- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.6.27-1.6.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在阿吉努塞海战中,雅典舰队击败伯罗奔尼撒舰队,卡利克拉提达斯阵亡;但暴风雨阻碍了对落水人员的营救,埃特奥尼科斯则通过假捷报的计策率封锁部队安然撤离。
τῇ δʼ αὐτῇ ἡμέρᾳ ἔτυχον καὶ οἱ Ἀθηναῖοι δειπνοποιούμενοι ἐν ταῖς Ἀργινούσαις· αὗται δʼ εἰσὶν ἀντίον τῆς Μυτιλήνης.
同一天,雅典军恰好也在阿吉努塞群岛用晚餐;这些岛屿位于密提勒涅的正对面。
τῆς δὲ νυκτὸς ἰδὼν τὰ πυρά, καί τινων αὐτῷ ἐξαγγειλάντων ὅτι οἱ Ἀθηναῖοι εἶεν, ἀνήγετο περὶ μέσας νύκτας, ὡς ἐξαπιναίως προσπέσοι· ὕδωρ δʼ ἐπιγενόμενον πολὺ καὶ βρονταὶ διεκώλυσαν τὴν ἀναγωγήν. ἐπεὶ δὲ ἀνέσχεν, ἅμα τῇ ἡμέρᾳ ἔπλει ἐπὶ τὰς Ἀργινούσας.
在夜间望见火光,又有人向他报告那是雅典舰队后,他便在午夜时分出航,企图发动奇袭;然而一场倾盆暴雨与雷电阻碍了舰队的出动。风雨停息后,他在拂晓时分向阿吉努塞进发。
οἱ δʼ Ἀθηναῖοι ἀντανήγοντο εἰς τὸ πέλαγος τῷ εὐωνύμῳ, παρατεταγμένοι ὧδε. Ἀριστοκράτης μὲν τὸ εὐώνυμον ἔχων ἡγεῖτο πεντεκαίδεκα ναυσί, μετὰ δὲ ταῦτα Διομέδων ἑτέραις πεντεκαίδεκα· ἐπετέτακτο δὲ Ἀριστοκράτει μὲν Περικλῆς, Διομέδοντι δὲ Ἐρασινίδης· παρὰ δὲ Διομέδοντα οἱ Σάμιοι δέκα ναυσὶν ἐπὶ μιᾶς τεταγμένοι· ἐστρατήγει δὲ αὐτῶν Σάμιος ὀνόματι Ἱππεύς· ἐχόμεναι δʼ αἱ τῶν ταξιάρχων δέκα, καὶ αὐταὶ ἐπὶ μιᾶς· ἐπὶ δὲ ταύταις αἱ τῶν ναυάρχων τρεῖς, καὶ εἴ τινες ἄλλαι ἦσαν συμμαχίδες.
雅典人也以左翼面向外海出航迎敌,其阵型布置如下:阿里斯托克拉特斯统领左翼,率十五艘船在前;随后是狄奥墨冬,率另外十五艘;佩里克里斯布置在阿里斯托克拉特斯之后,埃拉西尼得斯布置在狄奥墨冬之后;狄奥墨冬一侧是萨摩斯人的十艘船,排成单列,统领他们的是一位名叫希庇尤斯的萨摩斯人;与之相邻的是营长们的十艘船,同样排成单列;在这之后是指挥官的三艘船,以及其他任何盟邦的船只。
τὸ δὲ δεξιὸν κέρας Πρωτόμαχος εἶχε πεντεκαίδεκα ναυσί· παρὰ δʼ αὐτὸν Θράσυλλος ἑτέραις πεντεκαίδεκα· ἐπετέτακτο δὲ Πρωτομάχῳ μὲν Λυσίας, ἔχων τὰς ἴσας ναῦς, Θρασύλλῳ δὲ Ἀριστογένης.
右翼由普罗托马科斯统率十五艘船;在他一侧是斯拉绪卢斯,率另外十五艘;吕西亚斯率等量的船只布置在普罗托马科斯之后,阿里斯托革涅斯则布置在斯拉绪卢斯之后。
οὕτω δʼ ἐτάχθησαν, ἵνα μὴ διέκπλουν διδοῖεν· χεῖρον γὰρ ἔπλεον. αἱ δὲ τῶν Λακεδαιμονίων ἀντιτεταγμέναι ἦσαν ἅπασαι ἐπὶ μιᾶς ὡς πρὸς διέκπλουν καὶ περίπλουν παρεσκευασμέναι, διὰ τὸ βέλτιον πλεῖν. εἶχε δὲ τὸ δεξιὸν κέρας Καλλικρατίδας.
