- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.2.1-2.2.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典惨败的消息传回城中引发巨大的悲痛与对报复的恐惧,雅典人仓促备战,但在斯巴达军陆海包围与饥荒的逼迫下,不得不派出使节乞和。
ἐπεὶ δὲ τὰ ἐν τῇ Λαμψάκῳ κατεστήσατο, ἔπλει ἐπὶ τὸ Βυζάντιον καὶ Καλχηδόνα. οἱ δʼ αὐτὸν ὑπεδέχοντο, τοὺς τῶν Ἀθηναίων φρουροὺς ὑποσπόνδους ἀφέντες. οἱ δὲ προδόντες Ἀλκιβιάδῃ τὸ Βυζάντιον τότε μὲν ἔφυγον εἰς τὸν Πόντον, ὕστερον δʼ εἰς Ἀθήνας καὶ ἐγένοντο Ἀθηναῖοι.
吕珊德在拉姆普萨库斯处置妥当后,便向拜占庭和卡尔刻冬进发。两地的居民接纳了他,并在停战协定下放走了雅典驻军。那些先前曾向阿尔基比亚德斯出卖拜占庭的人,当时逃往本都,后来又逃到雅典并获得了雅典公民权。
Λύσανδρος δὲ τούς τε φρουροὺς τῶν Ἀθηναίων καὶ εἴ τινά που ἄλλον ἴδοι Ἀθηναῖον, ἀπέπεμπεν εἰς τὰς Ἀθήνας, διδοὺς ἐκεῖσε μόνον πλέουσιν ἀσφάλειαν, ἄλλοθι δʼ οὔ, εἰδὼς ὅτι ὅσῳ ἂν πλείους συλλεγῶσιν εἰς τὸ ἄστυ καὶ τὸν Πειραιᾶ, θᾶττον τῶν ἐπιτηδείων ἔνδειαν ἔσεσθαι. καταλιπὼν δὲ Βυζαντίου καὶ Καλχηδόνος Σθενέλαον ἁρμοστὴν Λάκωνα, αὐτὸς ἀποπλεύσας εἰς Λάμψακον τὰς ναῦς ἐπεσκεύαζεν.
吕珊德将雅典驻军以及他在各地所见到的任何其他雅典人全都遣送回雅典,唯独允许前往那里的航行者享有安全,去别处则不行;因为他深知,聚集到雅典城和比雷埃夫斯的人越多,那里的粮食短缺就会来得越快。他在拜占庭和卡尔刻冬留下了拉科尼亚人斯泰内拉奥斯作为长官,自己则返航回到拉姆普萨库斯修缮战船。
ἐν δὲ ταῖς Ἀθήναις τῆς Παράλου ἀφικομένης νυκτὸς ἐλέγετο ἡ συμφορά, καὶ οἰμωγὴ ἐκ τοῦ Πειραιῶς διὰ τῶν μακρῶν τειχῶν εἰς ἄστυ διῆκεν, ὁ ἕτερος τῷ ἑτέρῳ παραγγέλλων· ὥστʼ ἐκείνης τῆς νυκτὸς οὐδεὶς ἐκοιμήθη, οὐ μόνον τοὺς ἀπολωλότας πενθοῦντες, ἀλλὰ πολὺ μᾶλλον ἔτι αὐτοὶ ἑαυτούς,1 πείσεσθαι νομίζοντες οἷα ἐποίησαν Μηλίους τε Λακεδαιμονίων ἀποίκους ὄντας, κρατήσαντες πολιορκίᾳ, καὶ Ἱστιαιέας καὶ Σκιωναίους καὶ Τορωναίους καὶ Αἰγινήτας καὶ ἄλλους πολλοὺς τῶν Ἑλλήνων.
