- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.1.11-2.1.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士将资财和特权交付吕珊德后前往探望病重的父亲,吕珊德随即沿途征战并强攻占领拉姆普萨库斯。雅典舰队追击至对岸的埃戈斯波塔米向其挑战,但吕珊德严守阵型拒绝出击。
ἐλθὼν δὲ παρὰ Κῦρον χρήματα ᾔτει· ὁ δʼ αὐτῷ εἶπεν ὅτι τὰ μὲν παρὰ βασιλέως ἀνηλωμένα εἴη, καὶ ἔτι πλείω πολλῷ, δεικνύων ὅσα ἕκαστος τῶν ναυάρχων ἔχοι, ὅμως δʼ ἔδωκε.
吕珊德前往居鲁士处索要资金;居鲁士对他说,来自国王的资金已耗尽,而且耗费的远比那还要多得多,并向他展示了每位海军统帅领走的数目;然而他还是拨给了他资金。
λαβὼν δὲ ὁ Λύσανδρος τἀργύριον, ἐπὶ τὰς τριήρεις τριηράρχους ἐπέστησε καὶ τοῖς ναύταις τὸν ὀφειλόμενον μισθὸν ἀπέδωκε. παρεσκευάζοντο δὲ καὶ οἱ τῶν Ἀθηναίων στρατηγοὶ πρὸς τὸ ναυτικὸν ἐν τῇ Σάμῳ.
吕珊德拿到银钱后,给各艘三列桨座战船指派了舰长,并向水兵们发放了拖欠的军饷。雅典人的将领们也在萨摩斯岛筹备舰队。
Κῦρος δʼ ἐπὶ τούτοις μετεπέμψατο Λύσανδρον, ἐπεὶ αὐτῷ παρὰ τοῦ πατρὸς ἧκεν ἄγγελος λέγων ὅτι ἀρρωστῶν ἐκεῖνον καλοίη, ὢν ἐν Θαμνηρίοις τῆς Μηδίας ἐγγὺς Καδουσίων, ἐφʼ οὓς ἐστράτευσεν ἀφεστῶτας.
这些事情之后,居鲁士召见吕珊德,因为从他父亲那里来了使者,说〔父亲〕病倒并召见他,〔父亲〕当时身在米底亚靠近卡杜西奥伊人的塔姆内里亚,而卡杜西奥伊人先前起兵叛乱,〔父亲〕正是出兵讨伐他们。
ἥκοντα δὲ Λύσανδρον οὐκ εἴα ναυμαχεῖν πρὸς Ἀθηναίους, ἐὰν μὴ πολλῷ πλείους ναῦς ἔχῃ· εἶναι γὰρ χρήματα πολλὰ καὶ βασιλεῖ καὶ ἑαυτῷ, ὥστε τούτου ἕνεκεν πολλὰς πληροῦν.1 παρέδειξε δʼ αὐτῷ πάντας τοὺς φόρους τοὺς ἐκ τῶν πόλεων, οἳ αὐτῷ ἴδιοι ἦσαν, καὶ τὰ περιττὰ χρήματα ἔδωκε· καὶ ἀναμνήσας ὡς εἶχε φιλίας πρός τε τὴν τῶν Λακεδαιμονίων πόλιν καὶ πρὸς Λύσανδρον ἰδίᾳ, ἀνέβαινε παρὰ τὸν πατέρα.
