← 色诺芬

希腊史

§2.3.23-2.3.31

克里提阿斯在评议会弹劾泰拉美涅斯

在泰拉美涅斯谴责针对外侨的迫害之后,三十人密谋铲除他并暗中布置武装青年召集了评议会;克里提阿斯在会上发表演说,严厉谴责泰拉美涅斯是对寡头政权阳奉阴违的机会主义叛徒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.23

πῶς οὐ ταῦτα τῷ παντὶ ἐκείνων ἀδικώτερα;1 οἱ δʼ ἐμποδὼν νομίζοντες αὐτὸν εἶναι τῷ ποιεῖν ὅ τι βούλοιντο, ἐπιβουλεύουσιν αὐτῷ, καὶ ἰδίᾳ πρὸς τοὺς βουλευτὰς ἄλλος πρὸς ἄλλον διέβαλλον ὡς λυμαινόμενον τὴν πολιτείαν. καὶ παραγγείλαντες νεανίσκοις οἳ ἐδόκουν αὐτοῖς θρασύτατοι εἶναι ξιφίδια ὑπὸ μάλης ἔχοντας παραγενέσθαι, συνέλεξαν τὴν βουλήν.

这难道不比他们的所作所为在一切方面都更加不正义吗?”然而三十人认为他妨碍了自己随心所欲行事,便密谋对付他,并在私下分别向各位评议员诽谤他,诬称他正在破坏国政。他们吩咐自认为最胆大妄为的青年人将短剑藏于腋下前来集合,随后召集了评议会。

§2.3.24

ἐπεὶ δὲ ὁ Θηραμένης παρῆν, ἀναστὰς ὁ Κριτίας ἔλεξεν ὧδε. ὦ ἄνδρες βουλευταί, εἰ μέν τις ὑμῶν νομίζει πλείους τοῦ καιροῦ ἀποθνῄσκειν, ἐννοησάτω ὅτι ὅπου πολιτεῖαι μεθίστανται πανταχοῦ ταῦτα γίγνεται· πλείστους δὲ ἀνάγκη ἐνθάδε πολεμίους εἶναι τοῖς εἰς ὀλιγαρχίαν μεθιστᾶσι διά τε τὸ πολυανθρωποτάτην τῶν Ἑλληνίδων τὴν πόλιν εἶναι καὶ διὰ τὸ πλεῖστον χρόνον ἐν ἐλευθερίᾳ τὸν δῆμον τεθράφθαι.

当泰拉美涅斯到场时,克里提阿斯起立,发表了如下演说:“评议员先生们,如果你们当中有人认为被处死的人超出了合宜的限度,请他记住:凡是发生政体转变的地方,处处都会发生此类事情;而在此地,对那些将政体转变为寡头制的人而言,必然会产生最多的敌人,这既是因为本邦在全希腊城邦中人口最为稠密,也是因为民众在自由之中被哺育的时间最为长久。

§2.3.25

ἡμεῖς δὲ γνόντες μὲν τοῖς οἵοις ἡμῖν τε καὶ ὑμῖν2 χαλεπὴν πολιτείαν εἶναι δημοκρατίαν, γνόντες δὲ ὅτι Λακεδαιμονίοις τοῖς περισώσασιν ἡμᾶς ὁ μὲν δῆμος οὔποτʼ ἂν φίλος γένοιτο, οἱ δὲ βέλτιστοι ἀεὶ ἂν πιστοὶ διατελοῖεν, διὰ ταῦτα σὺν τῇ Λακεδαιμονίων γνώμῃ τήνδε τὴν πολιτείαν καθίσταμεν.

然而我们认识到,对于像我们和你们这样的人而言,民主制乃是一种苛酷的政体;我们又认识到,民众绝不可能对保全了我们的拉刻代蒙人怀有友好之心,而优秀之士则会始终保持忠诚,为此缘故,我们在拉刻代蒙人的支持下建立起当下的政体。

§2.3.26

καὶ ἐάν τινα αἰσθανώμεθα ἐναντίον τῇ ὀλιγαρχίᾳ, ὅσον δυνάμεθα ἐκποδὼν ποιούμεθα· πολὺ δὲ μάλιστα δοκεῖ ἡμῖν δίκαιον εἶναι, εἴ τις ἡμῶν αὐτῶν λυμαίνεται ταύτῃ τῇ καταστάσει, δίκην αὐτὸν διδόναι.