在雅典,帕拉洛斯号于夜间抵达,噩耗传开,哀号声从比雷埃夫斯沿着长墙传到雅典城,人们彼此转告这消息。以至于在那一夜无人能够入睡,他们不仅哀悼死难者,更深深哀怜自己,认为自己将遭到如同他们当年围困征服拉刻代蒙人的殖民者米洛斯人后所施加的惩罚,以及对希斯提埃亚人、斯基奥涅人、托罗涅人、埃吉纳人和许多其他希腊人所做过的那样。
τῇ δʼ ὑστεραίᾳ ἐκκλησίαν ἐποίησαν, ἐν ᾗ ἔδοξε τούς τε λιμένας ἀποχῶσαι πλὴν ἑνὸς καὶ τὰ τείχη εὐτρεπίζειν καὶ φυλακὰς ἐφιστάναι καὶ τἆλλα πάντα ὡς εἰς πολιορκίαν παρασκευάζειν τὴν πόλιν. καὶ οὗτοι μὲν περὶ ταῦτα ἦσαν.
次日,他们召开了公民大会,决议封堵除一个港口以外的其余港口,修整城墙,布设守卫,并在一切方面使城市做好抵御围困的准备。他们便忙于这些事务。
Λύσανδρος δʼ ἐκ τοῦ Ἑλλησπόντου ναυσὶ διακοσίαις ἀφικόμενος εἰς Λέσβον κατεσκευάσατο τάς τε ἄλλας πόλεις ἐν αὐτῇ καὶ Μυτιλήνην· εἰς δὲ τὰ ἐπὶ Θρᾴκης χωρία ἔπεμψε δέκα τριήρεις ἔχοντα Ἐτεόνικον, ὃς τὰ ἐκεῖ πάντα πρὸς Λακεδαιμονίους μετέστησεν.
吕珊德率领两百艘战船从赫勒斯滂到达莱斯博斯岛,整顿了岛上的其他城邦以及米蒂利尼;又派埃泰奥尼库斯率领十艘三列桨座战船前往色雷斯一带的据点,后者使那里的所有城邑全都转归拉刻代蒙人。
εὐθὺς δὲ καὶ ἡ ἄλλη Ἑλλὰς ἀφειστήκει Ἀθηναίων μετὰ τὴν ναυμαχίαν πλὴν Σαμίων· οὗτοι δὲ σφαγὰς τῶν γνωρίμων ποιήσαντες κατεῖχον τὴν πόλιν.
在海战之后,除萨摩斯人之外的整个希腊世界也立即背叛了雅典;萨摩斯人屠杀了城中的显贵,控制了城邦。
Λύσανδρος δὲ μετὰ ταῦτα ἔπεμψε πρὸς Ἆγίν τε εἰς Δεκέλειαν καὶ εἰς Λακεδαίμονα ὅτι προσπλεῖ σὺν διακοσίαις ναυσί. Λακεδαιμόνιοι δʼ ἐξῇσαν πανδημεὶ καὶ οἱ ἄλλοι Πελοποννήσιοι πλὴν Ἀργείων, παραγγείλαντος τοῦ ἑτέρου Λακεδαιμονίων βασιλέως Παυσανίου.
此后,吕珊德派人通知在德凯莱亚的阿吉斯和拉刻代蒙,说自己正率领两百艘战船驶来。拉刻代蒙人全军出动,除阿尔戈斯人之外的其他伯罗奔尼撒人也在拉刻代蒙的另一位国王鲍萨尼亚斯的号令下倾巢而出。
ἐπεὶ δʼ ἅπαντες ἡθροίσθησαν, ἀναλαβὼν αὐτοὺς πρὸς τὴν πόλιν ἐστρατοπέδευσεν ἐν τῇ Ἀκαδημείᾳ.
当全军集结完毕后,鲍萨尼亚斯率领他们向雅典城进发,在阿卡德米亚扎营。
Λύσανδρος δὲ ἀφικόμενος εἰς Αἴγιναν ἀπέδωκε τὴν πόλιν Αἰγινήταις, ὅσους ἐδύνατο πλείστους αὐτῶν ἁθροίσας, ὡς δʼ αὔτως καὶ Μηλίοις καὶ τοῖς ἄλλοις ὅσοι τῆς αὑτῶν ἐστέροντο. μετὰ δὲ τοῦτο δῃώσας Σαλαμῖνα ὡρμίσατο πρὸς τὸν Πειραιᾶ ναυσὶ πεντήκοντα καὶ ἑκατόν, καὶ τὰ πλοῖα εἶργε τοῦ εἴσπλου.
