← 色诺芬

希腊史

§2.3.13-2.3.22

三十人的恐怖统治与克里提阿斯和泰拉美涅斯的分歧

三十人僭主召来斯巴达守军以镇压异己;在主张恐怖统治的克里提阿斯与主张温和的泰拉美涅斯产生严重分歧之际,三十人解除了民众的武装并大肆迫害外侨以搜刮财物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.13

ἐπεὶ δὲ ἤρξαντο βουλεύεσθαι ὅπως ἂν ἐξείη αὐτοῖς τῇ πόλει χρῆσθαι ὅπως βούλοιντο, ἐκ τούτου πρῶτον μὲν πέμψαντες εἰς Λακεδαίμονα Αἰσχίνην τε καὶ Ἀριστοτέλην ἔπεισαν Λύσανδρον φρουροὺς σφίσι συμπρᾶξαι ἐλθεῖν, ἕως δὴ τοὺς πονηροὺς ἐκποδὼν ποιησάμενοι καταστήσαιντο τὴν πολιτείαν· θρέψειν δὲ αὐτοὶ ὑπισχνοῦντο.

然而,当他们开始谋划如何才能随心所欲地处置城邦时,于是首先派遣埃斯基涅斯和阿里斯托泰勒斯前往拉刻代蒙,说服吕珊德促成一支卫戍部队来到他们这里,直到他们除掉那些恶人并确立政体为止;他们自己则承诺承担守军的供给。

§2.3.14

ὁ δὲ πεισθεὶς τούς τε φρουροὺς καὶ Καλλίβιον ἁρμοστὴν συνέπραξεν αὐτοῖς πεμφθῆναι. οἱ δʼ ἐπεὶ τὴν φρουρὰν ἔλαβον, τὸν μὲν Καλλίβιον ἐθεράπευον πάσῃ θεραπείᾳ, ὡς πάντα ἐπαινοίη ἃ πράττοιεν, τῶν δὲ φρουρῶν τούτου συμπέμποντος αὐτοῖς οὓς ἐβούλοντο συνελάμβανον οὐκέτι τοὺς πονηρούς τε καὶ ὀλίγου ἀξίους, ἀλλʼ ἤδη οὓς ἐνόμιζον ἥκιστα μὲν παρωθουμένους ἀνέχεσθαι, ἀντιπράττειν δέ τι ἐπιχειροῦντας πλείστους ἂν τοὺς συνεθέλοντας λαμβάνειν.

吕珊德被说服了,促成了卫戍部队和调停官卡利比奥斯被派往他们那里。三十人得到卫戍部队后,便对卡利比奥斯竭尽奉承之能事,好让他赞许他们所做的一切;当卡利比奥斯将他们想要的卫戍士兵派给他们同行时,他们逮捕的已不再是恶人和微不足道之辈,而是他们认为最不可能容忍被排挤、且一旦企图采取反抗行动便能获得最多响应者的人。

§2.3.15

τῷ μὲν οὖν πρώτῳ χρόνῳ ὁ Κριτίας τῷ Θηραμένει ὁμογνώμων τε καὶ φίλος ἦν· ἐπεὶ δὲ αὐτὸς μὲν προπετὴς ἦν ἐπὶ τὸ πολλοὺς ἀποκτείνειν, ἅτε καὶ φυγὼν ὑπὸ τοῦ δήμου, ὁ δὲ Θηραμένης ἀντέκοπτε, λέγων ὅτι οὐκ εἰκὸς εἴη θανατοῦν, εἴ τις ἐτιμᾶτο ὑπὸ τοῦ δήμου, τοὺς δὲ καλοὺς κἀγαθοὺς μηδὲν κακὸν εἰργάζετο, ἐπεὶ καὶ ἐγώ, ἔφη, καὶ σὺ πολλὰ δὴ τοῦ ἀρέσκειν ἕνεκα τῇ πόλει καὶ εἴπομεν καὶ ἐπράξαμεν·

起初,克里提阿斯与泰拉美涅斯同心同德,互为朋友;但由于克里提阿斯本人曾被民众流放,急于处死许多人,而泰拉美涅斯却予以反对,说如果有人受到民众尊崇,却未对善良正直之士做任何恶事,将其处死是毫无道理的,“因为,”他说,“无论是我还是你,为了取悦城邦都曾说过很多话、做过很多事。”

