τῷ αἰγιαλῷ τοὺς μὲν ἱππέας ἔνθεν καὶ ἔνθεν κατέστησαν, τὸν δʼ ἐξιόντα ἀεὶ οἱ ὑπηρέται συνέδουν. ἐπεὶ δὲ πάντες συνειλημμένοι ἦσαν, Λυσίμαχον τὸν ἵππαρχον ἐκέλευον ἀναγαγόντα παραδοῦναι αὐτοὺς τοῖς ἕνδεκα.
此后,三十人政权认为局势对自己不再安全,便决意将厄琉息斯占为己有,以便在必要时成为他们的避难所。克里提阿斯和三十人政权的其他成员向骑兵下达命令后前往厄琉息斯。他们在骑兵当中进行点阅,声称想要知道人数有多少、还需要多少额外的守备部队,并命令所有人逐一登记;凡登记者,都必须依次穿过边门走向海边。他们在海滩两侧部署了骑兵,每当有人走出来,差役们就将其捆绑起来。当所有人都被抓获后,他们命令骑兵长官吕西马科斯将这些人押送进城交托给十一人监守官。
τῇ δʼ ὑστεραίᾳ εἰς τὸ Ὠιδεῖον παρεκάλεσαν τοὺς ἐν τῷ καταλόγῳ ὁπλίτας καὶ τοὺς ἄλλους ἱππέας. ἀναστὰς δὲ Κριτίας ἔλεξεν· ἡμεῖς, ἔφη, ὦ ἄνδρες, οὐδὲν ἧττον ὑμῖν κατασκευάζομεν τὴν πολιτείαν ἢ ἡμῖν αὐτοῖς. δεῖ οὖν ὑμᾶς, ὥσπερ καὶ τιμῶν μεθέξετε, οὕτω καὶ τῶν κινδύνων μετέχειν. τῶν οὖν συνειλημμένων Ἐλευσινίων καταψηφιστέον ἐστίν,3 ἵνα ταὐτὰ ἡμῖν καὶ θαρρῆτε καὶ φοβῆσθε. δείξας δέ τι χωρίον, εἰς τοῦτο ἐκέλευε φανερὰν φέρειν τὴν ψῆφον.
次日,他们将名录中的重装步兵以及其他骑兵召集到音乐厅。克里提阿斯站起身来说道:“诸位,我们建立这一政体,完全是既为了你们也是为了我们自己。因此,正如你们将分享荣耀一样,你们也必须共担危险。因此,你们必须对被捕的厄琉息斯人投票定罪,以便使你们与我们享有相同的胆气与忧惧。”他指了指一个地方,命令大家公开将选票投到那里。
- 2.4.1ὡς ἐξὸν ἤδη αὐτοῖς τυραννεῖν ἀδεῶς
非人称动词 ἔξεστι 的中性单数宾格分词 ἐξόν 构成“绝对宾格(accusative absolute)”。前置的 ὡς 表示三十人政权主观上的判断与动机(“认为如今可以……”)。
- 2.4.6ὅποι ἐδεῖτο ἕκαστος ἀπὸ τῶν ὅπλων
ὅποι ἐδεῖτο ἕκαστος(“去往各自有需要之处”)是离开营地如厕或处理生理需求的委婉表述。ἀπὸ τῶν ὅπλων(“离开存放武器之处”)依附于动词 ἀνίσταντο,表示兵士们从宿营设防的中心位置散开。
- 2.4.9τῶν οὖν συνειλημμένων Ἐλευσινίων καταψηφιστέον ἐστίν
由动形容词 καταψηφιστέον 构成的非人称必然性句式,其逻辑施动者与格(ὑμῖν)被省略。复合动词 καταψηφίζομαι 支配属格补足语(τῶν συνειλημμένων Ἐλευσινίων),全句意为“必须对被捕的厄琉息斯人投票定罪”。