倘若我们察觉到有人反对寡头政权,便竭尽所能予以铲除;但在我们看来,倘若我们自己人中有人蓄意破坏这一确立的秩序,对其施加惩处则是尤为正义之举。

§2.3.27

νῦν οὖν αἰσθανόμεθα Θηραμένην τουτονὶ οἷς δύναται ἀπολλύντα ἡμᾶς τε καὶ ὑμᾶς. ὡς δὲ ταῦτα ἀληθῆ, ἂν κατανοῆτε, εὑρήσετε οὔτε ψέγοντα οὐδένα μᾶλλον Θηραμένους τουτουὶ τὰ παρόντα οὔτε ἐναντιούμενον, ὅταν τινὰ ἐκποδὼν βουλώμεθα ποιήσασθαι τῶν δημαγωγῶν. εἰ μὲν τοίνυν ἐξ ἀρχῆς ταῦτα ἐγίγνωσκε, πολέμιος μὲν ἦν, οὐ μέντοι πονηρός γʼ ἂν δικαίως ἐνομίζετο·

如今,我们察觉到身旁的泰拉美涅斯正在竭其所能毁灭我们和你们。若你们仔细考察,便会发现事实确凿无疑:对于眼前的时局,没有任何人比这位泰拉美涅斯批评得更多;每当我们想要除掉某些蛊惑民心者时,也没有任何人比他反对得更为坚决。倘若他自始至终秉持这一立场,固然是我们的敌人,却不至于被正当地视为奸恶之徒。

§2.3.28

νῦν δὲ αὐτὸς μὲν ἄρξας τῆς πρὸς Λακεδαιμονίους πίστεως καὶ φιλίας, αὐτὸς δὲ τῆς τοῦ δήμου καταλύσεως, μάλιστα δὲ ἐξορμήσας ὑμᾶς τοῖς πρώτοις ὑπαγομένοις εἰς ὑμᾶς δίκην ἐπιτιθέναι, νῦν ἐπεὶ καὶ ὑμεῖς καὶ ἡμεῖς φανερῶς ἐχθροὶ τῷ δήμῳ γεγενήμεθα, οὐκέτʼ αὐτῷ τὰ γιγνόμενα ἀρέσκει, ὅπως αὐτὸς μὲν αὖ ἐν τῷ ἀσφαλεῖ καταστῇ, ἡμεῖς δὲ δίκην δῶμεν τῶν πεπραγμένων.

然而事实是,当初是他亲自开创了与拉刻代蒙人的互信与友谊,是他亲自发起了对民主制的颠覆,也是他极力鼓动你们对最初被传讯到你们面前的人施以刑罚;如今,当你们和我们都已公开成为民众的仇敌之时,所发生的事情却不再合他的心意,好让他自己再次置身于安全之境,而由我们来为已做的一切承担罪责。

§2.3.29

ὥστε οὐ μόνον ὡς ἐχθρῷ αὐτῷ προσήκει ἀλλὰ καὶ ὡς προδότῃ ὑμῶν τε καὶ ἡμῶν διδόναι τὴν δίκην. καίτοι τοσούτῳ μὲν δεινότερον προδοσία πολέμου, ὅσῳ χαλεπώτερον φυλάξασθαι τὸ ἀφανὲς τοῦ φανεροῦ, τοσούτῳ δʼ ἔχθιον, ὅσῳ πολεμίοις μὲν ἄνθρωποι καὶ σπένδονται καὶ αὖθις πιστοὶ γίγνονται, ὃν δʼ ἂν προδιδόντα λαμβάνωσι, τούτῳ οὔτε ἐσπείσατο πώποτε οὐδεὶς οὔτʼ ἐπίστευσε τοῦ λοιποῦ.3

因此,他不仅应当作为敌人,更应当作为你们和我们共同的叛徒接受惩处。况且,背叛之可怕甚于战争,正如防备暗箭之难甚于明枪;背叛之可恨亦甚于战争,正如人们既能与敌人讲和并重新建立信任,但对任何被当场识破的叛徒,从来没有任何人曾与其媾和,也绝不会在今后对其加以信任。

