- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.1.24-2.1.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕珊德在埃戈斯波塔米突袭了懈怠疏防的雅典舰队并将其彻底歼灭,除科农率少数船只逃脱外俘获了全部舰船与人员。被俘的雅典战俘因先前犯下的战争暴行受到审判并被处决。
Λύσανδρος δὲ τὰς ταχίστας τῶν νεῶν ἐκέλευσεν ἕπεσθαι τοῖς Ἀθηναίοις, ἐπειδὰν δὲ ἐκβῶσι, κατιδόντας ὅ τι ποιοῦσιν ἀποπλεῖν καὶ αὐτῷ ἐξαγγεῖλαι. καὶ οὐ πρότερον ἐξεβίβασεν ἐκ τῶν νεῶν πρὶν αὗται ἧκον. ταῦτα δʼ ἐποίει τέτταρας ἡμέρας· καὶ οἱ Ἀθηναῖοι ἐπανήγοντο.
吕珊德命令最快的战船尾随雅典人,一旦见他们登岸,看清他们在做什么便返航向他报告;直到这些船只返回,他才允许部下从船上登陆。他接连四天都这样做;雅典人也一再出海挑战。
Ἀλκιβιάδης δὲ κατιδὼν ἐκ τῶν τειχῶν τοὺς μὲν Ἀθηναίους ἐν αἰγιαλῷ ὁρμοῦντας καὶ πρὸς οὐδεμιᾷ πόλει, τὰ δʼ ἐπιτήδεια ἐκ Σηστοῦ μετιόντας πεντεκαίδεκα σταδίους ἀπὸ τῶν νεῶν, τοὺς δὲ πολεμίους ἐν λιμένι καὶ πρὸς πόλει ἔχοντας πάντα, οὐκ ἐν καλῷ ἔφη αὐτοὺς ὁρμεῖν, ἀλλὰ μεθορμίσαι εἰς Σηστὸν παρῄνει πρός τε λιμένα καὶ πρὸς πόλιν· οὗ ὄντες ναυμαχήσετε, ἔφη, ὅταν βούλησθε. οἱ δὲ στρατηγοί, μάλιστα δὲ Τυδεὺς καὶ Μένανδρος, ἀπιέναι αὐτὸν ἐκέλευσαν· αὐτοὶ γὰρ νῦν στρατηγεῖν, οὐκ ἐκεῖνον.1
阿尔基比亚德斯从要塞上望见雅典人停泊在开阔的海滩上,附近没有任何城镇,并且要从距船只十五斯塔迪昂的塞斯托斯运送粮秣,而敌人却在港湾内且依附城池拥有一切,便说他们停泊的地方不妥,劝告他们将泊地转移到塞斯托斯,既靠近港口又靠近城邦;“在那里,”他说,“你们只要愿意,就可以随时迎战。”但将领们,尤其是堤丢斯和梅南德罗斯,命令他走开;因为他们声称现在是他们在指挥作战,而不是他。
καὶ ὁ μὲν ᾤχετο. Λύσανδρος δʼ, ἐπεὶ ἦν ἡμέρα πέμπτη ἐπιπλέουσι τοῖς Ἀθηναίοις,2 εἶπε τοῖς παρʼ αὐτοῦ ἑπομένοις, ἐπὰν κατίδωσιν αὐτοὺς ἐκβεβηκότας καὶ ἐσκεδασμένους κατὰ τὴν Χερρόνησον, ὅπερ ἐποίουν πολὺ μᾶλλον καθʼ ἑκάστην ἡμέραν, τά τε σιτία πόρρωθεν ὠνούμενοι καὶ καταφρονοῦντες δὴ τοῦ Λυσάνδρου, ὅτι οὐκ ἀντανῆγεν, ἀποπλέοντας τοὔμπαλιν παρʼ αὐτὸν ἆραι ἀσπίδα κατὰ μέσον τὸν πλοῦν. οἱ δὲ ταῦτα ἐποίησαν ὡς ἐκέλευσε.
