- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.3.41-2.3.48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
泰拉美涅斯为自己一贯反对三十人集团滥用权力的行为(如迫害客民、解除民众武装及流放知名领袖)进行辩护,并就自己在四百人政体中的作为作出申辩,声称自己始终反对极端的民主制与寡头制,一贯主张建立由具备重装步兵与骑兵服役能力者主导的温和政体。
ἀντεῖπον δὲ καὶ ὅτε τῶν μετοίκων ἕνα ἕκαστον λαβεῖν ἔφασαν χρῆναι· εὔδηλον γὰρ ἦν ὅτι τούτων ἀπολομένων καὶ οἱ μέτοικοι ἅπαντες πολέμιοι τῇ πολιτείᾳ ἔσοιντο. ἀντεῖπον δὲ καὶ ὅτε τὰ ὅπλα τοῦ πλήθους παρῃροῦντο, οὐ νομίζων χρῆναι ἀσθενῆ τὴν πόλιν ποιεῖν· οὐδὲ γὰρ τοὺς Λακεδαιμονίους ἑώρων τούτου ἕνεκα βουλομένους περισῶσαι ἡμᾶς, ὅπως ὀλίγοι γενόμενοι μηδὲν δυναίμεθʼ αὐτοὺς ὠφελεῖν· ἐξῆν γὰρ αὐτοῖς, εἰ τούτου γε δέοιντο, καὶ μηδένα λιπεῖν ὀλίγον ἔτι χρόνον τῷ λιμῷ πιέσαντας.
当他们声称我们每人应当逮捕一名客民(同居异邦人)时,我也提出了反对;因为显而易见,一旦这些人被处死,所有的客民都将成为该政体的敌人。当他们剥夺大众的武器时,我也表示反对,因为我认为不应当使城邦陷入衰弱;因为在我看来,拉刻代蒙人之所以愿意保全我们,绝不是为了让我们人数削减到无法为他们提供任何助益的地步;因为他们若当真有此愿望,只需用饥荒再围困我们一小段时间,本可以让任何人都无法幸存。
οὐδέ γε τὸ φρουροὺς μισθοῦσθαι συνήρεσκέ μοι, ἐξὸν αὐτῶν τῶν πολιτῶν τοσούτους προσλαμβάνειν,1 ἕως ῥᾳδίως ἐμέλλομεν οἱ ἄρχοντες τῶν ἀρχομένων κρατήσειν. ἐπεί γε μὴν πολλοὺς ἑώρων ἐν τῇ πόλει τῇ ἀρχῇ τῇδε δυσμενεῖς, πολλοὺς δὲ φυγάδας γιγνομένους, οὐκ αὖ ἐδόκει μοι οὔτε Θρασύβουλον οὔτε Ἄνυτον οὔτε Ἀλκιβιάδην φυγαδεύειν· ᾔδειν γὰρ ὅτι οὕτω γε τὸ ἀντίπαλον ἰσχυρὸν ἔσοιτο, εἰ τῷ μὲν πλήθει ἡγεμόνες ἱκανοὶ προσγενήσοιντο, τοῖς δʼ ἡγεῖσθαι βουλομένοις σύμμαχοι πολλοὶ φανήσοιντο.
而且,雇佣卫兵也并不合我的心意,因为原本可以从公民自身当中吸纳足够多的人数,直到我们这些统治者能够轻易驾驭被统治者为止。此外,当我看到城中许多人对这一政权怀有敌意,许多人正在变成流亡者时,我再次认为既不应当流放色拉西布洛斯,也不应当流放阿尼图斯或阿尔西比亚德斯;因为我知道,若大众获得了得力的领袖,而那些图谋统率的人获得了众多的同盟者,对立的力量便会因此而变得强大。
ὁ ταῦτα οὖν νουθετῶν ἐν τῷ φανερῷ πότερα εὐμενὴς ἂν δικαίως ἢ προδότης νομίζοιτο; οὐχ οἱ ἐχθρούς, ὦ Κριτία, κωλύοντες πολλοὺς ποιεῖσθαι, οὐδʼ οἱ συμμάχους πλείστους διδάσκοντες κτᾶσθαι, οὗτοι τοὺς πολεμίους ἰσχυροὺς ποιοῦσιν, ἀλλὰ πολὺ μᾶλλον οἱ ἀδίκως τε χρήματα ἀφαιρούμενοι καὶ τοὺς οὐδὲν ἀδικοῦντας ἀποκτείνοντες, οὗτοί εἰσιν οἱ καὶ πολλοὺς τοὺς ἐναντίους ποιοῦντες καὶ προδιδόντες οὐ μόνον τοὺς φίλους ἀλλὰ καὶ ἑαυτοὺς διʼ αἰσχροκέρδειαν.
