← 色诺芬

希腊史

§2.2.13-2.2.24

泰拉美涅斯使团出访与雅典受降

雅典最初的和谈使节遭到回绝,泰拉美涅斯随后作为全权代表前往斯巴达,在顶住盟邦彻底毁灭雅典的要求下达成了受降和约(拆毁长墙、交出舰队等),战争遂告结束。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.13

οἱ δʼ ἐπεὶ ἦσαν ἐν Σελλασίᾳ καὶ ἐπύθοντο οἱ ἔφοροι αὐτῶν ἃ ἔλεγον, ὄντα οἷάπερ καὶ πρὸς Ἆγιν, αὐτόθεν αὐτοὺς ἐκέλευον ἀπιέναι, καὶ εἴ τι δέονται εἰρήνης, κάλλιον ἥκειν βουλευσαμένους.

当使节们到达塞拉西亚,监察官们得知了他们的主张——这些主张与对阿吉斯所说的如出一辙——监察官们便命令他们即刻离开那里,如果他们真想要和平,就回去深思熟虑后再来。

§2.2.14

οἱ δὲ πρέσβεις ἐπεὶ ἧκον οἴκαδε καὶ ἀπήγγειλαν ταῦτα εἰς τὴν πόλιν, ἀθυμία ἐνέπεσε πᾶσιν· ᾤοντο γὰρ ἀνδραποδισθήσεσθαι, καὶ ἕως ἂν πέμπωσιν ἑτέρους πρέσβεις, πολλοὺς τῷ λιμῷ ἀπολεῖσθαι.

使节们回到家乡并将这些情况报告给城邦时,绝望笼罩了所有人;因为他们认为自己将被降为奴隶,而且在派遣另一批使节期间,许多人将会死于饥荒。

§2.2.15

περὶ δὲ τῶν τειχῶν τῆς καθαιρέσεως οὐδεὶς ἐβούλετο συμβουλεύειν· Ἀρχέστρατος γὰρ εἰπὼν ἐν τῇ βουλῇ Λακεδαιμονίοις κράτιστον εἶναι ἐφʼ οἷς προυκαλοῦντο εἰρήνην ποιεῖσθαι, ἐδέθη· προυκαλοῦντο δὲ τῶν μακρῶν τειχῶν ἐπὶ δέκα σταδίους καθελεῖν ἑκατέρου· ἐγένετο δὲ ψήφισμα μὴ ἐξεῖναι περὶ τούτων συμβουλεύειν.

至于拆除城墙之事,无人愿意提出建议;因为阿刻斯特拉托斯曾在议事会中声称按照拉刻代蒙人提出的条件缔结和约是上策,结果被投入监狱;而拉刻代蒙人的要求是将两条长墙各拆毁十斯塔德;并且城邦已经通过了一项法令,禁止就这些问题提出建议。

§2.2.16

τοιούτων δὲ ὄντων Θηραμένης εἶπεν ἐν ἐκκλησίᾳ ὅτι εἰ βούλονται αὐτὸν πέμψαι παρὰ Λύσανδρον, εἰδὼς ἥξει Λακεδαιμονίους πότερον1 ἐξανδραποδίσασθαι τὴν πόλιν βουλόμενοι ἀντέχουσι περὶ τῶν τειχῶν ἢ πίστεως ἕνεκα. πεμφθεὶς δὲ διέτριβε παρὰ Λυσάνδρῳ τρεῖς μῆνας καὶ πλείω, ἐπιτηρῶν ὁπότε Ἀθηναῖοι ἔμελλον διὰ τὸ ἐπιλελοιπέναι τὸν σῖτον ἅπαντα ὅ τι τις λέγοι ὁμολογήσειν.

