← 色诺芬

希腊史

§2.3.1-2.3.12

三十人政权的建立与吕珊德凯旋

雅典选出三十人建立统治;吕珊德攻陷萨摩斯后班师斯巴达;掌握实权的三十人延宕立宪,开始以死罪惩治民主制下的告密者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.1

τῷ δʼ ἐπιόντι ἔτει ἔδοξε τῷ δήμῳ τριάκοντα ἄνδρας ἑλέσθαι, οἳ τοὺς πατρίους νόμους συγγράψουσι, καθʼ οὓς πολιτεύσουσι. καὶ ᾑρέθησαν οἵδε· Πολυχάρης, Κριτίας, Μηλόβιος, Ἱππόλοχος, Εὐκλείδης, Ἱέρων, Μνησίλοχος, Χρέμων, Θηραμένης, Ἀρεσίας, Διοκλῆς, Φαιδρίας, Χαιρέλεως, Ἀναίτιος, Πείσων, Σοφοκλῆς, Ἐρατοσθένης, Χαρικλῆς, Ὀνομακλῆς, Θέογνις, Αἰσχίνης, Θεογένης, Κλεομήδης, Ἐρασίστρατος, Φείδων, Δρακοντίδης, Εὐμάθης, Ἀριστοτέλης, Ἱππόμαχος, Μνησιθείδης. τούτων δὲ πραχθέντων ἀπέπλει Λύσανδρος πρὸς Σάμον, Ἆγις δʼ ἐκ τῆς Δεκελείας ἀπαγαγὼν τὸ πεζὸν στράτευμα διέλυσε κατὰ πόλεις ἑκάστους.

在接下来的一年里,民众决定选出三十个人,由他们编纂据以管理城邦政务的祖传法律。当选的有以下诸人:波吕卡列斯、克里提阿斯、梅洛比奥斯、希波洛科斯、欧克利德斯、希厄隆、姆涅西洛科斯、克雷蒙、泰拉美涅斯、阿瑞西亚斯、狄奥克勒斯、费德里阿斯、凯瑞勒奥斯、阿奈提奥斯、佩松、索福克勒斯、厄拉托斯泰奈斯、卡里克勒斯、奥诺马克勒斯、泰奥格尼斯、埃斯基涅斯、泰奥格涅斯、克勒奥墨德斯、厄拉西斯特拉托斯、费顿、德拉孔提德斯、欧马泰斯、阿里斯托泰勒斯、希波马科斯、姆涅西泰德斯。办妥这些事后,吕珊德便扬帆驶往萨摩斯,阿吉斯也从德凯勒亚率步兵部队撤离,将众人解散回各自的城邦。

§2.3.4

κατὰ δὲ τοῦτον τὸν καιρὸν περὶ ἡλίου ἔκλειψιν Λυκόφρων ὁ Φεραῖος, βουλόμενος ἄρξαι ὅλης τῆς Θετταλίας, τοὺς ἐναντιουμένους αὐτῷ τῶν Θετταλῶν, Λαρισαίους τε καὶ ἄλλους, μάχῃ ἐνίκησε καὶ πολλοὺς ἀπέκτεινεν.

正值此时,约在发生日食之际,费赖的吕科弗隆企图统治整个色萨利,他在战斗中击败了反抗他的色萨利人——拉里萨人及其他人——并杀死了许多人。

§2.3.5

ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Διονύσιος ὁ Συρακόσιος τύραννος μάχῃ ἡττηθεὶς ὑπὸ Καρχηδονίων Γέλαν καὶ Καμάριναν ἀπώλεσε. μετʼ ὀλίγον δὲ καὶ Λεοντῖνοι Συρακοσίοις συνοικοῦντες ἀπέστησαν εἰς τὴν αὑτῶν πόλιν ἀπὸ Διονυσίου καὶ Συρακοσίων. παραχρῆμα δὲ καὶ οἱ Συρακόσιοι ἱππεῖς ὑπὸ Διονυσίου εἰς Κατάνην ἀπεστάλησαν.

与此同时,叙拉古的僭主狄奥尼修斯也在战斗中被迦太基人击败,失去了盖拉与卡马里纳。不久,与叙拉古人同住的莱翁蒂诺伊人背叛了狄奥尼修斯和叙拉古人,返回自己的城邦。随即,叙拉古骑兵也被狄奥尼修斯派往卡塔奈。

§2.3.6

οἱ δὲ Σάμιοι πολιορκούμενοι ὑπὸ Λυσάνδρου πάντῃ, ἐπεὶ οὐ βουλομένων αὐτῶν τὸ πρῶτον ὁμολογεῖν προσβάλλειν ἤδη ἔμελλεν ὁ Λύσανδρος, ὡμολόγησαν ἓν ἱμάτιον ἔχων ἕκαστος ἀπιέναι τῶν ἐλευθέρων,1 τὰ δʼ ἄλλα παραδοῦναι· καὶ οὕτως ἐξῆλθον.

