- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.3.49-2.3.56
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
鉴于议事会被塞拉麦涅斯的申辩打动,克里提阿斯以武装人员威慑会场,擅自将他从三千人名录中除名并判处死刑;塞拉麦涅斯逃至祭坛控诉不义无果,被强行押走饮下毒芹汁,临终仍保持着镇定与诙谐。
εἰ δʼ ἔχεις εἰπεῖν, ὦ Κριτία, ὅπου ἐγὼ σὺν τοῖς δημοτικοῖς ἢ τυραννικοῖς τοὺς καλούς τε κἀγαθοὺς ἀποστερεῖν πολιτείας ἐπεχείρησα, λέγε· ἐὰν γὰρ ἐλεγχθῶ ἢ νῦν ταῦτα πράττων ἢ πρότερον πώποτε πεποιηκώς, ὁμολογῶ τὰ πάντων ἔσχατα παθὼν ἂν δικαίως ἀποθνῄσκειν.1
“克里提阿斯啊,如果你能指出,我究竟在何处曾与平民派或僭主派勾结、图谋剥夺贤善之士的公民权,你就说出来吧;因为如果我被证实无论是现在正在做这些事,还是以往曾做过这些事,我都承认我理当遭受极刑而死。”
ὡς δʼ εἰπὼν ταῦτα ἐπαύσατο, καὶ ἡ βουλὴ δήλη ἐγένετο εὐμενῶς ἐπιθορυβήσασα, γνοὺς ὁ Κριτίας ὅτι εἰ ἐπιτρέψοι τῇ βουλῇ διαψηφίζεσθαι περὶ αὐτοῦ, ἀναφεύξοιτο, καὶ τοῦτο οὐ βιωτὸν ἡγησάμενος, προσελθὼν καὶ διαλεχθείς τι τοῖς τριάκοντα ἐξῆλθε, καὶ ἐπιστῆναι ἐκέλευσε τοὺς τὰ ἐγχειρίδια ἔχοντας φανερῶς τῇ βουλῇ ἐπὶ τοῖς δρυφάκτοις.
当他说完这些话并停下来时,议事会以赞许的骚动声清楚地表明了偏向。克里提阿斯察觉到,如果任由议事会就他进行表决,他就会逃脱罪责;克里提阿斯认为这是不可容忍的,便走上前去同三十人政权的同僚们略作交谈,随后走了出去,命令那些携带短剑的人公然站在议事会眼前栏杆的跟前。
πάλιν δὲ εἰσελθὼν εἶπεν· ἐγώ, ὦ βουλή, νομίζω προστάτου ἔργον εἶναι οἵου δεῖ, ὃς ἂν ὁρῶν τοὺς φίλους ἐξαπατωμένους μὴ ἐπιτρέπῃ.2 καὶ ἐγὼ οὖν τοῦτο ποιήσω. καὶ γὰρ οἵδε οἱ ἐφεστηκότες οὔ φασιν ἡμῖν ἐπιτρέψειν, εἰ ἀνήσομεν ἄνδρα τὸν φανερῶς τὴν ὀλιγαρχίαν λυμαινόμενον. ἔστι δὲ ἐν τοῖς καινοῖς νόμοις τῶν μὲν ἐν τοῖς τρισχιλίοις ὄντων μηδένα ἀποθνῄσκειν ἄνευ τῆς ὑμετέρας ψήφου, τῶν δʼ ἔξω τοῦ καταλόγου κυρίους εἶναι τοὺς τριάκοντα θανατοῦν. ἐγὼ οὖν, ἔφη, Θηραμένην τουτονὶ ἐξαλείφω ἐκ τοῦ καταλόγου, συνδοκοῦν ἅπασιν ἡμῖν.3 καὶ τοῦτον, ἔφη, ἡμεῖς θανατοῦμεν.