在这种局势下,泰拉美涅斯在公民大会上表示,如果他们愿意派他前往吕珊德那里,他回来时定能查明拉刻代蒙人坚持要拆毁城墙究竟是企图将城邦夷为奴隶,还是为了获得担保。被派去之后,他在吕珊德处逗留了三个多月,伺机等待雅典人因粮食完全耗尽而被迫同意任何人提出的任何条件的那一刻。

§2.2.17

ἐπεὶ δὲ ἧκε τετάρτῳ μηνί, ἀπήγγειλεν ἐν ἐκκλησίᾳ ὅτι αὐτὸν Λύσανδρος τέως μὲν κατέχοι, εἶτα κελεύοι εἰς Λακεδαίμονα ἰέναι· οὐ γὰρ εἶναι κύριος ὧν ἐρωτῷτο ὑπʼ αὐτοῦ, ἀλλὰ τοὺς ἐφόρους. μετὰ ταῦτα ᾑρέθη πρεσβευτὴς εἰς Λακεδαίμονα αὐτοκράτωρ δέκατος αὐτός.2

当他在第四个月返回时,在公民大会上报告说,吕珊德此前一直留住他,后来才命他前往拉刻代蒙;因为吕珊德声称自己对泰拉美涅斯所询问之事无权决断,唯有监察官们才有决定权。此后,泰拉美涅斯与其他九人一同被选为前往拉刻代蒙的全权大使。

§2.2.18

Λύσανδρος δὲ τοῖς ἐφόροις ἔπεμψεν ἀγγελοῦντα μετʼ ἄλλων Λακεδαιμονίων Ἀριστοτέλην, φυγάδα Ἀθηναῖον ὄντα, ὅτι ἀποκρίναιτο Θηραμένει ἐκείνους κυρίους εἶναι εἰρήνης καὶ πολέμου.

吕珊德则派遣雅典流亡者阿里斯托泰勒斯与其他拉刻代蒙人一同前往监察官处,通报他已答复泰拉美涅斯,监察官们才是掌握战和全权之人。

§2.2.19

Θηραμένης δὲ καὶ οἱ ἄλλοι πρέσβεις ἐπεὶ ἦσαν ἐν Σελλασίᾳ, ἐρωτώμενοι δὲ ἐπὶ τίνι λόγῳ ἥκοιεν εἶπον ὅτι αὐτοκράτορες περὶ εἰρήνης, μετὰ ταῦτα οἱ ἔφοροι καλεῖν ἐκέλευον αὐτούς. ἐπεὶ δʼ ἧκον, ἐκκλησίαν ἐποίησαν, ἐν ᾗ ἀντέλεγον Κορίνθιοι καὶ Θηβαῖοι μάλιστα, πολλοὶ δὲ καὶ ἄλλοι τῶν Ἑλλήνων, μὴ σπένδεσθαι Ἀθηναίοις, ἀλλʼ ἐξαιρεῖν.

当泰拉美涅斯和其他使节到达塞拉西亚时,被询问因何来由而来,他们回答说是为了和平前来的全权代表,监察官们随即命令召见他们。当他们抵达后,监察官们召集了大会,会上以科林斯人和底比斯人为首、以及其他许多希腊人极力反对与雅典人缔约,主张应将其彻底毁灭。

§2.2.20

Λακεδαιμόνιοι δὲ οὐκ ἔφασαν πόλιν Ἑλληνίδα ἀνδραποδιεῖν μέγα ἀγαθὸν εἰργασμένην ἐν τοῖς μεγίστοις κινδύνοις γενομένοις τῇ Ἑλλάδι, ἀλλʼ ἐποιοῦντο εἰρήνην ἐφʼ ᾧ τά τε μακρὰ τείχη καὶ τὸν Πειραιᾶ καθελόντας καὶ τὰς ναῦς πλὴν δώδεκα παραδόντας καὶ τοὺς φυγάδας καθέντας τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον νομίζοντας Λακεδαιμονίοις ἕπεσθαι3 καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὅποι ἂν ἡγῶνται.

然而拉刻代蒙人表示,绝不将一座在希腊遭遇的最大危机中建立过丰功伟绩的希腊城邦降为奴隶;而是依照以下条件缔结和约:拆除长墙与比雷埃夫斯的城防,交出除十二艘以外的所有战船,接纳流亡者归国,视拉刻代蒙人的敌友为自己的敌友,在陆地和海洋上跟随他们去往其所引向的任何地方。

§2.2.21

Θηραμένης δὲ καὶ οἱ σὺν αὐτῷ πρέσβεις ἐπανέφερον ταῦτα εἰς τὰς Ἀθήνας. εἰσιόντας δʼ αὐτοὺς ὄχλος περιεχεῖτο πολύς, φοβούμενοι μὴ ἄπρακτοι ἥκοιεν· οὐ γὰρ ἔτι ἐνεχώρει μέλλειν διὰ τὸ πλῆθος τῶν ἀπολλυμένων τῷ λιμῷ.

