- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.7.13-1.7.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在暴民与塞拉墨涅斯一派的威逼下,违宪诉讼被迫撤回,唯有苏格拉底一人坚决拒绝将违法案付诸表决;随后欧律普托勒摩斯登台发言,极力规劝民众依照既有法律对将军们进行逐一的正当审判。
καὶ ἐπὶ τούτοις εἰπόντος Λυκίσκου καὶ τούτους τῇ αὐτῇ ψήφῳ κρίνεσθαι ᾗπερ καὶ τοὺς στρατηγούς, ἐὰν μὴ ἀφῶσι τὴν κλῆσιν, ἐπεθορύβησε πάλιν ὁ ὄχλος, καὶ ἠναγκάσθησαν ἀφιέναι τὰς κλήσεις.
在此情形下,吕喀斯科斯发言称,若他们不撤回传唤控告,便应将这些人与将军们一同按同一选票进行审决,于是群众再度喧嚣起来,他们被迫撤回了诉讼。
τῶν δὲ πρυτάνεών τινων οὐ φασκόντων προθήσειν τὴν διαψήφισιν παρὰ τὸν νόμον, αὖθις Καλλίξενος ἀναβὰς κατηγόρει αὐτῶν τὰ αὐτά.
而当部分值班议员声称决不违法将此案付诸表决时,卡利克塞诺斯再次登台,对他们提出了同样的控告。
οἱ δὲ ἐβόων καλεῖν τοὺς οὐ φάσκοντας. οἱ δὲ πρυτάνεις φοβηθέντες ὡμολόγουν πάντες προθήσειν πλὴν Σωκράτους τοῦ Σωφρονίσκου· οὗτος δʼ οὐκ ἔφη ἀλλʼ ἢ κατὰ νόμον πάντα ποιήσειν.1
人群大声叫喊,要求把那些声称拒绝的人传唤审问。值班议员们陷入恐慌,除索弗罗尼斯科斯之子苏格拉底外,全体同意付诸表决;但苏格拉底坚称,除了依法行事之外,他绝不做任何事情。
μετὰ δὲ ταῦτα ἀναβὰς Εὐρυπτόλεμος ἔλεξεν ὑπὲρ τῶν στρατηγῶν τάδε. τὰ μὲν κατηγορήσων, ὦ ἄνδρες Ἀθηναῖοι, ἀνέβην ἐνθάδε Περικλέους ἀναγκαίου μοι ὄντος καὶ ἐπιτηδείου καὶ Διομέδοντος φίλου, τὰ δʼ ὑπεραπολογησόμενος, τὰ δὲ συμβουλεύσων2 ἅ μοι δοκεῖ ἄριστα εἶναι ἁπάσῃ τῇ πόλει.
此后,欧律普托勒摩斯登上讲台,为将军们作了如下辩护:“雅典的公民们,我走上这里,一方面是要控告我的亲戚兼密友佩里克里斯以及我的朋友狄奥墨冬,一方面是要为他们辩护,另一方面则是要为整个城邦提出我认为最好的建议。
κατηγορῶ μὲν οὖν αὐτῶν ὅτι ἔπεισαν τοὺς συνάρχοντας βουλομένους πέμπειν γράμματα τῇ τε βουλῇ καὶ ὑμῖν ὅτι ἐπέταξαν τῷ Θηραμένει καὶ Θρασυβούλῳ τετταράκοντα καὶ ἑπτὰ τριήρεσιν ἀνελέσθαι τοὺς ναυαγούς, οἱ δὲ οὐκ ἀνείλοντο.
因此,我控告他们,是因为他们的同僚原打算致信议事会和你们,说明他们曾命令塞拉墨涅斯和斯拉绪布洛斯率领四十七艘三列桨战船去营救落水者,而那两人却未予营救,他们却劝阻了同僚。
εἶτα νῦν τὴν αἰτίαν κοινὴν ἔχουσιν ἐκείνων ἰδίᾳ ἁμαρτόντων, καὶ ἀντὶ τῆς τότε φιλανθρωπίας νῦν ὑπʼ ἐκείνων τε καί τινων ἄλλων ἐπιβουλευόμενοι κινδυνεύουσιν ἀπολέσθαι;
难道如今仅仅因为那些人个人的过失,将军们就要共担罪责,并且非但没有因当时的宽大获得回报,反而在如今遭到那些人以及其他某些人的陷害,面临毁灭的危险吗?
