← 色诺芬

希腊史

§2.3.32-2.3.40

克里提阿斯的定罪要求与泰拉美涅斯的辩白

克里提阿斯谴责泰拉美涅斯在以往海战中构陷将领等背叛行径,要求判处其死刑,并结束了演说。泰拉美涅斯随即起立抗辩,澄清了海战事件的真相,揭露了克里提阿斯在色萨利的煽动前科,并阐明自己反对当权派是由于他们滥杀无辜贤达。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.32

καὶ εἰσὶ μὲν δήπου πᾶσαι μεταβολαὶ πολιτειῶν θανατηφόροι, σὺ δὲ διὰ τὸ εὐμετάβολος εἶναι πλείστοις μὲν μεταίτιος εἶ ἐξ ὀλιγαρχίας ὑπὸ τοῦ δήμου ἀπολωλέναι, πλείστοις δʼ ἐκ δημοκρατίας ὑπὸ τῶν βελτιόνων. οὗτος δέ τοί ἐστιν ὃς καὶ ταχθεὶς ἀνελέσθαι ὑπὸ τῶν στρατηγῶν τοὺς καταδύντας Ἀθηναίων ἐν τῇ περὶ Λέσβον ναυμαχίᾳ αὐτὸς οὐκ ἀνελόμενος ὅμως τῶν στρατηγῶν κατηγορῶν ἀπέκτεινεν αὐτούς, ἵνα αὐτὸς περισωθείη.

诚然,一切政体的变革都会带来死亡,但唯独你因反复无常,致使寡头制一方最多的人被民众处死,又致使民主制一方最多的人被优秀之士处死。而且正是此人,在莱斯博斯岛附近的海战中受将领们委派去打捞沉船的雅典人,自己没有打捞,却反过来指控将领,将他们置于死地,好保全他自己。

§2.3.33

ὅστις γε μὴν φανερός ἐστι τοῦ μὲν πλεονεκτεῖν ἀεὶ ἐπιμελόμενος, τοῦ δὲ καλοῦ καὶ τῶν φίλων μηδὲν ἐντρεπόμενος, πῶς τούτου χρή ποτε φείσασθαι; πῶς δὲ οὐ φυλάξασθαι, εἰδότας αὐτοῦ τὰς μεταβολάς, ὡς μὴ καὶ ἡμᾶς ταὐτὸ δυνασθῇ ποιῆσαι; ἡμεῖς οὖν τοῦτον ὑπάγομεν καὶ ὡς ἐπιβουλεύοντα καὶ ὡς προδιδόντα ἡμᾶς τε καὶ ὑμᾶς. ὡς δʼ εἰκότα ποιοῦμεν, καὶ τάδʼ ἐννοήσατε. καλλίστη μὲν γὰρ δήπου δοκεῖ πολιτεία εἶναι ἡ Λακεδαιμονίων· εἰ δὲ ἐκείνῃ ἐπιχειρήσειέ τις τῶν ἐφόρων ἀντὶ τοῦ τοῖς πλείοσι πείθεσθαι ψέγειν τε τὴν ἀρχὴν καὶ ἐναντιοῦσθαι τοῖς πραττομένοις, οὐκ ἂν1 οἴεσθε αὐτὸν καὶ ὑπʼ αὐτῶν τῶν ἐφόρων καὶ ὑπὸ τῆς ἄλλης ἁπάσης πόλεως τῆς μεγίστης τιμωρίας ἀξιωθῆναι; καὶ ὑμεῖς οὖν, ἐὰν σωφρονῆτε, οὐ τούτου ἀλλʼ ὑμῶν αὐτῶν φείσεσθε, ὡς οὗτος σωθεὶς μὲν πολλοὺς ἂν μέγα φρονεῖν ποιήσειε τῶν ἐναντία γιγνωσκόντων ὑμῖν, ἀπολόμενος δὲ πάντων καὶ τῶν ἐν τῇ πόλει καὶ τῶν ἔξω ὑποτέμοι ἂν τὰς ἐλπίδας.