吕珊德到来后,居鲁士不允许他同雅典人进行海战,除非他拥有的战船远多于对方;因为居鲁士说国王和他本人都拥有大批钱财,因此凭此足以装备许多战船。他把各城邦归他个人所有的贡赋全部交予吕珊德,并将手中余款也拨给他;在提醒吕珊德自己对拉刻代蒙城邦以及对吕珊德个人所怀有的友谊之后,他便动身去往父亲那里。
Λύσανδρος δʼ, ἐπεὶ αὐτῷ Κῦρος πάντα παραδοὺς τὰ αὑτοῦ πρὸς τὸν πατέρα ἀρρωστοῦντα μετάπεμπτος ἀνέβαινε, μισθὸν διαδοὺς τῇ στρατιᾷ ἀνήχθη τῆς Καρίας εἰς τὸν Κεράμειον κόλπον. καὶ προσβαλὼν πόλει τῶν Ἀθηναίων συμμάχῳ ὄνομα Κεδρείαις τῇ ὑστεραίᾳ προσβολῇ κατὰ κράτος αἱρεῖ καὶ ἐξηνδραπόδισεν. ἦσαν δὲ μιξοβάρβαροι οἱ ἐνοικοῦντες.
居鲁士在把自己所有的一切交付吕珊德、并因病父召见而动身上去之后,吕珊德给全军发放了军饷,起航开往卡里亚的凯拉米奥斯湾。他进攻了一个名为凯德赖埃的雅典盟邦,在第二天的强攻下将其攻破,将居民沦为奴隶;那里的居民是与蛮族混血的人。
ἐκεῖθεν δʼ ἀπέπλευσεν εἰς Ῥόδον. οἱ δʼ Ἀθηναῖοι ἐκ τῆς Σάμου ὁρμώμενοι τὴν βασιλέως κακῶς ἐποίουν, καὶ ἐπὶ τὴν Χίον καὶ τὴν Ἔφεσον ἐπέπλεον, καὶ παρεσκευάζοντο πρὸς ναυμαχίαν, καὶ στρατηγοὺς πρὸς τοῖς ὑπάρχουσι προσείλοντο Μένανδρον, Τυδέα, Κηφισόδοτον.
他从那里起航前往罗得岛。雅典人则以萨摩斯为基地,大肆蹂躏国王的领土,又进逼基奥斯和以弗所,积极准备海战,并在原有的将领之外增选了梅南德罗斯、堤丢斯和刻菲索多托斯。
Λύσανδρος δʼ ἐκ τῆς Ῥόδου παρὰ τὴν Ἰωνίαν ἐκπλεῖ πρὸς τὸν Ἑλλήσποντον πρός τε τῶν πλοίων τὸν ἔκπλουν καὶ ἐπὶ τὰς ἀφεστηκυίας αὐτῶν πόλεις.2 ἀνήγοντο δὲ καὶ οἱ Ἀθηναῖοι ἐκ τῆς Χίου πελάγιοι· ἡ γὰρ Ἀσία πολεμία αὐτοῖς ἦν. Λύσανδρος δʼ ἐξ Ἀβύδου παρέπλει εἰς Λάμψακον σύμμαχον οὖσαν Ἀθηναίων· καὶ οἱ Ἀβυδηνοὶ καὶ οἱ ἄλλοι παρῆσαν πεζῇ. ἡγεῖτο δὲ Θώραξ Λακεδαιμόνιος.
吕珊德从罗得岛沿爱奥尼亚海岸驶往赫勒斯滂,既为了断截商船的航道,也为了对付那些背叛他们〔拉刻代蒙人〕的城邦。雅典人也从基奥斯起航走外海;因为小亚细亚海岸对他们是充满敌意的。吕珊德随后从阿比多斯沿海岸驶向雅典的盟邦拉姆普萨库斯;阿比多斯人和其他部队则在陆路上配合行动。负责统领的是斯巴达人托拉克司。
προσβαλόντες δὲ τῇ πόλει αἱροῦσι κατὰ κράτος, καὶ διήρπασαν οἱ στρατιῶται οὖσαν πλουσίαν καὶ οἴνου καὶ σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων πλήρη· τὰ δὲ ἐλεύθερα σώματα πάντα ἀφῆκε Λύσανδρος.
