← 色诺芬

希腊史

§1.7.1-1.7.12

将军们的受审与卡利克塞诺斯的动议

阿吉努塞海战后,返回雅典的将军们因未营救遇难人员遭到控告并被监禁。阿帕图利亚节后,卡利克塞诺斯提议对将军们进行集体投票判处死刑,民众的激愤压倒了针对该违宪提案的异议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7.1

οἱ δʼ ἐν οἴκῳ τούτους μὲν τοὺς στρατηγοὺς ἔπαυσαν πλὴν Κόνωνος· πρὸς δὲ τούτῳ εἵλοντο Ἀδείμαντον καὶ τρίτον Φιλοκλέα.

国内的当局者罢免了这些将军,唯独留任了科农;并在科农之外选出了阿得曼托斯,第三位选出了菲洛克勒斯。

§1.7.2

τῶν δὲ ναυμαχησάντων στρατηγῶν Πρωτόμαχος μὲν καὶ Ἀριστογένης οὐκ ἀπῆλθον εἰς Ἀθήνας, τῶν δὲ ἓξ καταπλευσάντων, Περικλέους καὶ Διομέδοντος καὶ Λυσίου καὶ Ἀριστοκράτους καὶ Θρασύλλου καὶ Ἐρασινίδου, Ἀρχέδημος ὁ τοῦ δήμου τότε προεστηκὼς ἐν Ἀθήναις καὶ τῆς διωβελίας ἐπιμελόμενος Ἐρασινίδῃ ἐπιβολὴν ἐπιβαλὼν κατηγόρει ἐν δικαστηρίῳ, φάσκων ἐξ Ἑλλησπόντου αὐτὸν ἔχειν χρήματα ὄντα τοῦ δήμου· κατηγόρει δὲ καὶ περὶ τῆς στρατηγίας. καὶ ἔδοξε τῷ δικαστηρίῳ δῆσαι τὸν Ἐρασινίδην.

在参与海战的将军中,普罗托马科斯与阿里斯托革涅斯没有返回雅典;而返回的六人——佩里克里斯、狄奥墨冬、吕西亚斯、阿里斯托克拉特斯、斯拉绪卢斯与埃拉西尼得斯——之中,当时在雅典担任民众领袖并主管二奥波尔救济金发放的阿尔克得摩斯对埃拉西尼得斯处以罚款并在法庭上予以起诉,指控他侵吞了赫勒斯滂属于民众的公款;他还就其军事指挥提出控告。法庭遂决议将埃拉西尼得斯羁押监禁。

§1.7.3

μετὰ δὲ ταῦτα ἐν τῇ βουλῇ διηγοῦντο οἱ στρατηγοὶ περί τε τῆς ναυμαχίας καὶ τοῦ μεγέθους τοῦ χειμῶνος. Τιμοκράτους δʼ εἰπόντος ὅτι καὶ τοὺς ἄλλους χρὴ δεθέντας εἰς τὸν δῆμον παραδοθῆναι, ἡ βουλὴ ἔδησε.

此后,将军们在议事会中陈述了有关海战以及暴风雨之烈的情况。但由于蒂莫克拉特斯发言称其余人亦应被拘押并移交公民大会,议事会便将他们关押了起来。

§1.7.4

μετὰ δὲ ταῦτα ἐκκλησία ἐγένετο, ἐν ᾗ τῶν στρατηγῶν κατηγόρουν ἄλλοι τε καὶ Θηραμένης μάλιστα, δικαίους εἶναι λόγον ὑποσχεῖν1 διότι οὐκ ἀνείλοντο τοὺς ναυαγούς. ὅτι μὲν γὰρ οὐδενὸς ἄλλου καθήπτοντο, ἐπιστολὴν ἐπεδείκνυε μαρτύριον2 ἣν ἔπεμψαν οἱ στρατηγοὶ εἰς τὴν βουλὴν καὶ εἰς τὸν δῆμον, ἄλλο οὐδὲν αἰτιώμενοι ἢ τὸν χειμῶνα.

此后召开了公民大会,在会上其他人、特别是塞拉墨涅斯对将军们发难,指责他们应当为其未能营救海难人员作出交代。因为塞拉墨涅斯出示了将军们致议事会和公民大会的一封信件,以此作为证明他们当时并未指责过任何他人的凭据,信中他们除了暴风雨之外未怪罪任何原因。