那么,公然提出这些告诫的人,理当被视作忠善之人,还是被视作叛徒呢?克里提阿斯啊,阻止树立众多仇敌的人,或者指明如何获取最多盟友的人,绝非这些人在壮大敌人;相反,倒是那些不义地没收钱财、处死毫无过错者的人,正是这些人在制造众多的对立者,并出于卑劣的贪欲不仅出卖了朋友,甚至出卖了他们自己。
εἰ δὲ μὴ ἄλλως γνωστὸν ὅτι ἀληθῆ λέγω, ὧδε ἐπισκέψασθε. πότερον οἴεσθε Θρασύβουλον καὶ Ἄνυτον καὶ τοὺς ἄλλους φυγάδας ἃ ἐγὼ λέγω μᾶλλον ἂν ἐνθάδε βούλεσθαι γίγνεσθαι ἢ ἃ οὗτοι πράττουσιν; ἐγὼ μὲν γὰρ οἶμαι νῦν μὲν αὐτοὺς νομίζειν συμμάχων πάντα μεστὰ εἶναι· εἰ δὲ τὸ κράτιστον τῆς πόλεως προσφιλῶς ἡμῖν εἶχε, χαλεπὸν ἂν ἡγεῖσθαι εἶναι καὶ τὸ ἐπιβαίνειν ποι τῆς χώρας.
如果通过其他方式还不足以明了我说的是真话,那么请这样来考量:你们认为,色拉西布洛斯、阿尼图斯以及其他流亡者,是更希望这里发生我所主张的事情,还是发生这帮人正在做的事情?依我之见,他们如今定然认为各处都充斥着盟友;但若城邦中最优秀的部分对我们心怀善意,他们恐怕会认为哪怕踏上这片国土的任何一处都是极其困难的。
ἃ δʼ αὖ εἶπεν ὡς ἐγώ εἰμι οἷος ἀεί ποτε μεταβάλλεσθαι, κατανοήσατε καὶ ταῦτα. τὴν μὲν γὰρ ἐπὶ τῶν τετρακοσίων πολιτείαν καὶ αὐτὸς δήπου ὁ δῆμος ἐψηφίσατο, διδασκόμενος ὡς οἱ Λακεδαιμόνιοι πάσῃ πολιτείᾳ μᾶλλον ἂν ἢ δημοκρατίᾳ πιστεύσειαν.
至于他又指责我说我是一个惯于随时变节的人,也请诸位考量这一点:四百人政体诚然是由民众自己投票通过的,因为他们被告知拉刻代蒙人宁可信任任何政体也不愿信任民主制。
ἐπεὶ δέ γε ἐκεῖνοι μὲν οὐδὲν ἀνίεσαν, οἱ δὲ ἀμφὶ Ἀριστοτέλην καὶ Μελάνθιον καὶ Ἀρίσταρχον στρατηγοῦντες φανεροὶ ἐγένοντο ἐπὶ τῷ χώματι ἔρυμα τειχίζοντες, εἰς ὃ ἐβούλοντο τοὺς πολεμίους δεξάμενοι ὑφʼ αὑτοῖς καὶ τοῖς ἑταίροις τὴν πόλιν ποιήσασθαι, εἰ ταῦτʼ αἰσθόμενος ἐγὼ διεκώλυσα, τοῦτʼ ἐστὶ προδότην εἶναι τῶν φίλων;
然而,当拉刻代蒙人丝毫没有放松敌对行动,而担任将领的亚里士多德、墨兰提奥斯与阿里斯塔克斯一伙人被发现公然在防波堤上修建防壁,企图引敌入内并将城邦置于他们自身及其党徒的控制之下时,若察觉到此事的我出面予以阻止,难道这就是对朋友的背叛吗?