οὔκ, ἂν ὑμεῖς γέ μοι πείθησθε τὰ δίκαια καὶ ὅσια ποιοῦντες, καὶ ὅθεν μάλιστʼ ἀληθῆ πεύσεσθε καὶ οὐ μετανοήσαντες ὕστερον εὑρήσετε σφᾶς αὐτοὺς ἡμαρτηκότας τὰ μέγιστα εἰς θεούς τε καὶ ὑμᾶς αὐτούς. συμβουλεύω δʼ ὑμῖν, ἐν οἷς οὔθʼ ὑπʼ ἐμοῦ οὔθʼ ὑπʼ ἄλλου οὐδενὸς ἔστιν ἐξαπατηθῆναι ὑμᾶς, καὶ τοὺς ἀδικοῦντας εἰδότες κολάσεσθε ᾗ ἂν βούλησθε δίκῃ, καὶ ἅμα πάντας καὶ καθʼ ἕνα ἕκαστον, εἰ μὴ πλέον, ἀλλὰ μίαν ἡμέραν δόντες αὐτοῖς ὑπὲρ αὑτῶν ἀπολογήσασθαι, μὴ ἄλλοις μᾶλλον πιστεύοντες ἢ ὑμῖν αὐτοῖς.
不,只要你们听从我的劝告,行合乎正义与虔敬之事,你们便绝不会如此;唯有这样,你们才能最清楚地了解真相,而不至于事后懊悔,发现自己对神明和对你们自己犯下了弥天大罪。我的建议能使你们既不受我蒙蔽,也不受任何其他人蒙蔽,使你们在查明作恶之人后,既可全体一并、也可逐一分别地以你们希望的任何惩罚来惩处他们,只要你们绝不偏信他人胜过相信你们自己,即便没有更多时间,也至少给予他们一整天的时间为自己申辩。
ἴστε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντες ὅτι τὸ Καννωνοῦ ψήφισμά ἐστιν ἰσχυρότατον, ὃ κελεύει, ἐάν τις τὸν τῶν Ἀθηναίων δῆμον ἀδικῇ, δεδεμένον ἀποδικεῖν ἐν τῷ δήμῳ, καὶ ἐὰν καταγνωσθῇ ἀδικεῖν, ἀποθανεῖν εἰς τὸ βάραθρον ἐμβληθέντα, τὰ δὲ χρήματα αὐτοῦ δημευθῆναι καὶ τῆς θεοῦ τὸ ἐπιδέκατον εἶναι.
雅典的公民们,你们大家都知道,坎诺诺斯的法令是最为严酷的,该法令规定:若有人危害雅典人民,须在民众面前戴着镣铐申辩,若被判有罪,须被投入深坑处死,其财产予以没收,其中的十分之一归女神所有。
κατὰ τοῦτο τὸ ψήφισμα κελεύω κρίνεσθαι τοὺς στρατηγοὺς καὶ νὴ Δία, ἂν ὑμῖν γε δοκῇ, πρῶτον Περικλέα τὸν ἐμοὶ προσήκοντα· αἰσχρὸν γάρ μοί ἐστιν ἐκεῖνον περὶ πλείονος ποιεῖσθαι ἢ τὴν ὅλην πόλιν.
我要求依照这项法令来审判将军们,凭宙斯起誓,若你们同意,就先从与我沾亲带故的佩里克里斯审起;因为对我而言,将他置于整个城邦之上是可耻的。
τοῦτο δʼ εἰ βούλεσθε, κατὰ τόνδε τὸν νόμον κρίνατε, ὅς ἐστιν ἐπὶ τοῖς ἱεροσύλοις καὶ προδόταις, ἐάν τις ἢ τὴν πόλιν προδιδῷ ἢ τὰ ἱερὰ κλέπτῃ, κριθέντα ἐν δικαστηρίῳ, ἂν καταγνωσθῇ, μὴ ταφῆναι ἐν τῇ Ἀττικῇ, τὰ δὲ χρήματα αὐτοῦ δημόσια εἶναι.