于是阿尔基比亚德斯离去了。到了雅典人第五天出击航行时,吕珊德对尾随雅典人的侦察船说,一旦看到雅典人登陆并散布在凯尔索涅索斯半岛各处——他们每天都愈发懈怠,往远处去购买粮食,并因吕珊德不出海迎战而彻底轻视他——便调头返航,在航程过半时举起一面盾牌。他们按照他的命令照办了。
Λύσανδρος δʼ εὐθὺς ἐσήμηνε τὴν ταχίστην πλεῖν· συμπαρῄει δὲ καὶ Θώραξ τὸ πεζὸν ἔχων. Κόνων δὲ ἰδὼν τὸν ἐπίπλουν, ἐσήμηνεν εἰς τὰς ναῦς βοηθεῖν κατὰ κράτος. διεσκεδασμένων δὲ τῶν ἀνθρώπων, αἱ μὲν τῶν νεῶν δίκροτοι ἦσαν, αἱ δὲ μονόκροτοι, αἱ δὲ παντελῶς κεναί· ἡ δὲ Κόνωνος καὶ ἄλλαι περὶ αὐτὸν ἑπτὰ πλήρεις ἀνήχθησαν ἁθρόαι καὶ ἡ Πάραλος, τὰς δʼ ἄλλας πάσας Λύσανδρος ἔλαβε πρὸς τῇ γῇ. τοὺς δὲ πλείστους ἄνδρας ἐν τῇ γῇ συνέλεξεν· οἱ δὲ καὶ ἔφυγον εἰς τὰ τειχύδρια.
吕珊德立刻下令以全速航行;托拉克司也率领步兵沿岸并进。科农望见敌军来袭,发出信号命令全力登船增援。但由于人员四散,有的船只有两层桨手,有的只有一层,有的则完全空无一人;只有科农的座舰和跟随在他身边的另外七艘船坐满了桨手,成群出海,还有帕拉洛斯号,其余的所有船只全被吕珊德在岸边俘获。他还在陆地上俘虏了绝大多数士兵;一些人则逃进了附近的小要塞。
Κόνων δὲ ταῖς ἐννέα ναυσὶ φεύγων, ἐπεὶ ἔγνω τῶν Ἀθηναίων τὰ πράγματα διεφθαρμένα, κατασχὼν ἐπὶ τὴν Ἀβαρνίδα τὴν Λαμψάκου ἄκραν ἔλαβεν αὐτόθεν τὰ μεγάλα τῶν Λυσάνδρου νεῶν ἱστία, καὶ αὐτὸς μὲν ὀκτὼ ναυσὶν ἀπέπλευσε παρʼ Εὐαγόραν εἰς Κύπρον, ἡ δὲ Πάραλος εἰς τὰς Ἀθήνας ἀπαγγελοῦσα τὰ γεγονότα.
科农率领这九艘战船逃跑,当他认识到雅典的大势已去,便在拉姆普萨库斯的海角阿巴尔尼斯靠岸,从那里夺走了吕珊德船队的主帆;随后他自己率领八艘船开往塞浦路斯的厄阿戈拉斯那里,帕拉洛斯号则开往雅典去报告所发生的事变。
Λύσανδρος δὲ τάς τε ναῦς καὶ τοὺς αἰχμαλώτους καὶ τἆλλα πάντα εἰς Λάμψακον ἀπήγαγεν, ἔλαβε δὲ καὶ τῶν στρατηγῶν ἄλλους τε καὶ Φιλοκλέα καὶ Ἀδείμαντον. ᾗ δʼ ἡμέρᾳ ταῦτα κατειργάσατο, ἔπεμψε Θεόπομπον τὸν Μιλήσιον λῃστὴν εἰς Λακεδαίμονα ἀπαγγελοῦντα τὰ γεγονότα, ὃς ἀφικόμενος τριταῖος ἀπήγγειλε.