§1.7.5

μετὰ ταῦτα δὲ οἱ στρατηγοὶ βραχέως ἕκαστος ἀπελογήσατο (οὐ γὰρ προυτέθη σφίσι λόγος κατὰ τὸν νόμον), καὶ τὰ πεπραγμένα διηγοῦντο, ὅτι αὐτοὶ μὲν ἐπὶ τοὺς πολεμίους πλέοιεν, τὴν δὲ ἀναίρεσιν τῶν ναυαγῶν προστάξαιεν τῶν τριηράρχων ἀνδράσιν ἱκανοῖς καὶ ἐστρατηγηκόσιν ἤδη, Θηραμένει καὶ Θρασυβούλῳ καὶ ἄλλοις τοιούτοις· καὶ εἴπερ γέ τινας δέοι, περὶ τῆς ἀναιρέσεως οὐδένα ἄλλον ἔχειν αὐτοὺς αἰτιάσασθαι ἢ τούτους οἷς προσετάχθη. καὶ οὐχ ὅτι γε κατηγοροῦσιν ἡμῶν, ἔφασαν, ψευσόμεθα3 φάσκοντες αὐτοὺς αἰτίους εἶναι, ἀλλὰ τὸ μέγεθος τοῦ χειμῶνος εἶναι τὸ κωλῦσαν τὴν ἀναίρεσιν. τούτων δὲ μάρτυρας παρείχοντο τοὺς κυβερνήτας καὶ ἄλλους τῶν συμπλεόντων πολλούς. τοιαῦτα λέγοντες ἔπειθον τὸν δῆμον· ἐβούλοντο δὲ πολλοὶ τῶν ἰδιωτῶν ἐγγυᾶσθαι ἀνιστάμενοι· ἔδοξε δὲ ἀναβαλέσθαι εἰς ἑτέραν ἐκκλησίαν (τότε γὰρ ὀψὲ ἦν καὶ τὰς χεῖρας οὐκ ἂν καθεώρων), τὴν δὲ βουλὴν προβουλεύσασαν εἰσενεγκεῖν4 ὅτῳ τρόπῳ οἱ ἄνδρες κρίνοιντο.

在这之后,将军们各自作了简短的申辩(因为并未按照法律给予他们发言的时间),并叙述了事情的始末:他们自己当时驶向敌军,而营救海难人员的任务则托付给了舰长中富有能力且曾担任过将军的人,即塞拉墨涅斯、斯拉绪布洛斯以及其他类似的人;而且假若一定要怪罪什么人的话,关于未能营救一事,他们除了那些受命之人外别无他人可指责。“但我们绝不会因为他们指控我们,”他们说,“就捏造谎言声称他们负有罪责,阻止营救的实乃暴风雨的猛烈。”对此他们提供了舵手以及同船出战的许多其他人作为证人。他们以这些申辩逐渐说服了民众;许多普通公民纷纷站起来愿意为其提供保释。但大会决议推迟至另一场公民大会(因为当时天色已晚,无法看清表决时的举手),并由议事会起草预案,提出对这些人进行审判的方式。

§1.7.8

μετὰ δὲ ταῦτα ἐγίγνετο Ἀπατούρια, ἐν οἷς οἵ τε πατέρες καὶ οἱ συγγενεῖς σύνεισι σφίσιν αὐτοῖς. οἱ οὖν περὶ τὸν Θηραμένην παρεσκεύασαν ἀνθρώπους μέλανα ἱμάτια ἔχοντας καὶ ἐν χρῷ κεκαρμένους πολλοὺς ἐν ταύτῃ τῇ ἑορτῇ, ἵνα πρὸς τὴν ἐκκλησίαν ἥκοιεν, ὡς δὴ συγγενεῖς ὄντες τῶν ἀπολωλότων, καὶ Καλλίξενον ἔπεισαν ἐν τῇ βουλῇ κατηγορεῖν τῶν στρατηγῶν.

此后迎来了阿帕图利亚节,在这一节日里父亲们与亲族们聚会在一起。于是塞拉墨涅斯一伙人在这一节日里安排了许多身着黑衣、头发剃光的人,以便让他们装作死难者的亲属来到公民大会;他们还唆使卡利克塞诺斯在议事会中控告将军们。

§1.7.9

ἐντεῦθεν ἐκκλησίαν ἐποίουν, εἰς ἣν ἡ βουλὴ εἰσήνεγκε τὴν ἑαυτῆς γνώμην Καλλιξένου εἰπόντος τήνδε· ἐπειδὴ τῶν τε κατηγορούντων κατὰ τῶν στρατηγῶν καὶ ἐκείνων ἀπολογουμένων ἐν τῇ προτέρᾳ ἐκκλησίᾳ ἀκηκόασι, διαψηφίσασθαι Ἀθηναίους ἅπαντας κατὰ φυλάς· θεῖναι δὲ εἰς τὴν φυλὴν ἑκάστην δύο ὑδρίας· ἐφʼ ἑκάστῃ δὲ τῇ φυλῇ κήρυκα κηρύττειν, ὅτῳ δοκοῦσιν ἀδικεῖν οἱ στρατηγοὶ οὐκ ἀνελόμενοι τοὺς νικήσαντας ἐν τῇ ναυμαχίᾳ, εἰς τὴν προτέραν ψηφίσασθαι, ὅτῳ δὲ μή, εἰς τὴν ὑστέραν· ἂν δὲ δόξωσιν ἀδικεῖν, θανάτῳ ζημιῶσαι καὶ τοῖς ἕνδεκα παραδοῦναι καὶ τὰ χρήματα δημοσιεῦσαι, τὸ δʼ ἐπιδέκατον τῆς θεοῦ εἶναι.