吕珊德抵达埃吉纳,召集了尽可能多的埃吉纳人,将城邦归还给他们;对米洛斯人以及其他被剥夺了家园的人也同样照此办理。此后,他蹂躏了萨拉米斯,率领一百五十艘战船在比雷埃夫斯外抛锚,阻止商船驶入。
οἱ δʼ Ἀθηναῖοι πολιορκούμενοι κατὰ γῆν καὶ κατὰ θάλατταν ἠπόρουν τί χρὴ ποιεῖν, οὔτε νεῶν οὔτε συμμάχων αὐτοῖς ὄντων οὔτε σίτου· ἐνόμιζον δὲ οὐδεμίαν εἶναι σωτηρίαν εἰ μὴ παθεῖν ἃ οὐ τιμωρούμενοι ἐποίησαν,2 ἀλλὰ διὰ τὴν ὕβριν ἠδίκουν ἀνθρώπους μικροπολίτας οὐδʼ ἐπὶ μιᾷ αἰτίᾳ ἑτέρᾳ ἢ ὅτι ἐκείνοις συνεμάχουν.
雅典人在陆地和海面上均受围困,不知所措,既没有船只,也没有盟友和粮食;他们认为除了遭受报应别无生路——这报应正是他们过去并非为了惩治罪行、而是出于蛮横骄纵加之于弱小城邦居民身上的,仅仅因为那些人曾与敌方结盟而别无其他理由。
διὰ ταῦτα τοὺς ἀτίμους ἐπιτίμους ποιήσαντες ἐκαρτέρουν, καὶ ἀποθνῃσκόντων ἐν τῇ πόλει λιμῷ πολλῶν οὐ διελέγοντο περὶ διαλλαγῆς. ἐπεὶ δὲ παντελῶς ἤδη ὁ σῖτος ἐπελελοίπει, ἔπεμψαν πρέσβεις παρʼ Ἆγιν, βουλόμενοι σύμμαχοι εἶναι Λακεδαιμονίοις ἔχοντες τὰ τείχη καὶ τὸν Πειραιᾶ, καὶ ἐπὶ τούτοις συνθήκας ποιεῖσθαι.
因此,他们恢复了被褫夺公权者的公民权,顽强坚守;尽管城中许多人死于饥荒,他们仍不谈和解。但当粮食已经完全耗尽时,他们向阿吉斯派去使节,希望在保留城墙和比雷埃夫斯的前提下成为拉刻代蒙人的同盟者,并以此为条件缔结条约。
ὁ δὲ αὐτοὺς εἰς Λακεδαίμονα ἐκέλευεν ἰέναι· οὐ γὰρ εἶναι κύριος αὐτός.3 ἐπεὶ δʼ ἀπήγγειλαν οἱ πρέσβεις ταῦτα τοῖς Ἀθηναίοις, ἔπεμψαν αὐτοὺς εἰς Λακεδαίμονα.
阿吉斯却命令他们前往拉刻代蒙,因为他说自己没有全权决断。使节们向雅典人作了汇报后,雅典人便将他们派往拉刻代蒙。
- 2.2.3οὐ μόνον τοὺς ἀπολωλότας πενθοῦντες, ἀλλὰ πολὺ μᾶλλον ἔτι αὐτοὶ ἑαυτούς
前面紧邻的主句主语为单数(οὐδεὶς ἐκοιμήθη),但分词 πενθοῦντες 以及接下来的 νομίζοντες 却采用了复数主格形式。这是根据意义一致(constructio ad sensum)的语法现象,指代雅典全体民众。
- 2.2.10εἰ μὴ παθεῖν ἃ οὐ τιμωρούμενοι ἐποίησαν
不定式 παθεῖν 依附于前面的 οὐδεμίαν εἶναι σωτηρίαν,表示“除了遭受……之外别无生路”。否定词 οὐ 修饰分词 τιμωρούμενοι,并与后面的 ἀλλὰ διὰ τὴν ὕβριν ἠδίκουν 形成对比,表明当年的恶行“并非出于报复,而是出于傲慢”。
- 2.2.12οὐ γὰρ εἶναι κύριος αὐτός
在间接引语中,带有 γάρ 的原因从句采用不定式 εἶναι,其主语 αὐτός 则使用主格。由于不定式的逻辑主语与统辖动词(ἐκέλευεν,指阿吉斯王本人)的主语一致,因此保留了主格代词而未用宾格。