对于一个显然时刻只顾谋取私利、对荣誉与朋友毫不顾及的人,怎么能够宽恕他呢?明知他反复无常,又怎能不加防范,以免他也对我们做出同样的事来?因此,我们之所以控告他,乃是因为他既图谋不轨,又出卖了我们和你们。至于我们这样做是否合情合理,请诸位再考量以下之事: 拉刻代蒙人的政体向来被认为是最优良的;但若其监察官中有一人不遵从多数人的决定,反而试图非难当权者并反对各项政令,难道你们不认为他无论是被监察官同僚还是被整个城邦,都会被判定应当受到极刑吗?因此,诸位若明智,就应当顾惜你们自己而非此人;因为若放过他,便会使许多与你们异心的人气焰嚣张;而若处死他,则将粉碎城内城外一切〔反对者〕的希望。”

§2.3.35

ὁ μὲν ταῦτʼ εἰπὼν ἐκαθέζετο· Θηραμένης δὲ ἀναστὰς ἔλεξεν· ἀλλὰ πρῶτον μὲν μνησθήσομαι, ὦ ἄνδρες, ὃ τελευταῖον κατʼ ἐμοῦ εἶπε. φησὶ γάρ με τοὺς στρατηγοὺς ἀποκτεῖναι κατηγοροῦντα. ἐγὼ δὲ οὐκ ἦρχον δήπου τοῦ κατʼ ἐκείνων λόγου, ἀλλʼ ἐκεῖνοι ἔφασαν προσταχθέν μοι ὑφʼ ἑαυτῶν2 οὐκ ἀνελέσθαι τοὺς δυστυχοῦντας ἐν τῇ περὶ Λέσβον ναυμαχίᾳ. ἐγὼ δὲ ἀπολογούμενος ὡς διὰ τὸν χειμῶνα οὐδὲ πλεῖν, μὴ ὅτι ἀναιρεῖσθαι3 τοὺς ἄνδρας δυνατὸν ἦν, ἔδοξα τῇ πόλει εἰκότα λέγειν, ἐκεῖνοι δʼ ἑαυτῶν κατηγορεῖν ἐφαίνοντο. φάσκοντες γὰρ οἷόν τε εἶναι σῶσαι τοὺς ἄνδρας, προέμενοι ἀπολέσθαι αὐτοὺς ἀποπλέοντες ᾤχοντο.

克里提阿斯说完便坐下了。泰拉美涅斯随即起立说道:“先生们,首先我要提及他对我提出的最后一条指控。他声称是我通过控告将将领们置于死地。然而,发起针对他们之指控的绝不是我;相反,是他们自己声称受他们指令的我未能在莱斯博斯岛附近的海战中打捞遇难人员。而我为自己辩护说,由于风暴之大,甚至无法航行,更不用说打捞人员了,城邦民众认为我的话合情合理,而他们反倒显出是在指控他们自己;因为他们既然坚称有可能拯救那些人,却弃他们于死地,自行扬帆离去。

§2.3.36

οὐ μέντοι θαυμάζω γε τὸ Κριτίαν παρανενομηκέναι· ὅτε γὰρ ταῦτα ἦν, οὐ παρὼν ἐτύγχανεν, ἀλλʼ ἐν Θετταλίᾳ μετὰ Προμηθέως δημοκρατίαν κατεσκεύαζε καὶ τοὺς πενέστας ὥπλιζεν ἐπὶ τοὺς δεσπότας.

然而,我对克里提阿斯践踏法纪并不感到奇怪;因为这些事情发生时,他恰好不在场,而是在色萨利与普罗米修斯一同建立民主制,武装珀涅斯特人去反抗其主人。

§2.3.37

ὧν μὲν οὖν οὗτος ἐκεῖ ἔπραττε μηδὲν ἐνθάδε γένοιτο· τάδε γε μέντοι ὁμολογῶ ἐγὼ τούτῳ, εἴ τις ὑμᾶς μὲν τῆς ἀρχῆς βούλεται παῦσαι, τοὺς δʼ ἐπιβουλεύοντας ὑμῖν ἰσχυροὺς ποιεῖ, δίκαιον εἶναι τῆς μεγίστης αὐτὸν τιμωρίας τυγχάνειν· ὅστις μέντοι ὁ ταῦτα πράττων ἐστὶν οἶμαι ἂν ὑμᾶς κάλλιστα κρίνειν, τά τε πεπραγμένα καὶ ἃ νῦν πράττει ἕκαστος ἡμῶν εἰ κατανοήσετε.