随后他再次走进来,说道:“议事会的诸位,我认为,一个合格的领袖的职责就在于,当他看到朋友受骗时决不听任其发生。因此我也将照此行事。事实上,站立在一旁的这些人也宣称,如果我们放过这个公然败坏寡头制的人,他们是决不会听任的。新法律规定,在三千人名录之内的人,未经你们投票表决,任何人都不得被处死;但对于名录之外的人,三十人政权拥有处死他们的全权。因此,”他说,“在我们全体同意之下,我将眼前的这位塞拉麦涅斯从名录中除名。并且,”他说,“我们将判处这个人死刑。”
ἀκούσας ταῦτα ὁ Θηραμένης ἀνεπήδησεν ἐπὶ τὴν ἑστίαν καὶ εἶπεν· ἐγὼ δʼ, ἔφη, ὦ ἄνδρες, ἱκετεύω τὰ πάντων ἐννομώτατα, μὴ ἐπὶ Κριτίᾳ εἶναι ἐξαλείφειν μήτε ἐμὲ μήτε ὑμῶν ὃν ἂν βούληται, ἀλλʼ ὅνπερ νόμον οὗτοι ἔγραψαν περὶ τῶν ἐν τῷ καταλόγῳ, κατὰ τοῦτον καὶ ὑμῖν καὶ ἐμοὶ τὴν κρίσιν εἶναι.
塞拉麦涅斯听闻此言,纵身跃向祭坛,说道:“诸位,我提出最合乎法律的恳求:决不能听凭克里提阿斯擅自除名我或者你们当中他所愿意除名的任何人;相反,这些人就名录上的人所订立的法律本身,必须成为对你们和对我进行裁判的依据。
καὶ τοῦτο μέν, ἔφη, μὰ τοὺς θεοὺς οὐκ ἀγνοῶ, ὅτι οὐδέν μοι ἀρκέσει ὅδε ὁ βωμός, ἀλλὰ βούλομαι καὶ τοῦτο ἐπιδεῖξαι, ὅτι οὗτοι οὐ μόνον εἰσὶ περὶ ἀνθρώπους ἀδικώτατοι, ἀλλὰ καὶ περὶ θεοὺς ἀσεβέστατοι. ὑμῶν μέντοι, ἔφη, ὦ ἄνδρες καλοὶ κἀγαθοί, θαυμάζω, εἰ μὴ βοηθήσετε ὑμῖν αὐτοῖς, καὶ ταῦτα γιγνώσκοντες ὅτι οὐδὲν τὸ ἐμὸν ὄνομα εὐεξαλειπτότερον ἢ τὸ ὑμῶν ἑκάστου.
而且,”他说,“指着诸神发誓,我并非不知晓这祭坛对我毫无保护作用,但我还要指明这一点:这些人不仅对人最为不义,而且对神也最为不敬。然而,贤善的诸位先生啊,”他说,“如果你们不救助你们自己,我真对你们感到惊讶,尤其是你们明明清楚,我的名字并不比你们每个人的名字更容易被抹去。”
ἐκ δὲ τούτου ἐκέλευσε μὲν ὁ τῶν τριάκοντα κῆρυξ τοὺς ἕνδεκα ἐπὶ τὸν Θηραμένην· ἐκεῖνοι δὲ εἰσελθόντες σὺν τοῖς ὑπηρέταις, ἡγουμένου αὐτῶν Σατύρου τοῦ θρασυτάτου τε καὶ ἀναιδεστάτου, εἶπε μὲν ὁ Κριτίας· παραδίδομεν ὑμῖν, ἔφη, Θηραμένην τουτονὶ κατακεκριμένον κατὰ τὸν νόμον· ὑμεῖς δὲ λαβόντες καὶ ἀπαγαγόντες οἱ ἕνδεκα οὗ δεῖ τὰ ἐκ τούτων πράττετε. ὡς δὲ ταῦτα εἶπεν, εἷλκε μὲν ἀπὸ τοῦ βωμοῦ ὁ Σάτυρος, εἷλκον δὲ οἱ ὑπηρέται. ὁ δὲ Θηραμένης ὥσπερ εἰκὸς καὶ θεοὺς ἐπεκαλεῖτο καὶ ἀνθρώπους καθορᾶν τὰ γιγνόμενα. ἡ δὲ βουλὴ ἡσυχίαν εἶχεν, ὁρῶσα καὶ τοὺς ἐπὶ τοῖς δρυφάκτοις ὁμοίους Σατύρῳ καὶ τὸ ἔμπροσθεν τοῦ βουλευτηρίου πλῆρες τῶν φρουρῶν, καὶ οὐκ ἀγνοοῦντες ὅτι ἐγχειρίδια ἔχοντες παρῆσαν.