§2.3.30

ἵνα δὲ εἰδῆτε ὅτι οὐ καινὰ ταῦτα οὗτος ποιεῖ, ἀλλὰ φύσει προδότης ἐστίν, ἀναμνήσω ὑμᾶς τὰ τούτῳ πεπραγμένα. οὗτος γὰρ ἐξ ἀρχῆς μὲν τιμώμενος ὑπὸ τοῦ δήμου κατὰ τὸν πατέρα Ἅγνωνα, προπετέστατος ἐγένετο τὴν δημοκρατίαν μεταστῆσαι εἰς τοὺς τετρακοσίους, καὶ ἐπρώτευεν ἐν ἐκείνοις. ἐπεὶ δʼ ᾔσθετο ἀντίπαλόν τι τῇ ὀλιγαρχίᾳ συνιστάμενον, πρῶτος αὖ ἡγεμὼν τῷ δήμῳ ἐπʼ ἐκείνους ἐγένετο·

为了让你们知晓他行此类行径并非始于今日,而是生性即为叛徒,我将提醒你们他所犯下的过往作为。此人起初虽因其父哈格农而受到民众的尊崇,却最为鲁莽急切地将民主制转变为四百人寡头统治,并在其中位居首席;但当他察觉到一股对抗寡头派的力量正在积聚时,却又率先充当起民众反抗他们的首领。

§2.3.31

ὅθεν δήπου καὶ κόθορνος ἐπικαλεῖται. δεῖ δέ, ὦ Θηράμενες, ἄνδρα τὸν ἄξιον ζῆν οὐ προάγειν μὲν δεινὸν εἶναι εἰς πράγματα τοὺς συνόντας, ἂν δέ τι ἀντικόπτῃ, εὐθὺς μεταβάλλεσθαι, ἀλλʼ ὥσπερ ἐν νηὶ διαπονεῖσθαι,4 ἕως ἂν εἰς οὖρον καταστῶσιν· εἰ δὲ μή, πῶς ἂν ἀφίκοιντό ποτε ἔνθα δεῖ, εἰ ἐπειδάν τι ἀντικόψῃ, εὐθὺς εἰς τἀναντία πλέοιεν;

由此,他想必也因此被戏称为‘高屐’。然而,泰拉美涅斯啊,一个配活着的人,绝不应当擅长把同道引入险境、一旦遇到阻碍便立即改弦易辙,而应当像在船上一样同舟共济,直到迎来顺风;否则,倘若每当遇到阻碍便立刻掉头逆向航行,他们又怎能到达所该去的地方呢?”

语法注4 条
  1. 2.3.23τῷ παντὶ ἐκείνων ἀδικώτερα

    τῷ παντὶ 是修饰比较级形容词 ἀδικώτερα 的程度/差异与格,用作副词性短语,意为“在一切方面/全然/更加”。ἐκείνων 是比较属格,指代前文提到的告密者之行径。

  2. 2.3.25τοῖς οἵοις ἡμῖν τε καὶ ὑμῖν

    此为 τοῖς τοιούτοις οἷοι ἡμεῖς τε καὶ ὑμεῖς ἐσμεν 的紧缩与同化表达。先行词被省略,关系代词 οἷος 被牵引为先行词本应采取的与格形式,整体构成表示“像我们和你们这样的人”的固定习语。

  3. 2.3.29τοῦ λοιποῦ

    表示时间范围的属格,为 τοῦ λοιποῦ χρόνου 的省略表达,意为“在今后/未来”。

  4. 2.3.31οὐ προάγειν μὲν δεινὸν εἶναι εἰς πράγματα τοὺς συνόντας, ἂν δέ τι ἀντικόπτῃ, εὐθὺς μεταβάλλεσθαι, ἀλλʼ ὥσπερ ἐν νηὶ διαπονεῖσθαι

    非人称动词 δεῖ 支配意味上的宾格主语 ἄνδρα τὸν ἄξιον ζῆν,谓语形容词 δεινόν(宾格)统摄解释性不定词 προάγειν 与 μεταβάλλεσθαι,构成“不应当擅长把同道引入险境……并变节”的否定句式;而其后的 ἀλλʼ... διαπονεῖσθαι 则直接受 δεῖ 支配,形成肯定的义务要求(“而应当……同舟共济”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.3.23-2.3.31