← 色诺芬

希腊史

§1.7.27-1.7.35

将军们的处决与雅典人的悔悟

欧律普托勒摩斯详述了战后营救行动因风暴这一不可抗力受阻的经过,并提议对将军们单独审理;然而在异议引发的再次表决后,议事会的一并处决案获得通过,在场的六名将军被处死。不久雅典人悔悟并弹劾煽动者,卡利克塞诺斯在逃亡归来后受尽唾弃,最终饿死。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7.27

ἀλλʼ ἴσως ἄν τινα καὶ οὐκ αἴτιον ὄντα ἀποκτείναιτε, μεταμελήσει δὴ ὕστερον. ἀναμνήσθητε ὡς ἀλγεινὸν καὶ ἀνωφελὲς ἤδη ἐστί, πρὸς δʼ ἔτι καὶ περὶ θανάτου ἀνθρώπου ἡμαρτηκότες.1

然而,你们也许会处死无罪之人,事后必当后悔。请你们回想一下,事后的悔恨是多么痛苦且无济于事,更何况是在关乎人的性命上犯下了大错。

§1.7.28

δεινὰ δʼ ἂν ποιήσαιτε, εἰ Ἀριστάρχῳ μὲν πρότερον τὸν δῆμον καταλύοντι, εἶτα δʼ Οἰνόην προδιδόντι Θηβαίοις πολεμίοις οὖσιν, ἔδοτε ἡμέραν ἀπολογήσασθαι ᾗ ἐβούλετο καὶ τἆλλα κατὰ τὸν νόμον προύθετε, τοὺς δὲ στρατηγοὺς τοὺς πάντα ὑμῖν κατὰ γνώμην πράξαντας, νικήσαντας δὲ τοὺς πολεμίους, τῶν αὐτῶν τούτων ἀποστερήσετε.2

如果你们从前对待推翻民主政体、后来又将欧诺埃出卖给敌方底比斯人的阿里斯塔库斯,尚且给予他一天时间让他按自己的意愿进行申辩,并在其他方面依照法律付诸公议;如今对待事事遵照你们的心愿行事、击溃了敌人的将军们,却要剥夺他们完全相同的权利,那你们就做出了骇人听闻的恶行。

§1.7.29

μὴ ὑμεῖς γε, ὦ Ἀθηναῖοι, ἀλλʼ ἑαυτῶν ὄντας τοὺς νόμους, διʼ οὓς μάλιστα μέγιστοί ἐστε, φυλάττοντες, ἄνευ τούτων μηδὲν πράττειν πειρᾶσθε. ἐπανέλθετε δὲ καὶ ἐπʼ αὐτὰ τὰ πράγματα καθʼ ἃ καὶ αἱ ἁμαρτίαι δοκοῦσι γεγενῆσθαι τοῖς στρατηγοῖς. ἐπεὶ γὰρ κρατήσαντες τῇ ναυμαχίᾳ εἰς τὴν γῆν κατέπλευσαν, Διομέδων μὲν ἐκέλευεν ἀναχθέντας ἐπὶ κέρως ἅπαντας ἀναιρεῖσθαι τὰ ναυάγια καὶ τοὺς ναυαγούς, Ἐρασινίδης δʼ ἐπὶ τοὺς πρὸς Μυτιλήνην πολεμίους τὴν ταχίστην πλεῖν ἅπαντας· Θράσυλλος δὲ ἀμφότερα ἔφη γενέσθαι, ἂν τὰς μὲν αὐτοῦ καταλίπωσι, ταῖς δὲ ἐπὶ τοὺς πολεμίους πλέωσι·

雅典人啊,万万不可如此!相反,应当维护属于你们自己的法律——正是凭着这些法律,你们才成为最伟大的人——切勿试图抛开法律行事。也请你们回到将军们似乎犯下过失的具体事实本身。因为当他们在海战中获胜返航靠岸后,狄奥墨冬主张全军成单列纵队出海收殓残骸并营救落水者,厄拉西尼德斯则主张全军应以最快速度驶向米蒂利尼攻击敌人;而色剌叙罗斯则表示,如果将一部分船只留在当地,率领其余船只去攻击敌人,两件事便可兼顾。

§1.7.30

καὶ δοξάντων τούτων καταλιπεῖν3 τρεῖς ναῦς ἕκαστον ἐκ τῆς αὑτοῦ συμμορίας, τῶν στρατηγῶν ὀκτὼ ὄντων, καὶ τὰς τῶν ταξιάρχων δέκα καὶ τὰς Σαμίων δέκα καὶ τὰς τῶν ναυάρχων τρεῖς, αὗται ἅπασαι γίγνονται ἑπτὰ καὶ τετταράκοντα, τέτταρες περὶ ἑκάστην ναῦν τῶν ἀπολωλυιῶν δώδεκα οὐσῶν.