随后他们召开了公民大会,议事会将自己的决议案提交给大会,此案由卡利克塞诺斯提议如下:鉴于他们在前一次公民大会上已经听取了针对将军们的控告者以及将军们各自的申辩,全体雅典人应按部落进行表决;每个部落放置两个投票瓮;在每个部落前由传令官宣告:凡认为将军们未营救海战获胜人员系属有罪者,将票投入前一个瓮中,不认为有罪者投入后一个瓮中;若被判有罪,则处以死刑,移交十一人行刑团,其财产没收充公,其中的十分之一归女神所有。

§1.7.11

παρῆλθε δέ τις εἰς τὴν ἐκκλησίαν φάσκων ἐπὶ τεύχους ἀλφίτων σωθῆναι· ἐπιστέλλειν δʼ αὐτῷ τοὺς ἀπολλυμένους, ἐὰν σωθῇ, ἀπαγγεῖλαι τῷ δήμῳ ὅτι οἱ στρατηγοὶ οὐκ ἀνείλοντο τοὺς ἀρίστους ὑπὲρ τῆς πατρίδος γενομένους.

这时有一个人步入公民大会,声称自己是依靠一个大麦桶才得以生还的;那些垂死挣扎的人嘱咐他,若能生还,便向民众报告说,将军们没有营救那些为祖国表现得最为英勇的人。

§1.7.12

τὸν δὲ Καλλίξενον προσεκαλέσαντο παράνομα φάσκοντες συγγεγραφέναι Εὐρυπτόλεμός τε ὁ Πεισιάνακτος καὶ ἄλλοι τινές. τοῦ δὲ δήμου ἔνιοι ταῦτα ἐπῄνουν, τὸ δὲ πλῆθος ἐβόα δεινὸν εἶναι εἰ μή τις ἐάσει5 τὸν δῆμον πράττειν ὃ ἂν βούληται.

佩西亚纳克斯之子欧律普托勒摩斯与另外几个人以起草违宪提案为由对卡利克塞诺斯提起违宪审查诉讼。民众中有人赞同这一做法,但广大群众却喧嚷叫嚣,声称若有人不许民众做自己想做的事,那是岂有此理的。

语法注5 条
  1. 1.7.4δικαίους εἶναι λόγον ὑποσχεῖν

    从属于 κατηγόρουν(控告)的间接引语中的“宾格加不定式”结构。不定式逻辑主语宾格 τοὺς στρατηγούς 被省略,形容词 δικαίους 与之保持格的一致(意为“他们理应作出交代”)。这是人称构式 δίκαιός εἰμι(某人理当做某事)转入间接引语后的形态。

  2. 1.7.4ὅτι μὲν γὰρ οὐδενὸς ἄλλου καθήπτοντο, ἐπιστολὴν ἐπεδείκνυε μαρτύριον

    ὅτι 引导的内容从句(“即他们并未怪罪任何其他人”)作主句动词 ἐπεδείκνυε 的宾语,或与 μαρτύριον(证据)构成同位语。塞拉墨涅斯以此信证明将军们当初完全归咎于暴风雨,而未指责过其他任何人(如舰长们)。动词 καθήπτοντο 支配属格(οὐδενὸς ἄλλου),意为“指责、非难”。

  3. 1.7.6καὶ οὐχ ὅτι γε κατηγοροῦσιν ἡμῶν, ἔφασαν, ψευσόμεθα

    οὐχ ὅτι... ἀλλά... 句型的一种变体(“并非因为……我们就要……”)。其中 οὐ 否定主句动词 ψευσόμεθα(“我们不会说谎”),ὅτι 引出被否定的理由分句(“并非因为他们控告我们,我们就要捏造谎言指责他们”)。伴随着 ἔφασαν(他们说)的插入,人称代词转为第一人称复数(ἡμῶν)。

  4. 1.7.7τὴν δὲ βουλὴν προβουλεύσασαν εἰσενεγκεῖν

    从属于前句 ἔδοξε(决定、决议)的“宾格加不定式”结构。宾格主语为 τὴν βουλὴν,不定式为 εἰσενεγκεῖν(提交)。分词 προβουλεύσασαν 体现了雅典议事会的法定技术程序,即“起草初审预案(probouleuma)之后”。

  5. 1.7.12δεινὸν εἶναι εἰ μή τις ἐάσει

    在表达愤慨的情感结构(δεινόν ἐστιν,此处在 ἐβόα 之后转为间接引语不定式 δεινὸν εἶναι)后接由 εἰ 引导的条件从句,并使用了直陈式将来时(ἐάσει)。在情感动词后 εἰ 往往相当于 ὅτι,但使用直陈式将来时带有强烈的抗议与威胁性语气(“若有人竟然不许……那是岂有此理的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.7.1-1.7.12