但愿他彼时在那里的所作所为一件也不要降临此地!不过在这点上我同意他的看法:若有人企图剥夺你们的权力,并使谋害你们的人坐大,此人受到极刑乃是完全正义的。然而,究竟谁才是行此等事的人,我认为,如果诸位仔细考察我们每人以往所做之事以及当下所行之举,便能做出最明确的裁决。

§2.3.38

οὐκοῦν μέχρι μὲν τοῦ ὑμᾶς τε καταστῆναι εἰς τὴν βουλείαν καὶ ἀρχὰς ἀποδειχθῆναι καὶ τοὺς ὁμολογουμένως συκοφάντας ὑπάγεσθαι πάντες ταὐτὰ ἐγιγνώσκομεν· ἐπεὶ δέ γε οὗτοι ἤρξαντο ἄνδρας καλούς τε κἀγαθοὺς συλλαμβάνειν, ἐκ τούτου κἀγὼ ἠρξάμην τἀναντία τούτοις γιγνώσκειν.

因此,直到你们进入评议会、官员得以任命以及公认的诬告者被绳之以法为止,我们所有人的政见都是一致的;但当这帮人开始逮捕正人君子之时,从那时起我也开始持有与他们相反的见解。

§2.3.39

ᾔδειν γὰρ ὅτι ἀποθνῄσκοντος μὲν Λέοντος τοῦ Σαλαμινίου, ἀνδρὸς καὶ ὄντος καὶ δοκοῦντος ἱκανοῦ εἶναι, ἀδικοῦντος δʼ οὐδὲ ἕν, οἱ ὅμοιοι τούτῳ φοβήσοιντο, φοβούμενοι δὲ ἐναντίοι τῇδε τῇ πολιτείᾳ ἔσοιντο· ἐγίγνωσκον δὲ ὅτι συλλαμβανομένου Νικηράτου τοῦ Νικίου, καὶ πλουσίου καὶ οὐδὲν πώποτε δημοτικὸν οὔτε αὐτοῦ οὔτε τοῦ πατρὸς πράξαντος, οἱ τούτῳ ὅμοιοι δυσμενεῖς ἡμῖν γενήσοιντο.

因为我深知,当萨拉米斯的莱翁——一个为人卓越且声誉卓著、未犯任何过错的人——被处死时,与他境遇相似之人必将心生恐惧,而恐惧之余必将敌视当下政体;我也明白,当尼客阿斯之子尼客拉托斯——一个家资富有且自身及父辈皆从未做过讨好民众之事的人——被逮捕时,与他类似之人必将对我们心怀怨怼。

§2.3.40

ἀλλὰ μὴν καὶ Ἀντιφῶντος ὑφʼ ἡμῶν ἀπολλυμένου, ὃς ἐν τῷ πολέμῳ δύο τριήρεις εὖ πλεούσας παρείχετο, ἠπιστάμην ὅτι καὶ οἱ πρόθυμοι τῇ πόλει γεγενημένοι πάντες ὑπόπτως ἡμῖν ἕξοιεν.

更有甚者,当我们处死在战争中曾提供两艘精良三列桨战船的安提丰时,我深知所有曾对城邦竭尽忠诚的人,都会对我们投以猜疑与不信任的目光。

语法注3 条
  1. 2.3.33ὡς οὗτος σωθεὶς μὲν πολλοὺς ἂν μέγα φρονεῖν ποιήσειε... ἀπολόμενος δὲ... ὑποτέμοι ἄν

    由 ὡς 引导的说明原因/预期的从句中,包含了具有条件意味的分词(σωθείς、ἀπολόμενος)与 ἄν+希求式(ποιήσειε ἄν、ὑποτέμοι ἄν)构成的潜在条件句结构,为主句的劝告(ὑμῶν αὐτῶν φείσεσθε)提供理据。

  2. 2.3.35προσταχθέν μοι ὑφʼ ἑαυτῶν

    此处为非人称被动形式的中性单数宾格分词构成的宾格绝对结构(accusative absolute),表示让步或背景情况,意为“尽管他们已向我下达指令”。

  3. 2.3.35οὐδὲ πλεῖν, μὴ ὅτι ἀναιρεῖσθαι

    μὴ ὅτι(更不用说、遑论)与前置的否定词 οὐδέ 相呼应,构成固定惯用表达,意为“甚至无法航行,更不用说打捞人员了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.3.32-2.3.40