§2.3.16

ὁ δέ (ἔτι γὰρ οἰκείως ἐχρῆτο τῷ Θηραμένει) ἀντέλεγεν ὅτι οὐκ ἐγχωροίη τοῖς πλεονεκτεῖν βουλομένοις μὴ οὐκ ἐκποδὼν ποιεῖσθαι1 τοὺς ἱκανωτάτους διακωλύειν· εἰ δέ, ὅτι τριάκοντά ἐσμεν καὶ οὐχ εἷς, ἧττόν τι οἴει ὥσπερ τυραννίδος ταύτης τῆς ἀρχῆς χρῆναι ἐπιμελεῖσθαι, εὐήθης εἶ.

然而克里提阿斯(因为他当时与泰拉美涅斯仍保持亲密关系)反驳说,对于想要独揽大权的人来说,不可能不把最有能力阻止他们的人除掉:“如果你因为我们是三十人而非独裁一人,便以为我们不必像对待僭主政体那样去悉心维护这一政权,那你就太愚蠢了。”

§2.3.17

ἐπεὶ δέ, ἀποθνῃσκόντων πολλῶν καὶ ἀδίκως, πολλοὶ δῆλοι ἦσαν συνιστάμενοί τε καὶ θαυμάζοντες τί ἔσοιτο ἡ πολιτεία, πάλιν ἔλεγεν ὁ Θηραμένης ὅτι εἰ μή τις κοινωνοὺς ἱκανοὺς λήψοιτο τῶν πραγμάτων, ἀδύνατον ἔσοιτο τὴν ὀλιγαρχίαν διαμένειν.

然而,当许多人横遭不义处死,许多人显而易见地集结起来并对政局将变成何等模样感到惊疑时,泰拉美涅斯再次表示,除非接纳足够数量的人作为国政的参与者,否则寡头统治绝不可能持久。

§2.3.18

ἐκ τούτου μέντοι Κριτίας καὶ οἱ ἄλλοι τριάκοντα, ἤδη φοβούμενοι καὶ οὐχ ἥκιστα τὸν Θηραμένην, μὴ συρρυείησαν πρὸς αὐτὸν οἱ πολῖται, καταλέγουσι τρισχιλίους τοὺς μεθέξοντας δὴ τῶν πραγμάτων·

于是,克里提阿斯和其余的三十人此时心生恐惧,尤其是害怕泰拉美涅斯,担心公民们会聚集到他身边,便登记了三千人作为国政的参与者。

§2.3.19

ὁ δʼ αὖ Θηραμένης καὶ πρὸς ταῦτα ἔλεγεν ὅτι ἄτοπον δοκοίη ἑαυτῷ γε εἶναι τὸ πρῶτον μὲν βουλομένους τοὺς βελτίστους τῶν πολιτῶν κοινωνοὺς ποιήσασθαι τρισχιλίους, ὥσπερ τὸν ἀριθμὸν τοῦτον ἔχοντά τινα ἀνάγκην καλοὺς καὶ ἀγαθοὺς εἶναι, καὶ οὔτʼ ἔξω τούτων σπουδαίους οὔτʼ ἐντὸς τούτων πονηροὺς οἷόν τε εἴη γενέσθαι·2 ἔπειτα δʼ, ἔφη, ὁρῶ ἔγωγε δύο ἡμᾶς τὰ ἐναντιώτατα πράττοντας, βιαίαν τε τὴν ἀρχὴν καὶ ἥττονα τῶν ἀρχομένων κατασκευαζομένους.

然而泰拉美涅斯对此又说,在他看来,想要把最优秀的公民选为伙伴却定为三千人,这首先显得十分荒谬,仿佛这个数字本身就必然意味着高尚正直,既不可能在他们之外有杰出之士,也不可能在他们之内有卑鄙小人:“其次,”他说,“我看到我们正在做两件完全相反的事:建立起暴虐的统治,其实力却弱于被统治者。”

§2.3.20

ὁ μὲν ταῦτʼ ἔλεγεν. οἱ δʼ ἐξέτασιν ποιήσαντες τῶν μὲν τρισχιλίων ἐν τῇ ἀγορᾷ, τῶν δʼ ἔξω τοῦ καταλόγου ἄλλων ἀλλαχοῦ, ἔπειτα κελεύσαντες ἐπὶ τὰ ὅπλα, ἐν ᾧ ἐκεῖνοι ἀπεληλύθεσαν3 πέμψαντες τοὺς φρουροὺς καὶ τῶν πολιτῶν τοὺς ὁμογνώμονας αὑτοῖς τὰ ὅπλα πάντων πλὴν τῶν τρισχιλίων παρείλοντο, καὶ ἀνακομίσαντες ταῦτα εἰς τὴν ἀκρόπολιν συνέθηκαν ἐν τῷ ναῷ.