大家赞同了这一意见,决定由每位将军从自己的分队中各留下三艘船(将军共有八人),再加上统领官的十艘、萨摩斯人的十艘以及舰队司令的三艘,这些船加起来总共四十七艘,相当于对于十二艘沉没的船只而言,每艘各分派四艘船。

§1.7.31

τῶν δὲ καταλειφθέντων τῶν τριηράρχων ἦσαν καὶ Θρασύβουλος καὶ Θηραμένης, ὃς ἐν τῇ προτέρᾳ ἐκκλησίᾳ κατηγόρει τῶν στρατηγῶν. ταῖς δὲ ἄλλαις ναυσὶν ἔπλεον ἐπὶ τὰς πολεμίας. τί τούτων οὐχ ἱκανῶς καὶ καλῶς ἔπραξαν; οὐκοῦν δίκαιον τὰ μὲν πρὸς τοὺς πολεμίους μὴ καλῶς πραχθέντα τοὺς πρὸς τούτοις ταχθέντας ὑπέχειν λόγον, τοὺς δὲ πρὸς τὴν ἀναίρεσιν μὴ ποιήσαντας ἃ οἱ στρατηγοὶ ἐκέλευσαν, διότι οὐκ ἀνείλοντο κρίνεσθαι.

在被留下的三段帆船船长中,就有斯拉绪布洛斯和在前次公民大会上控告将军们的塞拉墨涅斯。将军们则率领其余船只去攻击敌船。在这些部署中,他们有哪一点做得不周全、不恰当呢?因此,理所当然应当由被指派对敌作战的人对未能打好战事负责,而由被指派营救却未执行将军命令的人,因未能营救而接受审判。

§1.7.32

τοσοῦτον δʼ ἔχω εἰπεῖν ὑπὲρ ἀμφοτέρων, ὅτι ὁ χειμὼν διεκώλυσε μηδὲν πρᾶξαι ὧν οἱ στρατηγοὶ παρεσκευάσαντο. τούτων δὲ μάρτυρες οἱ σωθέντες ἀπὸ τοῦ αὐτομάτου, ὧν εἷς τῶν ἡμετέρων στρατηγῶν ἐπὶ καταδύσης νεὼς διασωθείς, ὃν κελεύουσι τῇ αὐτῇ ψήφῳ κρίνεσθαι, καὶ αὐτὸν τότε δεόμενον ἀναιρέσεως, ᾗπερ τοὺς οὐ πράξαντας τὰ προσταχθέντα.

但我可以为双方说这么一句公道话:是风暴阻碍了他们执行将军们所部署的一切。对此的见证人就是那些侥幸生还的人,其中就包括我们的一位从沉船中脱险的将军;他们竟然要求用同一选票来审决这位当时自己也需要营救的将军,将其与未执行命令的人等同视之。

§1.7.33

μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀντὶ μὲν τῆς νίκης καὶ τῆς εὐτυχίας ὅμοια ποιήσητε τοῖς ἡττημένοις τε καὶ ἀτυχοῦσιν, ἀντὶ δὲ τῶν ἐκ θεοῦ ἀναγκαίων ἀγνωμονεῖν δόξητε, προδοσίαν καταγνόντες ἀντὶ τῆς ἀδυναμίας· ἀλλὰ πολὺ δικαιότερον στεφάνοις γεραίρειν τοὺς νικῶντας ἢ θανάτῳ ζημιοῦν πονηροῖς ἀνθρώποις πειθομένους.

因此,雅典的公民们,切莫在取得胜利和幸运之时,做出与战败者和不幸者相似的举动;切莫在神降的不可抗力面前显得毫无理智,将无能为力断定为背叛;相反,顺从邪恶之徒的唆使将他们处死,远不如以花冠嘉奖胜利者来得公正。”

§1.7.34

ταῦτʼ εἰπὼν Εὐρυπτόλεμος ἔγραψε γνώμην κατὰ τὸ Καννωνοῦ ψήφισμα κρίνεσθαι τοὺς ἄνδρας δίχα ἕκαστον· ἡ δὲ τῆς βουλῆς ἦν μιᾷ ψήφῳ ἅπαντας κρίνειν. τούτων δὲ διαχειροτονουμένων τὸ μὲν πρῶτον ἔκριναν τὴν Εὐρυπτολέμου· ὑπομοσαμένου δὲ Μενεκλέους4 καὶ πάλιν διαχειροτονίας γενομένης ἔκριναν τὴν τῆς βουλῆς. καὶ μετὰ ταῦτα κατεψηφίσαντο τῶν ναυμαχησάντων στρατηγῶν ὀκτὼ ὄντων· ἀπέθανον δὲ οἱ παρόντες ἕξ.