他们如此布阵,是为了不让敌军穿透防线;因为他们的航海技术较为逊色。而拉栖代梦人的船只则全部排成单列,准备实施穿透与迂回包抄,因为他们的航海技术更为熟练。卡利克拉提达斯坐镇右翼。
Ἕρμων δὲ Μεγαρεὺς ὁ τῷ Καλλικρατίδᾳ κυβερνῶν εἶπε πρὸς αὐτὸν ὅτι εἴη καλῶς ἔχον ἀποπλεῦσαι· αἱ γὰρ τριήρεις τῶν Ἀθηναίων πολλῷ πλείους ἦσαν. Καλλικρατίδας δὲ εἶπεν ὅτι ἡ Σπάρτη οὐδὲν μὴ κάκιον οἰκεῖται1 αὐτοῦ ἀποθανόντος, φεύγειν δὲ αἰσχρὸν ἔφη εἶναι.
为卡利克拉提达斯掌舵的墨加拉人赫尔蒙向他进言,认为撤退才是明智之举;因为雅典人的三列桨战船在数量上远占优势。但卡利克拉提达斯回答说,斯巴达绝不会因他的阵亡而治理得更糟,但他断言逃跑则是可耻的。
μετὰ δὲ ταῦτα ἐναυμάχησαν χρόνον πολύν, πρῶτον μὲν ἁθρόαι, ἔπειτα δὲ διεσκεδασμέναι. ἐπεὶ δὲ Καλλικρατίδας τε ἐμβαλούσης τῆς νεὼς ἀποπεσὼν εἰς τὴν θάλατταν ἠφανίσθη Πρωτόμαχός τε καὶ οἱ μετʼ αὐτοῦ τῷ δεξιῷ τὸ εὐώνυμον ἐνίκησαν, ἐντεῦθεν φυγὴ τῶν Πελοποννησίων ἐγένετο εἰς Χίον, πλείστων δὲ καὶ εἰς Φώκαιαν· οἱ δὲ Ἀθηναῖοι πάλιν εἰς τὰς Ἀργινούσας κατέπλευσαν.
此后双方激战良久,起初船队密集交锋,继而分散混战。然而,当卡利克拉提达斯在战船冲撞时坠海失踪,普罗托马科斯及其麾下右翼将士击溃了敌方左翼,伯罗奔尼撒人遂开始溃逃,有的逃往希俄斯,绝大多数则逃向福西亚;雅典人则返航至阿吉努塞。
ἀπώλοντο δὲ τῶν μὲν Ἀθηναίων νῆες πέντε καὶ εἴκοσιν αὐτοῖς ἀνδράσιν2 ἐκτὸς ὀλίγων τῶν πρὸς τὴν γῆν προσενεχθέντων, τῶν δὲ Πελοποννησίων Λακωνικαὶ μὲν ἐννέα, πασῶν οὐσῶν δέκα, τῶν δʼ ἄλλων συμμάχων πλείους ἢ ἑξήκοντα.
雅典方面折损了二十五艘战船,除少数漂流到岸上的人外,船员均同船沉没;伯罗奔尼撒方面则损失了十艘拉科尼亚船中的九艘,其余盟邦损失了六十余艘。
ἔδοξε δὲ καὶ τοῖς τῶν Ἀθηναίων στρατηγοῖς ἑπτὰ μὲν καὶ τετταράκοντα ναυσὶ Θηραμένην τε καὶ Θρασύβουλον τριηράρχους ὄντας καὶ τῶν ταξιάρχων τινὰς πλεῖν ἐπὶ τὰς καταδεδυκυίας ναῦς καὶ τοὺς ἐπʼ αὐτῶν ἀνθρώπους, ταῖς δὲ ἄλλαις ἐπὶ τὰς μετʼ Ἐτεονίκου τῇ Μυτιλήνῃ ἐφορμούσας. ταῦτα δὲ βουλομένους ποιεῖν ἄνεμος καὶ χειμὼν διεκώλυσεν αὐτοὺς3 μέγας γενόμενος· τροπαῖον δὲ στήσαντες αὐτοῦ ηὐλίζοντο.