或者,若你们愿意,就依照适用于盗庙贼和叛徒的这项法律进行审判:若有人背叛城邦或盗窃圣物,在法庭受审后,若被判有罪,不得埋葬在阿提卡境内,其财产收归国有。
τούτων ὁποτέρῳ βούλεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ νόμῳ κρινέσθων οἱ ἄνδρες κατὰ ἕνα ἕκαστον διῃρημένων τῆς ἡμέρας τριῶν μερῶν, ἑνὸς μὲν ἐν ᾧ συλλέγεσθαι ὑμᾶς δεῖ καὶ διαψηφίζεσθαι, ἑτέρου δʼ ἐν ᾧ κατηγορῆσαι, ἑτέρου δʼ ἐν ᾧ ἀπολογήσασθαι.
雅典的公民们,在这两部法律中无论你们愿意依照哪一部,都让这些人逐一受审,将一天的时间分成三部分:一部分用于你们聚集并投票表决,另一部分用于控告,还有一部分用于申辩。
τούτων δὲ γιγνομένων οἱ μὲν ἀδικοῦντες τεύξονται τῆς μεγίστης τιμωρίας, οἱ δʼ ἀναίτιοι ἐλευθερωθήσονται ὑφʼ ὑμῶν, ὦ Ἀθηναῖοι, καὶ οὐκ ἀδικοῦντες ἀπολοῦνται.
若如此行事,有罪者将受到最严厉的惩处,而无辜者则将被你们雅典人释放,不致无罪丧命。
ὑμεῖς δὲ κατὰ τὸν νόμον εὐσεβοῦντες καὶ εὐορκοῦντες κρινεῖτε καὶ οὐ συμπολεμήσετε Λακεδαιμονίοις τοὺς ἐκείνους ἑβδομήκοντα ναῦς ἀφελομένους καὶ νενικηκότας, τούτους ἀπολλύντες ἀκρίτους παρὰ τὸν νόμον.
你们若依法行事,虔敬守誓,就能公正裁决,而不会因为违法且不经正当审判便处决那些夺取敌方七十艘战船并赢得胜利的将军,从而协同拉刻代蒙人作战。
τί δὲ καὶ δεδιότες σφόδρα οὕτως ἐπείγεσθε; ἢ μὴ οὐχ ὑμεῖς ὃν ἂν βούλησθε ἀποκτείνητε καὶ ἐλευθερώσητε,3 ἂν κατὰ τὸν νόμον κρίνητε, ἀλλʼ οὐκ ἂν παρὰ τὸν νόμον, ὥσπερ Καλλίξενος τὴν βουλὴν ἔπεισεν εἰς τὸν δῆμον εἰσενεγκεῖν μιᾷ ψήφῳ;
你们究竟畏惧什么,才如此急迫不堪呢?难道你们害怕若依法审判,就不能随意处死和释放你们想处置的人,而只有像卡利克塞诺斯唆使议事会以单一投票提交公民大会那样违背法律,才能做到吗?”
- 1.7.15οὐκ ἔφη ἀλλʼ ἢ κατὰ νόμον πάντα ποιήσειν
οὐ φημι 意为“否定/拒绝”,ἀλλʼ ἤ 为固定习语,意为“除……之外(except)”。全句意为“声称除依照法律之外绝不做任何事”,表现出苏格拉底坚守法律的决心。
- 1.7.16τὰ μὲν κατηγορήσων ... τὰ δʼ ὑπεραπολογησόμενος, τὰ δὲ συμβουλεύσων
中性复数宾格 τὰ μέν ... τὰ δέ ... τὰ δέ 用作副词(“一方面……一方面……另一方面……”),分别引导表目的的将来分词(κατηγορήσων、ὑπεραπολογησόμενος、συμβουλεύσων),作主要动词 ἀνέβην(我登台)的状语。
- 1.7.26ἢ μὴ οὐχ ὑμεῖς ὃν ἂν βούλησθε ἀποκτείνητε καὶ ἐλευθερώσητε
承接前句 τί δὲ καὶ δεδιότες σφόδρα οὕτως ἐπείγεσθε;(你们究竟畏惧什么才如此急迫?),疑问小品词 ἤ 引出依附于恐惧动词 δεδιότες 的从属从句。在 μή 引出的从句中加入否定词 οὐ,构成带有虚拟式(ἀποκτείνητε、ἐλευθερώσητε)的双重否定 μὴ οὐ,意为“难道是害怕你们‘不能’随意处死和释放想处置的人吗?”
