← 色诺芬

希腊史

§2.1.1-2.1.10

平息基奥斯岛兵变与吕珊德重获重用

埃特奥尼科斯巧妙平息了基奥斯岛困窘斯巴达士兵的兵变企图,盟军随后请求斯巴达让吕珊德重新执掌舰队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1

οἱ δʼ ἐν τῇ Χίῳ μετὰ τοῦ Ἐτεονίκου στρατιῶται ὄντες, ἕως μὲν θέρος ἦν, ἀπό τε τῆς ὥρας ἐτρέφοντο καὶ ἐργαζόμενοι μισθοῦ κατὰ τὴν χώραν· ἐπεὶ δὲ χειμὼν ἐγένετο καὶ τροφὴν οὐκ εἶχον γυμνοί τε ἦσαν καὶ ἀνυπόδητοι, συνίσταντο ἀλλήλοις καὶ συνετίθεντο ὡς τῇ Χίῳ ἐπιθησόμενοι· οἷς δὲ ταῦτα ἀρέσκοι κάλαμον φέρειν ἐδόκει,1 ἵνα ἀλλήλους μάθοιεν ὁπόσοι εἴησαν.

在基奥斯岛跟随埃特奥尼科斯的士兵们,在夏季尚能靠应季的产物以及在乡间打工糊口;但当冬季来临,他们没有粮食,缺衣少鞋,便互相串通并约定要袭击基奥斯。众人决定,凡赞同此事者皆手持一根芦苇,以便互相知晓人数。

§2.1.2

πυθόμενος δὲ τὸ σύνθημα ὁ Ἐτεόνικος, ἀπόρως μὲν εἶχε τί χρῷτο τῷ πράγματι διὰ τὸ πλῆθος τῶν καλαμηφόρων· τό τε γὰρ ἐκ τοῦ ἐμφανοῦς ἐπιχειρῆσαι σφαλερὸν ἐδόκει εἶναι, μὴ εἰς τὰ ὅπλα ὁρμήσωσι καὶ τὴν πόλιν κατασχόντες καὶ πολέμιοι γενόμενοι ἀπολέσωσι πάντα τὰ πράγματα, ἂν κρατήσωσι, τό τʼ αὖ ἀπολλύναι ἀνθρώπους συμμάχους πολλοὺς δεινὸν ἐφαίνετο εἶναι, μή τινα καὶ εἰς τοὺς ἄλλους Ἕλληνας διαβολὴν σχοῖεν καὶ οἱ στρατιῶται δύσνοι πρὸς τὰ πράγματα ὦσιν·2

埃特奥尼科斯获悉这一暗号后,因持芦苇者人数众多而对如何处理此事深感为难;因为公开下手显得过于危险,生怕他们奔向武器,占领城市,倒戈相向,并在取胜后葬送全盘局势;而另一方面,处死大批盟友又显得十分骇人,生怕在其他希腊人中招致非议,且士兵们也会对战局心怀怨恨。

§2.1.3

ἀναλαβὼν δὲ μεθʼ ἑαυτοῦ ἄνδρας πεντεκαίδεκα ἐγχειρίδια ἔχοντας ἐπορεύετο κατὰ τὴν πόλιν, καὶ ἐντυχών τινι ὀφθαλμιῶντι ἀνθρώπῳ ἀπιόντι ἐξ ἰατρείου, κάλαμον ἔχοντι, ἀπέκτεινε.

于是他随身带了十五名怀揣短剑的随从穿城而过,遇见一个患眼疾、手持芦苇正从医所出来的男子,便将他杀死。

§2.1.4

θορύβου δὲ γενομένου καὶ ἐρωτώντων τινῶν διὰ τί ἀπέθανεν ὁ ἄνθρωπος, παραγγέλλειν ἐκέλευεν ὁ Ἐτεόνικος, ὅτι τὸν κάλαμον εἶχε. κατὰ δὲ τὴν παραγγελίαν ἐρρίπτουν πάντες ὅσοι εἶχον τοὺς καλάμους, ἀεὶ ὁ ἀκούων δεδιὼς μὴ ὀφθείη ἔχων.

骚动随之而起,有人询问此人为何被杀,埃特奥尼科斯命人传令说是因他拿着芦苇。随着号令传开,所有手持芦苇的人都将其丢弃,每一个听到消息的人都唯恐被人看见自己拿着芦苇。

§2.1.5

μετὰ δὲ ταῦτα ὁ Ἐτεόνικος συγκαλέσας τοὺς Χίους χρήματα ἐκέλευσε συνενεγκεῖν, ὅπως οἱ ναῦται λάβωσι μισθὸν καὶ μὴ νεωτερίσωσί τι· οἱ δὲ εἰσήνεγκαν· ἅμα δὲ εἰς τὰς ναῦς ἐσήμηνεν εἰσβαίνειν· προσιὼν δὲ ἐν μέρει παρʼ ἑκάστην ναῦν παρεθάρρυνέ τε καὶ παρῄνει πολλά, ὡς τοῦ γεγενημένου οὐδὲν εἰδώς, καὶ μισθὸν ἑκάστῳ μηνὸς διέδωκε.