雅典将军们决议,由身为舰长的塞拉墨涅斯与斯拉绪布洛斯以及若干营长率领四十七艘船驶向沉没受损的战船并营救其上的人员,其余船只则前往进攻埃特奥尼科斯麾下封锁密提勒涅的敌船。正当他们欲执行此策时,狂风暴雨骤起,阻碍了他们的行动;他们遂在当地立起凯旋碑露宿扎营。
τῷ δʼ Ἐτεονίκῳ ὁ ὑπηρετικὸς κέλης πάντα ἐξήγγειλε τὰ περὶ τὴν ναυμαχίαν. ὁ δὲ αὐτὸν πάλιν ἐξέπεμψεν εἰπὼν τοῖς ἐνοῦσι σιωπῇ ἐκπλεῖν καὶ μηδενὶ διαλέγεσθαι, παραχρῆμα δὲ αὖθις πλεῖν εἰς τὸ ἑαυτῶν στρατόπεδον ἐστεφανωμένους καὶ βοῶντας ὅτι Καλλικρατίδας νενίκηκε ναυμαχῶν καὶ ὅτι αἱ τῶν Ἀθηναίων νῆες ἀπολώλασιν ἅπασαι.
勤务快艇向埃特奥尼科斯报告了有关海战的全部实情。但他将该艇再度派出,吩咐乘员悄无声息地驶出,不得与任何人交谈,随后立刻戴着花冠重新驶回自军营地,高呼卡利克拉提达斯已在海战中大获全胜,雅典人的船只全军覆没。
καὶ οἱ μὲν τοῦτʼ ἐποίουν· αὐτὸς δʼ, ἐπειδὴ ἐκεῖνοι κατέπλεον, ἔθυε τὰ εὐαγγέλια, καὶ τοῖς στρατιώταις παρήγγειλε δειπνοποιεῖσθαι, καὶ τοῖς ἐμπόροις τὰ χρήματα σιωπῇ ἐνθεμένους εἰς τὰ πλοῖα ἀποπλεῖν εἰς Χίον (ἦν δὲ τὸ πνεῦμα οὔριον) καὶ τὰς τριήρεις τὴν ταχίστην.
他们照此行事;而在他们驶回时,埃特奥尼科斯亲自献祭庆贺捷报,并下令士兵们用晚餐,命令商贾们悄悄将财物装上运输船驶往希俄斯(当时顺风),三列桨战船也全速起航。
αὐτὸς δὲ τὸ πεζὸν ἀπῆγεν εἰς τὴν Μήθυμναν, τὸ στρατόπεδον ἐμπρήσας. Κόνων δὲ καθελκύσας τὰς ναῦς, ἐπεὶ οἵ τε πολέμιοι ἀπεδεδράκεσαν καὶ ὁ ἄνεμος εὐδιαίτερος ἦν, ἀπαντήσας τοῖς Ἀθηναίοις ἤδη ἀνηγμένοις ἐκ τῶν Ἀργινουσῶν ἔφρασε τὰ περὶ τοῦ Ἐτεονίκου. οἱ δὲ Ἀθηναῖοι κατέπλευσαν εἰς τὴν Μυτιλήνην, ἐκεῖθεν δʼ ἐπανήχθησαν εἰς τὴν Χίον, καὶ οὐδὲν διαπραξάμενοι ἀπέπλευσαν ἐπὶ Σάμου.
他自己则在纵火焚毁营地后,率领陆军撤往墨特姆纳。科农见敌军已逃遁且风势渐平,便将船只推入水中出航,迎面遇上了已从阿吉努塞出海的雅典舰队,向他们说明了关于埃特奥尼科斯的情况。雅典人驶入密提勒涅,又从那里起航前往希俄斯,一无所获后便返航萨摩斯。
- 1.6.32οὐδὲν μὴ κάκιον οἰκεῖται
由 οὐ μή 后接直陈式现在时(带有将来含义)构成的强意否定句式,意为“绝不会……”。在语境中作为假定的主句,强力断言斯巴达“绝不会治理得更糟”。
- 1.6.34αὐτοῖς ἀνδράσιν
代词 αὐτός 的与格与名词(此处为 ἀνδράσιν)结合,构成的伴随与格(dativus sociativus)习惯表达,意为“连同船员一起”、“船员同船”。
- 1.6.35ταῦτα δὲ βουλομένους ποιεῖν ἄνεμος καὶ χειμὼν διεκώλυσεν αὐτοὺς
宾格分词短语 ταῦτα δὲ βουλομένους ποιεῖν 提至句首,在插入主语 ἄνεμος καὶ χειμὼν 之后,代词 αὐτούς 作为主要动词 διεκώλυσεν 的直接宾语被复指(resumptive)引出,构成倒装与离隔结构。