泰拉美涅斯和随行使节将这些条件带回雅典。他们入城时,大批民众簇拥在他们周围,担心他们无功而返;因为饥荒中死者甚众,情势已不容许片刻拖延。

§2.2.22

τῇ δὲ ὑστεραίᾳ ἀπήγγελλον οἱ πρέσβεις ἐφʼ οἷς οἱ Λακεδαιμόνιοι ποιοῖντο τὴν εἰρήνην· προηγόρει δὲ αὐτῶν Θηραμένης, λέγων ὡς χρὴ πείθεσθαι Λακεδαιμονίοις καὶ τὰ τείχη περιαιρεῖν. ἀντειπόντων δέ τινων αὐτῷ, πολὺ δὲ πλειόνων συνεπαινεσάντων, ἔδοξε δέχεσθαι τὴν εἰρήνην.

次日,使节们报告了拉刻代蒙人愿意缔结和约的各项条件;泰拉美涅斯作为代表发言,称必须服从拉刻代蒙人并拆除城墙。虽然有些人表示反对,但赞成者远居多数,公民大会决议接受和约。

§2.2.23

μετὰ δὲ ταῦτα Λύσανδρός τε κατέπλει εἰς τὸν Πειραιᾶ καὶ οἱ φυγάδες κατῇσαν καὶ τὰ τείχη κατέσκαπτον ὑπʼ αὐλητρίδων4 πολλῇ προθυμίᾳ, νομίζοντες ἐκείνην τὴν ἡμέραν τῇ Ἑλλάδι ἄρχειν τῆς ἐλευθερίας.

此后,吕珊德率舰驶入比雷埃夫斯,流亡者们返回城中,人们在女吹笛手们的乐声伴随下满怀热情地拆毁城墙,认为这一天是希腊自由的开端。

§2.2.24

καὶ ὁ ἐνιαυτὸς ἔληγεν, ἐν ᾧ μεσοῦντι Διονύσιος ὁ Ἑρμοκράτους Συρακόσιος ἐτυράννησε, μάχῃ μὲν πρότερον ἡττηθέντων ὑπὸ Συρακοσίων Καρχηδονίων, σπάνει δὲ σίτου ἑλόντων Ἀκράγαντα, ἐκλιπόντων τῶν Σικελιωτῶν τὴν πόλιν.

这一年就此结束;年中,叙拉古的赫尔谟克拉特斯之子狄奥尼修斯篡夺了僭主之位,迦太基人此前虽在战斗中被叙拉古人击败,却因粮荒而攻陷了阿克拉加斯,西西里希腊人放弃了该城。

语法注4 条
  1. 2.2.16εἰδὼς ἥξει Λακεδαιμονίους πότερον

    提小句主语作先行宾语的预辞结构(prolepsis)。间接疑问从句的主语(Λακεδαιμονίους)被置于主句动词结构(εἰδὼς ἥξει)之后作宾格宾语,意为“查明拉刻代蒙人究竟是……”。

  2. 2.2.17δέκατος αὐτός

    序数词加 αὐτός 的惯用表达,意为“包括本人在内共十人”或“与其他九人一同”。

  3. 2.2.20ἐφʼ ᾧ τά τε μακρὰ τείχη καὶ τὸν Πειραιᾶ καθελόντας καὶ τὰς ναῦς πλὴν δώδεκα παραδόντας καὶ τοὺς φυγάδας καθέντας τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον νομίζοντας Λακεδαιμονίοις ἕπεσθαι

    由表示条件的短语 ἐφʼ ᾧ 引出不定式 ἕπεσθαι(跟随),其隐含的逻辑主语(雅典人)由一系列宾格分词(καθελόντας, παραδόντας, καθέντας, νομίζοντας)修饰,句式骨架为“在拆毁……、交出……、接纳……、视……为敌友的条件下,服从跟随”。

  4. 2.2.23ὑπʼ αὐλητρίδων

    介词 ὑπό 搭配属格(αὐλητρίδων),表示音乐伴奏的习惯用法,意为“在女吹笛手的伴奏下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.2.13-2.2.24