他们攻打该城并强攻攻克,士兵们抢掠了这座富庶且储满酒、谷物及其他物资的城市;但吕珊德释放了所有的自由人。
οἱ δʼ Ἀθηναῖοι κατὰ πόδας πλέοντες ὡρμίσαντο τῆς Χερρονήσου ἐν Ἐλαιοῦντι ναυσὶν ὀγδοήκοντα καὶ ἑκατόν. ἐνταῦθα δὴ ἀριστοποιουμένοις αὐτοῖς ἀγγέλλεται τὰ περὶ Λάμψακον, καὶ εὐθὺς ἀνήχθησαν εἰς Σηστόν.
雅典人尾随追赶,率领一百八十艘战船在凯尔索涅索斯的埃莱乌斯泊锚。正在那里吃早饭时,有关拉姆普萨库斯的消息传到他们耳中,他们立刻起航前往塞斯托斯。
ἐκεῖθεν δʼ εὐθὺς ἐπισιτισάμενοι ἔπλευσαν εἰς Αἰγὸς ποταμοὺς ἀντίον τῆς Λαμψάκου· διεῖχε δʼ ὁ Ἑλλήσποντος ταύτῃ σταδίους ὡς πεντεκαίδεκα. ἐνταῦθα δὴ ἐδειπνοποιοῦντο.
从那里他们迅速补充了粮秣,驶往拉姆普萨库斯对岸的埃戈斯波塔米;赫勒斯滂海峡在此处宽约十五斯塔迪昂。他们在那里用了晚饭。
Λύσανδρος δὲ τῇ ἐπιούσῃ νυκτί, ἐπεὶ ὄρθρος ἦν, ἐσήμηνεν εἰς τὰς ναῦς ἀριστοποιησαμένους εἰσβαίνειν,3 πάντα δὲ παρασκευασάμενος ὡς εἰς ναυμαχίαν καὶ τὰ παραβλήματα παραβάλλων, προεῖπεν ὡς μηδεὶς κινήσοιτο ἐκ τῆς τάξεως μηδὲ ἀνάξοιτο.
在随后的夜里,破晓时分,吕珊德下令让士兵们吃过早饭后登船,并做好了迎击海战的一切准备,挂起了防舷护帘,预先下令任何人不得擅自离开队列,也不得出击。
οἱ δὲ Ἀθηναῖοι ἅμα τῷ ἡλίῳ ἀνίσχοντι ἐπὶ τῷ λιμένι παρετάξαντο ἐν μετώπῳ ὡς εἰς ναυμαχίαν. ἐπεὶ δὲ οὐκ ἀντανήγαγε Λύσανδρος, καὶ τῆς ἡμέρας ὀψὲ ἦν, ἀπέπλευσαν πάλιν εἰς τοὺς Αἰγὸς ποταμούς.
雅典人在日出时分,在港口列成海战阵势,正面迎敌。但由于吕珊德并未迎战出海,天色已晚,他们便再度返航回到埃戈斯波塔米。
- 2.1.14ὥστε τούτου ἕνεκεν πολλὰς πληροῦν
指示代词 τούτου 指代前文所述“国王和居鲁士本人皆有充裕钱财”这一事实。在表示结果的 ὥστε 从句中,省略了主语的不定式 πληροῦν 表达“因此(因资金充足)能够装备充实大量战船”。
- 2.1.17πρός τε τῶν πλοίων τὸν ἔκπλουν καὶ ἐπὶ τὰς ἀφεστηκυίας αὐτῶν πόλεις
表示目的的两个介词短语(πρός + 宾格 与 ἐπί + 宾格)由连词 τε...καί 连接。代词属格 αὐτῶν 按意义(由主语 Λύσανδρος 引出)指拉刻代蒙人,意为“(针对)背叛他们(拉刻代蒙人)的城邦”。
- 2.1.22ἀριστοποιησαμένους εἰσβαίνειν
动词 ἐσήμηνεν(发信号、传令)的对象按语境是士兵与水手们;此处未用与格,而是用宾格分词 ἀριστοποιησαμένους,作为不定式 εἰσβαίνειν 的逻辑主语,构成宾格加不定式结构。