欧律普托勒摩斯说完这些话后,提议依照坎诺诺斯的法令对每个人单独进行审决;而议事会的提案则是一并以单一选票审决所有人。在就这两项提案进行举手表决时,起初他们判定欧律普托勒摩斯的动议获胜;但墨涅克勒斯宣誓提出异议,再次进行举手表决后,他们转而通过了议事会的动议。此后,他们对参与海战的八位将军作出了有罪判决;在场的六人随即被处死。

§1.7.35

καὶ οὐ πολλῷ χρόνῳ ὕστερον μετέμελε τοῖς Ἀθηναίοις, καὶ ἐψηφίσαντο, οἵτινες τὸν δῆμον ἐξηπάτησαν, προβολὰς αὐτῶν εἶναι, καὶ ἐγγυητὰς καταστῆσαι, ἕως ἂν κριθῶσιν, εἶναι δὲ καὶ Καλλίξενον τούτων. προυβλήθησαν δὲ καὶ ἄλλοι τέτταρες, καὶ ἐδέθησαν ὑπὸ τῶν ἐγγυησαμένων, ὕστερον δὲ στάσεώς τινος γενομένης, ἐν ᾗ Κλεοφῶν ἀπέθανεν, ἀπέδρασαν οὗτοι, πρὶν κριθῆναι· Καλλίξενος δὲ κατελθὼν ὅτε καὶ οἱ ἐκ Πειραιῶς εἰς τὸ ἄστυ, μισούμενος ὑπὸ πάντων λιμῷ ἀπέθανεν.

不久之后,雅典人悔悟了,他们表决通过:对那些欺骗民众的人提起公诉,令其提供担保人直至受审,卡利克塞诺斯也是其中之一。另有四人也遭到弹劾,并由保人拘禁起来;但后来发生了克勒俄丰丧命的内乱,这些人便在受审前逃跑了。至于卡利克塞诺斯,当比雷埃夫斯的人回到城里时他也一同归来,但他遭到所有人唾弃,最终饥饿而死。

语法注4 条
  1. 1.7.27πρὸς δʼ ἔτι καὶ περὶ θανάτου ἀνθρώπου ἡμαρτηκότες

    完成体分词 ἡμαρτηκότες 在语法上为主格阳性复数,呼应命令式 ἀναμνήσθητε 的逻辑主语(雅典公民)。它与短语 πρὸς δʼ ἔτι(“此外/加之”)连用,带有伴随状况或假设的意味,修饰整句逻辑:“(回想一下这有多么痛苦和徒劳,)尤其是当你们在事关人命上铸成大错之时”。

  2. 1.7.28δεινὰ δʼ ἂν ποιήσαιτε, εἰ Ἀριστάρχῳ μὲν πρότερον ... ἔδοτε ... τοὺς δὲ στρατηγοὺς ... ἀποστερήσετε

    混成条件句结构。主句归结节为 δεινὰ δʼ ἂν ποιήσαιτε(ἄν 搭配祈愿语气,表潜在可能或后果);而在由 εἰ 引导的条件节中,μὲν 分句采用直陈语气过去时(ἔδοτε)陈述过去的既成事实,与之对照的 δέ 分句则采用直陈语气将来时(ἀποστερήσετε)表示即刻可能发生的现实行动,以此尖锐对比对待叛国者与对待有功将军的反差。

  3. 1.7.30καὶ δοξάντων τούτων καταλιπεῖν

    伴有具体代词的属格绝对结构。通常情况下,表示非人称决定的分词多用宾格绝对形式(如 δόξαν),但此处分词 δοξάντων 采用中性复数属格,与明确出现的中性复数代词 τούτων 一致,后者统摄其后不定式 καταλιπεῖν 所述的决议内容(“当这些方案被决议,即留下……后”)。

  4. 1.7.34ὑπομοσαμένου δὲ Μενεκλέους

    属格绝对结构:“墨涅克勒斯宣誓提出异议后”。在雅典的法律与议事程序中,ὑπομόσασθαι 指当事人通过正式宣誓(hypōmosia)提出程序性或合法性抗辩,以此阻击决议的即刻生效,从而迫使议案进入暂停或重新表决程序。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.7.27-1.7.35