ἀποκαλεῖ δὲ κόθορνόν με,2 ὡς ἀμφοτέροις πειρώμενον ἁρμόττειν. ὅστις δὲ μηδετέροις ἀρέσκει, τοῦτον ὢ πρὸς τῶν θεῶν τί ποτε καὶ καλέσαι χρή; σὺ γὰρ δὴ ἐν μὲν τῇ δημοκρατίᾳ πάντως μισοδημότατος ἐνομίζου, ἐν δὲ τῇ ἀριστοκρατίᾳ πάντων μισοχρηστότατος γεγένησαι.
他骂我是‘高帮便鞋’,说我试图契合双方。但是对于一个两造都不讨好的人,看在诸神的分上,到底该如何称呼他呢?因为你这个人,在民主制下被公认为最仇恨平民的人,而在贵族制下又成了所有人中最仇恨善人的人。
ἐγὼ δʼ, ὦ Κριτία, ἐκείνοις μὲν ἀεί ποτε πολεμῶ τοῖς οὐ πρόσθεν οἰομένοις καλὴν ἂν δημοκρατίαν εἶναι, πρὶν καὶ οἱ δοῦλοι καὶ οἱ διʼ ἀπορίαν δραχμῆς ἂν ἀποδόμενοι τὴν πόλιν δραχμῆς μετέχοιεν,3 καὶ τοῖσδέ γʼ αὖ ἀεὶ ἐναντίος εἰμὶ οἳ οὐκ οἴονται καλὴν ἂν ἐγγενέσθαι ὀλιγαρχίαν, πρὶν εἰς τὸ ὑπʼ ὀλίγων τυραννεῖσθαι τὴν πόλιν καταστήσειαν. τὸ μέντοι σὺν τοῖς δυναμένοις καὶ μεθʼ ἵππων καὶ μετʼ ἀσπίδων ὠφελεῖν διὰ τούτων τὴν πολιτείαν πρόσθεν ἄριστον ἡγούμην εἶναι καὶ νῦν οὐ μεταβάλλομαι.
克里提阿斯啊,我始终在同这样的人作斗争:他们认为,除非连奴隶以及由于贫困愿为了一枚德拉克马出卖城邦的人都能分得那一德拉克马,否则就不会有美好的民主制;同时,我也始终反对这样的人:他们认为,除非将城邦置于少数人的僭政统治之下,否则就不会产生美好的寡头制。然而,依靠那些既能以战马又能以盾牌效力的人,通过这些人来治理政体——这在以往我认为是最优之道,如今我也并未改变立场。
- 2.3.42ἐξὸν αὐτῶν τῶν πολιτῶν τοσούτους προσλαμβάνειν
ἐξόν 是无人称动词 ἔξεστι 的绝对宾格(分词),作状语表示让步或转折(“在原本可以……的情况下”),后接不定式 προσλαμβάνειν。
- 2.3.47ἀποκαλεῖ δὲ κόθορνόν με
ἀποκαλέω 含有贬抑或嘲弄的意味(“骂作……”),支配双重宾格(με 与 κόθορνον)。κόθορνος(高帮便鞋/宽筒长靴)原本指左右脚通穿的鞋,在此用作嘲讽机会主义者、反复变节者的著名比喻。
- 2.3.48οἱ διʼ ἀπορίαν δραχμῆς ἂν ἀποδόμενοι τὴν πόλιν δραχμῆς μετέχοιεν
前一个 δραχμῆς 依附于带 ἄν 的潜在分词 ἀποδόμενοι,作价格属格(“愿为了一枚德拉克马出卖城邦”);后一个 δραχμῆς 则受表示分享的动词 μετέχοιεν 支配,作部分属格,指雅典国家发放的每日津贴(一德拉克马的薪金)。同一词以不同语法功能形成对照。