泰拉美涅斯如此陈述。于是三十人让三千人在广场集结检阅,将名册之外的人集中在别处的各个地方,随后命令他们整饬武器;在众人离开武器所在之处时,三十人派出卫戍士兵和与自己同心的公民,收缴了除三千人以外所有人的武器,运上卫城存放在神庙中。

§2.3.21

τούτων δὲ γενομένων, ὡς ἐξὸν ἤδη ποιεῖν αὐτοῖς ὅ τι βούλοιντο, πολλοὺς μὲν ἔχθρας ἕνεκα ἀπέκτεινον, πολλοὺς δὲ χρημάτων. ἔδοξε δʼ αὐτοῖς, ὅπως ἔχοιεν καὶ τοῖς φρουροῖς χρήματα διδόναι, καὶ τῶν μετοίκων ἕνα ἕκαστον λαβεῖν, καὶ αὐτοὺς μὲν ἀποκτεῖναι, τὰ δὲ χρήματα αὐτῶν ἀποσημήνασθαι.

此事办妥之后,他们以为现在可以随心所欲行事了,便为了泄私愤而处死了许多人,为了谋财又处死了许多人。他们还决定,为了能有钱发给卫戍部队,每人抓捕一名外侨,处死他们并没收他们的财产。

§2.3.22

ἐκέλευον δὲ καὶ τὸν Θηραμένην λαβεῖν ὅντινα βούλοιτο. ὁ δʼ ἀπεκρίνατο· ἀλλʼ οὐ δοκεῖ μοι, ἔφη, καλὸν εἶναι φάσκοντας βελτίστους εἶναι ἀδικώτερα τῶν συκοφαντῶν ποιεῖν. ἐκεῖνοι μὲν γὰρ παρʼ ὧν χρήματα λαμβάνοιεν ζῆν εἴων, ἡμεῖς δὲ ἀποκτενοῦμεν μηδὲν ἀδικοῦντας, ἵνα χρήματα λαμβάνωμεν;

他们也吩咐泰拉美涅斯抓捕他想要的任何一人。但他回答道:“自称是最优秀的人,却做出比告密者还要不正义的事,我看这绝非光彩之举。因为告密者尚且留着那些被搜刮钱财之人的性命,难道我们为了图谋钱财,竟要杀死毫无过错的人吗?”

语法注3 条
  1. 2.3.16οὐκ ἐγχωροίη τοῖς πλεονεκτεῖν βουλομένοις μὴ οὐκ ἐκποδὼν ποιεῖσθαι

    主节谓语含有否定词(οὐκ ἐγχωροίη,“是不可能的”),因此随后的不定式采用双重否定 μὴ οὐ。该结构表达必然性,意为“对于想要……的人来说,不可能不除掉……(即势必除掉)”。

  2. 2.3.19ὥσπερ τὸν ἀριθμὸν τοῦτον ἔχοντά τινα ἀνάγκην καλοὺς καὶ ἀγαθοὺς εἶναι, καὶ οὔτʼ ἔξω τούτων σπουδαίους οὔτʼ ἐντὸς τούτων πονηροὺς οἷόν τε εἴη γενέσθαι

    此处出现句式转换(破格):由 ὥσπερ 引导的宾格分词结构(τὸν ἀριθμὸν ... ἔχοντα)在连词 καί 之后转变为间接引语的祈愿语气小句(οἷόν τε εἴη)。前后两部分并列表达了泰拉美涅斯所抨击的荒谬假设——即认为该数目必然决定品德之优劣。

  3. 2.3.20ἐν ᾧ ἐκεῖνοι ἀπεληλύθεσαν

    短语 ἐν ᾧ 用作连词,意为“在……期间”。过去完成时 ἀπεληλύθεσαν 指市民们受命前去取武器或散开而离开原地的状态,正是趁着这一时间空档,三十人派出亲信夺取了武器(παρείλοντο)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.3.13-2.3.22