此后,埃特奥尼科斯召集基奥斯人,命他们筹措资金,以便水兵们能领到薪水而不致作乱;他们筹齐了资金。与此同时,他下令登船;他依次走近每一艘战船,极力勉励和劝导他们,仿佛对发生的事一无所知,并为每个人发放了一个月的军饷。

§2.1.6

μετὰ δὲ ταῦτα οἱ Χῖοι καὶ οἱ ἄλλοι σύμμαχοι συλλεγέντες εἰς Ἔφεσον ἐβουλεύσαντο περὶ τῶν ἐνεστηκότων πραγμάτων πέμπειν εἰς Λακεδαίμονα πρέσβεις ταῦτά τε ἐροῦντας καὶ Λύσανδρον αἰτήσοντας ἐπὶ τὰς ναῦς, εὖ φερόμενον παρὰ τοῖς συμμάχοις κατὰ τὴν προτέραν ναυαρχίαν, ὅτε καὶ τὴν ἐν Νοτίῳ ἐνίκησε ναυμαχίαν.

此后,基奥斯人和其他盟友齐聚以弗所,商议当前局势,决定派遣使节前往拉刻代蒙陈述这些情况,并请求派吕珊德指挥舰队,他在前次担任海军统帅时深得盟友赞誉,当时他还在诺提昂海战中获胜。

§2.1.7

καὶ ἀπεπέμφθησαν πρέσβεις, σὺν αὐτοῖς δὲ καὶ παρὰ Κύρου ταὐτὰ λέγοντες ἄγγελοι. οἱ δὲ Λακεδαιμόνιοι ἔδοσαν τὸν Λύσανδρον ὡς ἐπιστολέα, ναύαρχον δὲ Ἄρακον· οὐ γὰρ νόμος αὐτοῖς δὶς τὸν αὐτὸν ναυαρχεῖν· τὰς μέντοι ναῦς παρέδοσαν Λυσάνδρῳ.

使节们被派了出去,同行的还有居鲁士派去传达相同意图的信使。拉刻代蒙人派吕珊德为副官,而以阿拉库斯为海军统帅;因为按他们的律法,同一人不得两次担任海军统帅;然而他们把舰队的指挥权交给了吕珊德。

§2.1.8

τούτῳ δὲ τῷ ἐνιαυτῷ καὶ Κῦρος ἀπέκτεινεν Αὐτοβοισάκην καὶ Μιτραῖον, υἱεῖς ὄντας τῆς Δαρειαίου ἀδελφῆς, ὅτι αὐτῷ ἀπαντῶντες οὐ διέωσαν διὰ τῆς κόρης τὰς χεῖρας, ὃ ποιοῦσι βασιλεῖ μόνον· ἡ δὲ κόρη ἐστὶ μακρότερον ἢ χειρίς, ἐν ᾗ τὴν χεῖρα ἔχων οὐδὲν ἂν δύναιτο ποιῆσαι.

同年,居鲁士处死了大流士姐妹的儿子奥托博伊萨克斯和米特莱奥斯,因为他们在遇见居鲁士时没有把手伸进长袖之中,而这本是只向国王才行的礼节;这种长袖比一般的衣袖更长,手在其中便无法做任何事情。

§2.1.9

Ἱεραμένης μὲν οὖν καὶ ἡ γυνὴ ἔλεγον πρὸς Δαρειαῖον δεινὸν εἶναι εἰ περιόψεται3 τὴν λίαν ὕβριν τούτου· ὁ δὲ αὐτὸν μεταπέμπεται ὡς ἀρρωστῶν, πέμψας ἀγγέλους.

于是希埃拉墨涅斯及其妻子对大流士说,若纵容居鲁士如此过分的狂妄,将是极其可怕的事;大流士便派遣使节,托病召回居鲁士。

§2.1.10

τῷ δʼ ἐπιόντι ἔτει Λύσανδρος ἀφικόμενος εἰς Ἔφεσον μετεπέμψατο Ἐτεόνικον ἐκ Χίου σὺν ταῖς ναυσί, καὶ τὰς ἄλλας πάσας συνήθροισεν, εἴ πού τις ἦν, καὶ ταύτας τʼ ἐπεσκεύαζε καὶ ἄλλας ἐν Ἀντάνδρῳ ἐναυπηγεῖτο.

次年,吕珊德抵达以弗所,从基奥斯召来埃特奥尼科斯及其船队,又将分散在各处的全部其他船只聚集起来,对它们进行修整,并在安坦德罗斯建造新船。

语法注3 条
  1. 2.1.1οἷς δὲ ταῦτα ἀρέσκοι κάλαμον φέρειν ἐδόκει

    οἷς... ἀρέσκοι 句在间接引语中使用斜格祈愿语气,表示泛指的条件或内容(“凡赞同者”)。主句的 ἐδόκει 作无人称动词使用,意为“(众人)决定/决议”,并以不定式 κάλαμον φέρειν 作为主语。

  2. 2.1.2μή τινα καὶ εἰς τοὺς ἄλλους Ἕλληνας διαβολὴν σχοῖεν καὶ οἱ στρατιῶται δύσνοι πρὸς τὰ πράγματα ὦσιν

    在由 μή 引导的表示担忧的从句中,祈愿语气 σχοῖεν 与虚拟语气 ὦσιν 通过 καὶ 并列。在历史时态动词(ἐφαίνετο)之后通常要求祈愿语气,但后者的 ὦσιν 保留了虚拟语气,体现了生动性,将士兵的怨恨表现为迫在眉睫的现实忧虑。

  3. 2.1.9δεινὸν εἶναι εἰ περιόψεται

    此处为在表达情感或评价的谓语(δεινόν ἐστι)之后使用 εἰ 条件从句的结构,在间接引语中主句转为不定式 εἶναι。εἰ 从句中的动词 περιόψεται 采用直陈语气将来时,表明说话者并非将其视为纯粹的假设,而是视作大流士若听之任之则必将发生的切近现实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:2.1.1-2.1.10