此后,三十人政权的传令官便呼唤十一人监守官前来处置塞拉麦涅斯;他们带领侍从走进来,领头的是最为蛮横无耻的萨提罗斯。克里提阿斯说道:“我们把依法律被定罪的眼前这位塞拉麦涅斯交托给你们;你们这十一人监守官,将他拿下并押解到该去的地方,执行接下来的处置。”他说完这些话,萨提罗斯便从祭坛上拉扯他,侍从们也动手拉扯。塞拉麦涅斯自然呼唤神明和人类来察看正在发生的事。但议事会保持沉默,因为他们看到栏杆处的人与萨提罗斯是一路货色,议事厅前也挤满了卫兵,而且他们清楚地知道这些人带着短剑前来。
οἱ δʼ ἀπήγαγον τὸν ἄνδρα διὰ τῆς ἀγορᾶς μάλα μεγάλῃ τῇ φωνῇ δηλοῦντα οἷα ἔπασχε. λέγεται δʼ ἓν ῥῆμα καὶ τοῦτο αὐτοῦ. ὡς εἶπεν ὁ Σάτυρος ὅτι οἰμώξοιτο, εἰ μὴ σιωπήσειεν, ἐπήρετο· ἂν δὲ σιωπῶ, οὐκ ἄρʼ, ἔφη, οἰμώξομαι; καὶ ἐπεί γε ἀποθνῄσκειν ἀναγκαζόμενος τὸ κώνειον ἔπιε, τὸ λειπόμενον ἔφασαν ἀποκοτταβίσαντα εἰπεῖν αὐτόν· Κριτίᾳ τοῦτʼ ἔστω τῷ καλῷ. καὶ τοῦτο μὲν οὐκ ἀγνοῶ, ὅτι ταῦτα ἀποφθέγματα οὐκ ἀξιόλογα, ἐκεῖνο δὲ κρίνω τοῦ ἀνδρὸς ἀγαστόν, τὸ τοῦ θανάτου παρεστηκότος μήτε τὸ φρόνιμον μήτε τὸ παιγνιῶδες ἀπολιπεῖν ἐκ τῆς ψυχῆς.4
他们将他押解穿过集市,他用极大的声音昭示他所遭受的暴行。据说他还说了这样一句话:当萨提罗斯说如果他不闭嘴就要痛哭时,他反问道:“如果我闭上嘴,难道我就不会痛哭了吗?”此外,当他被迫受死喝下毒芹汁时,据说他将最后一滴残沥像玩科塔博斯游戏那样甩出,并说道:“这献给俊美的克里提阿斯。”我并非不知晓这些格言并不是什么重大之事,但我认为此人身上值得赞叹的是:在死亡临头之际,理性与诙谐都不曾从他的心灵中退去。
- 2.3.49ὁμολογῶ τὰ πάντων ἔσχατα παθὼν ἂν δικαίως ἀποθνῄσκειν
不定词短语 ἂν ἀποθνῄσκειν 为带有 ἄν 的潜势不定词,在主动词 ὁμολογῶ 支配下充当条件从句(ἐὰν γὰρ ἐλεγχθῶ...)的归结从句,此处相当于祈愿式加 ἄν。分词 παθών 兼具情况/时间含义(‘遭受……之后’)。
- 2.3.51προστάτου ἔργον εἶναι οἵου δεῖ, ὃς ἂν ὁρῶν τοὺς φίλους ἐξαπατωμένους μὴ ἐπιτρέπῃ
属格 προστάτου 搭配 ἔργον εἶναι 构成特征属格(‘是……的职责’)。后面的 οἵου δεῖ 为习惯性的关系代词同化(由 οἷον δεῖ εἶναι 紧缩而来,意为‘适格的/应有的’),其后跟随以虚拟式引导的条件关系从句 ὃς ἂν ... μὴ ἐπιτρέπῃ。
- 2.3.51συνδοκοῦν ἅπασιν ἡμῖν
非人称动词 συνδοκεῖ(‘为大家一致同意’)的中性单数宾格分词,构成宾格独立结构(accusative absolute),以副词性方式补充说明‘经我们所有人一致同意’。
- 2.3.56τὸ τοῦ θανάτου παρεστηκότος μήτε τὸ φρόνιμον μήτε τὸ παιγνιῶδες ἀπολιπεῖν ἐκ τῆς ψυχῆς
冠词+不定词结构(τὸ ... ἀπολιπεῖν)与前文的指代词 ἐκεῖνο 构成同格。该不定词短语内部嵌套了一个属格独立结构 τοῦ θανάτου παρεστηκότος(‘死临近之际’),且不定词的主语为并列的中性名词化形容词 τὸ φρόνιμον 与 τὸ παιγνιῶδες(理性与谐谑)。