吕珊德将缴获的船只、俘虏和所有战利品押回拉姆普萨库斯,并在将领中抓住了菲洛克勒斯和阿德伊曼托斯等人。在取得这一胜利的当天,他派遣米利都海盗泰奥庞普斯前往拉刻代蒙报告战况,后者在第三天抵达并作了汇报。
μετὰ δὲ ταῦτα Λύσανδρος ἁθροίσας τοὺς συμμάχους ἐκέλευσε βουλεύεσθαι περὶ τῶν αἰχμαλώτων. ἐνταῦθα δὴ κατηγορίαι ἐγίγνοντο πολλαὶ τῶν Ἀθηναίων, ἅ τε ἤδη παρενενομήκεσαν καὶ ἃ ἐψηφισμένοι ἦσαν ποιεῖν, εἰ κρατήσειαν τῇ ναυμαχίᾳ, τὴν δεξιὰν χεῖρα ἀποκόπτειν τῶν ζωγρηθέντων πάντων, καὶ ὅτι λαβόντες δύο τριήρεις, Κορινθίαν καὶ Ἀνδρίαν, τοὺς ἄνδρας ἐξ αὐτῶν πάντας κατακρημνίσειαν· Φιλοκλῆς δʼ ἦν στρατηγὸς τῶν Ἀθηναίων, ὃς τούτους διέφθειρεν.
此后,吕珊德召集盟军,命他们商讨如何处置俘虏。席间对雅典人提出了许多控诉,既指控他们过去所犯下的罪行,又指控他们曾通过决议,若在海战中获胜就要砍掉所有俘虏的右手,还指控他们在俘获两艘三列桨座战船(一艘科林斯船和一艘安德罗斯船)后将船上的人全部推下悬崖摔死;而将这些人处死的雅典将领正是菲洛克勒斯。
ἐλέγετο δὲ καὶ ἄλλα πολλά, καὶ ἔδοξεν ἀποκτεῖναι τῶν αἰχμαλώτων ὅσοι ἦσαν Ἀθηναῖοι πλὴν Ἀδειμάντου, ὅτι μόνος ἐπελάβετο ἐν τῇ ἐκκλησίᾳ τοῦ περὶ τῆς ἀποτομῆς τῶν χειρῶν ψηφίσματος·3 ᾐτιάθη μέντοι ὑπό τινων προδοῦναι τὰς ναῦς. Λύσανδρος δὲ Φιλοκλέα πρῶτον ἐρωτήσας, ὃς τοὺς Ἀνδρίους καὶ Κορινθίους κατεκρήμνισε, τί εἴη ἄξιος παθεῖν ἀρξάμενος εἰς Ἕλληνας παρανομεῖν, ἀπέσφαξεν.
人们还提到了许多其他罪状,盟军决议将俘虏中属于雅典人的全部处死,唯独阿德伊曼托斯除外,因为只有他在公民大会上反对过关于砍手的决议;但他依然遭到某些人的指控,称是他出卖了舰队。吕珊德首先质问那个将安德罗斯人和科林斯人推下悬崖的菲洛克勒斯:作为首开对希腊人施以不法暴行之人,他理应受到何种惩罚?问毕便割断了他的喉咙将其处死。
- 2.1.26αὐτοὶ γὰρ νῦν στρατηγεῖν, οὐκ ἐκεῖνον
在由 γάρ 引导的表示原因的从句中延续了间接引语(对格不定式结构),其说话动词承接自前文的 ἐκέλευσαν。主语 αὐτοί 使用了主格而非对格,这是因为不定式的主语与主句主语(雅典的将领们)相同,依语法习惯采用主格不定式。
- 2.1.27ἐπιπλέουσι τοῖς Ἀθηναίοις
伴随表示时间的无人称表达 ἦν ἡμέρα πέμπτη(“是第五天”)使用的“关系与格”或“关涉与格”,表示从雅典人开始出海进犯算起已是第五天。
- 2.1.32ἐπελάβετο... τοῦ... ψηφίσματος
中动相动词 ἐπιλαμβάνομαι 接属格补足语通常意为“抓住”,但在政制或议会语境下具有“反对”、“责难”、“对……提出异议”的惯用含义。