萨摩斯人受到吕珊德的全面围困,起初不肯顺服,但当吕珊德即将发起强攻时,他们达成了协议:每个自由人仅携一件外衣离开,其余一切皆予交出;他们便就这样离开了城邦。

§2.3.7

Λύσανδρος δὲ τοῖς ἀρχαίοις πολίταις παραδοὺς τὴν πόλιν καὶ τὰ ἐνόντα πάντα καὶ δέκα ἄρχοντας καταστήσας φρουρεῖν ἀφῆκε τὸ τῶν συμμάχων ναυτικὸν κατὰ πόλεις, ταῖς δὲ Λακωνικαῖς ναυσὶν ἀπέπλευσεν εἰς Λακεδαίμονα, ἀπάγων τά τε τῶν αἰχμαλώτων νεῶν ἀκρωτήρια καὶ τὰς ἐκ Πειραιῶς τριήρεις πλὴν δώδεκα καὶ στεφάνους, οὓς παρὰ τῶν πόλεων ἐλάμβανε δῶρα ἰδίᾳ, καὶ ἀργυρίου τετρακόσια καὶ ἑβδομήκοντα τάλαντα, ἃ περιεγένοντο τῶν φόρων, οὓς αὐτῷ Κῦρος παρέδειξεν εἰς τὸν πόλεμον, καὶ εἴ τι ἄλλο ἐκτήσατο ἐν τῷ πολέμῳ. ταῦτα δὲ πάντα Λακεδαιμονίοις ἀπέδωκε τελευτῶντος τοῦ θέρους ​.

吕珊德将城邦及其中所有财物交还给原先的公民,设立了十名执政官驻守,随后将盟军舰队解散回各自城邦;自己则率领拉科尼亚战船驶回拉刻代蒙,带回了俘获战船的艏饰、除十二艘以外的所有来自比雷埃夫斯的三列桨座战船、各城邦私下赠予他的冠冕、居鲁士拨给他用作战费的贡赋中余下的四百七十塔兰同银子,以及他在战争中所获得的其他一切财物。这一切他都在夏末如数交给了拉刻代蒙人。

§2.3.11

οἱ δὲ τριάκοντα ᾑρέθησαν μὲν ἐπεὶ τάχιστα τὰ μακρὰ τείχη καὶ τὰ περὶ τὸν Πειραιᾶ καθῃρέθη· αἱρεθέντες δὲ ἐφʼ ᾧτε συγγράψαι νόμους, καθʼ οὕστινας πολιτεύσοιντο, τούτους μὲν ἀεὶ ἔμελλον συγγράφειν τε καὶ ἀποδεικνύναι, βουλὴν δὲ καὶ τὰς ἄλλας ἀρχὰς κατέστησαν ὡς ἐδόκει αὐτοῖς.

三十人是在长墙与比雷埃夫斯防壁刚一被拆毁时选出的;尽管他们当选的条件是编纂据以管理城邦政务的法律,他们却始终拖延编纂与公布这些法律,而是按照自己的意愿设立了议事会和其他各项官职。

§2.3.12

ἔπειτα πρῶτον μὲν οὓς πάντες ᾔδεσαν ἐν τῇ δημοκρατίᾳ ἀπὸ συκοφαντίας ζῶντας καὶ τοῖς καλοῖς κἀγαθοῖς βαρεῖς ὄντας, συλλαμβάνοντες ὑπῆγον θανάτου·2 καὶ ἥ τε βουλὴ ἡδέως αὐτῶν κατεψηφίζετο οἵ τε ἄλλοι ὅσοι συνῄδεσαν ἑαυτοῖς μὴ ὄντες τοιοῦτοι3 οὐδὲν ἤχθοντο.

随后,他们首先将所有人都知道在民主制下靠告密为生、对善良正直之士构成祸害的那些人逮捕起来,以死罪予以起诉;议事会欣然投票定他们的罪,而其他自问不属此类的人对此也毫无怨尤。

语法注3 条
  1. 2.3.6ἓν ἱμάτιον ἔχων ἕκαστος ἀπιέναι τῶν ἐλευθέρων

    主格分配代词 ἕκαστος 作为不定式 ἀπιέναι 的逻辑主语,现在分词 ἔχων 亦按主格阳性单数与之保持一致(不定式结构中的主格同格)。整句表示投降条款的内容,即“每个自由人只身着一件衣服离开”。

  2. 2.3.12ὑπῆγον θανάτου

    动词 ὑπάγω 意为“移交审判/起诉”,属格 θανάτου 是表示刑罚或罪名的属格(genitive of penalty),指代死刑,意即“以死罪起诉他们”或“将他们送交判处死刑”。

  3. 2.3.12συνῄδεσαν ἑαυτοῖς μὴ ὄντες τοιοῦτοι

    惯用表达 σύνοιδα ἑαυτῷ 加上分词表示“自省/自知为某类人”。分词 ὄντες 依主语取主格阳性复数;否定词 μή 体现了主观意识或自认的标准,指“自知自己并非此类人的其他人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.3.1-2.3.12